Ο Ιωάννης Χρυσόστομος σχολιάζει:
...Μὴ πιστεύετε ἐν φίλοις, καὶ ἐπὶ ἡγουμένοις μὴ ἐλπίζετε ἕκαστος ὑπὸ τοῦ πλησίον ἀφέξεσθε· ὑπὸ τῆς συγκοίτου σου φύλαξον τοῦ ἀναθέσθαι αὐτῇ. τὶ δηποτε; ὅτι καιρός πονηρὸς ἐστι, ὅτι πῶς ἀδελφός πτέρνη πτερνιεῑ, καὶ πῶς φίλος δολίως πορεύεται. Οὐκ ἐστι φίλος ἀσφαλὴς, οὐκ ἀδελφὸς βέβαιος· ἀνήρῃται τὶ τῆς ἀγάπης κάλλον ἐμφύλιος ἁπάντων κατέχει πόλεμος, ἐμφύλιος, καὶ οὔτε οὗτος δόλος, ἀλλὰ συνεσκιασμένος. Μύρια πανταχοῦ προσωπεῖα· πολλαὶ τῶν προβάτων αἱ δοραί, ἀναρίθμητοι πανταχοῦ κεκρυμμένοι λύκοι καὶ ἀσφαλέστερον ἐν τοῑς ἐν πολεμίοις μᾶλλον βιώσειεν, ἢ ἐν τοῑς δοκοῦσιν εἶναι φίλος· οἱ χθές θεραπεύοντες, οἱ κολακεύοντες, οἱ χείρας καταφιλοῦντες, ἀθρόον νῦν πολέμιοι ἀνεφάνησαν, καὶ τὰ προσωπεῖα ῥίψαντες, κατηγόρων ἁπάντων πικρότεροι γεγόνασιν, ὑπέρ ἐν πρώην χάριτος ὁμολόγουν, ὑπέρ τοῦτον ἐγκαλοῦντες καί διαβάλλοντες.
Migne, J.P., εκδ., Patrologiae cursus completus Series Greca 52 (Paris 1857-1866), στήλη 415c-d.