|
|
|
|
|
Παραθέματα
|
|
Περιγραφή της αραβικής εκστρατείας του 782 από τον Βυζαντινό χρονογράφο Θεοφάνη
τοῦ δὲ λαοῦ τῶν Ῥωμαίων ἀσχολουμένου ἐν τούτοις, ἐξέρχεται Ἀαρών, υἱὸς Μαδί, μετὰ δυνάμεως καὶ ἐξοπλίσεως ὑπερβαλλούσης ἀπό τε Μαυροφόρων καὶ πάσης Συρίας καὶ Μεσοποταμίας καὶ τῆς ἐρήμου, καὶ ἔρχεται ἕως Χρυσοπόλεως, καταλιπὼν τὸν Βούνουσον πολιορκεῖν τὴν Νακώλειαν καὶ φυλάττειν τὰ νῶτα αὐτοῦ· ἀπέστειλε δὲ καὶ τὸν Βουρνιχὲ εἰς Ἀσίαν μετὰ λ΄ χιλιάδων, ὅς καὶ πολεμήσας τὸν Λαχανοδράκοντα σὺν τῷ θέματι τῶν Θρᾳκησίων ἐν τόπῳ λεγομένῳ Δαρηνῷ, καὶ αὐτῶν λ΄ χιλιάδων ὄντων ιε΄ χιλιάδας ἀπέκτεινεν· ἡ δὲ βασίλισσα πέμψασα Ἀντώνιον τὸν δομέστικον σὺν τοῖς τάγμασιν ἐκράτησε τὴν Βανὴν καὶ ἀπέκλεισεν αὐτοὺς· προσέφυγε δὲ αὐτοῖς Τατζάτιος, ὁ τῶν Βουκελλαρίων στρατηγός, μίσει τῷ πρὸς Σταυράκιον, τὸν πατρίκιον καὶ λογοθέτην τοῦ δρόμου, τὸν εὐνοῦχον, πρωτεύοντα πάντων τῶν τηνικαῦτα ὄντων καὶ τὰ πάντα διοικοῦντα· καὶ δοὺς αὐτοῖς βουλήν, ᾐτήσαντο εἰρήνην· ἐξελθόντων δὲ ἐπὶ τοῦτο Σταυρακίου καὶ Πέτρου μαγίστρου καὶ Ἀντωνίου δομεστίκου, οὐκ ἠκριβολογήσαντο λόγον λαβεῖν καὶ τέκνα τῶν πρωτευόντων, ἀλλὰ ἀσκόπως ἐξελθόντες ἐκρατήθησαν ὑπ’ αὐτῶν καὶ ἐπεδήθησαν, καὶ ἐβιάσθησαν ἀμφότερα τὰ μέρη τοῦ ποιῆσαι εἰρήνην· καὶ ἐδωρήσαντο ἀλλήλοις ἥ τε Αὐγούστα καὶ ὁ Ἀαρὼν ξένια πολλά, στοιχήσαντες καὶ <φόρους> κατὰ καιρὸν τελεῖν αὐτοῖς· καὶ γενομένης εἰρήνης ἀνεχώρησαν ἀφήσαντες καὶ τὸ κάστρον Νακωλείας· ἐπῆρε δὲ καὶ ὁ Τατζάτης τὴν γυναῖκα ἑαυτοῦ καὶ πᾶσαν ὑπόστασιν.
Θεοφάνης, Χρονογραφία, εκδ. C. de Boor, Theophanis Chronographia (Leipzig 1883), σελ. 456.2-23.
|
|
|
|
|
|