Ο Βυζαντινός ιστορικός Νικήτας Χωνιάτης περιγράφει την αντιπαράθεση μεταξύ του κράτους της Νίκαιας και του Μανουήλ Μαυροζώμη:
Ὁ μὲν γὰρ Μαυροζώμης Μανουὴλ τὸν Καϊχοσρόην ὑποδύς, οὐ πάνυ πρὸ πολλοῦ τῇ σφετέρᾳ θυγατρὶ συναφθέντα καὶ τῆς Ἰκονιαρχίας αὖθις λαβόμενον, ἧς εἶχε πρότερον ἐκπεσών, πάντα ἦν μηχανώμενος, εἴ πως αὐτοῦ συναιρομένου τοῦ βασιλείου τύχῃ ὀνόματος, καὶ τὴν ὅσην ποτίζει Μαίανδρος ἐπιὼν μετὰ Τούρκων ἔφθειρέ τε καὶ ἔκειρεν. Ὁ δὲ Λάσκαρις Θεόδωρος, ὡς γένει διαπρεπέστατος καὶ κήδει βασιλείῳ περίδοξος, ἀποκρουσάμενος ἐκεῖνον τὸ ἐξέρυθρον πέδιλον ὑποδύεται καὶ βασιλεὺς ῾Ρωμαίων ὑφ’ ὅλων τῶν ἑῴων ἀναγορεύεται πόλεων. Ὁ δ’ ἐκ Κομνηνῶν Δαυὶδ στρατολογήσας Παφλαγόνας καὶ οἱ τὴν Ποντικὴν οἰκοῦσιν Ἡράκλειαν καὶ μοῖραν μισθωσάμενος Ἰβήρων τῶν πινόντων τοῦ Φάσιδος κώμας καὶ πόλεις ὑπεποιεῖτο καὶ τὸν οἰκεῖον μεγαλύνων κασίγνητον, ᾧ ἡ κλῆσις Ἀλέξιος, πρόδρομος ἐκείνου καὶ προκῆρυξ ἐγίνετο. ὁ δὲ ἔμελλεν ἀεὶ χρονίζων ἐν τοῖς τῆς Τραπεζοῦντος μέρεσι καὶ παροιμιακὸς ἐδείκνυτο Ὕλας, φωνούμενος καὶ μὴ ὀπτανόμενος. Ἐπεὶ δὲ καὶ τῇ Νικομήδους ὁ Δαυὶδ οὗτος προσεπέλασε διά τινος αὐτῷ στρατηγοῦντος μείρακος, Συναδηνοῦ τὴν ἐπίκλησιν, στράτευμα ξυναγείρας ὁ Λάσκαρις κατ’ αὐτοῦ ἔπεισι, διὰ μὲν τῆς τετριμμένης καὶ λείας ἔμφασιν δοὺς πορεύεσθαι, ἐκπεριελθὼν δὲ τραχεῖαν ἄλλην καὶ δύσβατον καὶ προσπεσὼν ἀφώρατος τῷ Συναδηνῷ. ὅθεν καταστρατηγήσας οὕτω τὸν νεανίαν αὐτόν τε συνείληφε καὶ τὸ ἐκείνου στράτευμα διεσκέδασε καὶ τὸν Δαυὶδ μὴ περαιτέρω προϊέναι τῆς Ποντικῆς Ἡρακλείας παρέπεισε. Μετ’ οὐ πολὺ δὲ καὶ τῷ Μαυροζώμῃ συμπλακεὶς φυγάδα δείκνυσι τοῦτον.
Νικήτας Χωνιάτης, Χρονική Διήγησις, van Dieten, J.A. (ed.), Nicetae Choniatae Historia (Corpus Fontium Historiae Byzantinae 11, Berlin – New York 1975), σελ. 626.47-73.
Αναφορά στην επικράτηση του Θεοδώρου Λασκάρεως επί του Μαυροζώμη σε πανηγυρικό λόγο του Νικήτα Χωνιάτη:
Ἐπὶ δὲ τῆς θερμῆς ταυτησὶ νίκης ἐπὶ τὸν νέον ὡρμηκὼς Ἀχιτόφελ ὅσα καὶ παιδίων ἐπὶ ψάμμου ἀθύρματα τὰ τούτου διαλύεις συστρέμματα· ὁ μὲν γὰρ κατὰ γένος ἡμῖν συναπτόμενος, ταῖς δὲ γνώμαις ἀλλοεθνὴς τῆς ἑαυτοῦ πατρίδος ἀκρατὴς πολέμιος καὶ ὢν καὶ δεικνύμενος, ᾤετο φρεναπατώμενος, ὁ ἐπίρρητος καὶ πρὸς ὀφεώδη πανουργίαν ἠκονημένος, ἀρχὴν ἑαυτῷ μνηστεύσασθαι καὶ χωρῶν καὶ πόλεων ῾Ρωμαϊκῶν ἐπιβήτωρ ὀφθήσεσθαι, εἰ τῷ κηδεστῇ Πέρσῃ συνερίθῳ χρήσεται καὶ χεῖρα συχνὴν ἐκεῖθεν λήψεται. ἀμέλει καὶ μετὰ δυνάμεων Περσικῶν ἐπιὼν ὁ κατὰ μόνων τῶν οἰκείων ειδὼς ἀνδρίζεσθαι ἔκειρε τὸ μὴ συμφρονοῦν ὁμόγλωττον ὡς ἀλλόφυλον· σὺ δ’ εἰς ἀκοὴν ὠτίου ταυτὶ δεξάμενος τῷ τολμητῇ τῶν ἀθεμίτων ἐξ ἀντιστάσεως αὐτίκα φανεὶς ὡσεὶ καὶ κολοιὸν ξενόπτερον μάλα εὐχερῶς ἀπελήλακας· τῶν δὲ σὺν ἐκείνῳ πολεμίων οὓς μὲν ἐκκεντήσας εἰς ὕπνον κατεύνασας χάλκεον, οὓς δὲ ποσὶ καὶ ἵπποις ποδώκεσι πρίασθαι τὴν σωτηρίαν ἠνάγκασας, οὓς δὲ συλλαβών, καὶ τούτων, ὅσοι μὲν τὸ γένος πολλοί, τὸν δὲ πλοῦτον βαθεῖς μηδὲ τἆλλα χαμαίζηλοι, δεσμοῖς ἕως τραχήλου ὑπέβαλες.
Νικήτας Χωνιάτης, Λόγοι και Επιστολαί, van Dieten, J.A. (ed.), Nicetae Choniatae Orationes et Epistulae (Corpus Fontium Historiae Byzantinae 3, Berlin – New York 1972), σελ. 136.33-137.13.