Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Rebellion of Bardas Skleros, 976 - 979

Συγγραφή : Stouraitis Ioannis (10/12/2003)
Μετάφραση : Koutras Nikolaos

Για παραπομπή: Stouraitis Ioannis, "Rebellion of Bardas Skleros, 976 - 979",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=9971>

Στάση Βάρδα Σκληρού, 976 - 979 (15/2/2011 v.1) Rebellion of Bardas Skleros, 976 - 979 (21/2/2011 v.1) 

Παραθέματα

 

Leo Deacon's account of the rebellion of Bardas Skleros (976-979)

Μετὰ γὰρ τὴν τοῦ αὐτοκράτορος Ἰωάννου ἐκδημίαν ἀπὸ τοῦ σώματος, Βάρδας Μάγιστρος ὁ κατ’ ἐπωνυμίαν Σκληρός, φιλαρχίαν καὶ ἀπληστίαν νοσῶν, ἀπάτῃ τε μετελθὼν καὶ φενακίσας τὸν πολὺν ὄχλον καὶ εὔκολον, ἀποστασίαν δεινὴν κατὰ τῶν κρατούντων ἐμελέτησεν· ἐπὶ τετραετῆ τε ἐνιαυτὸν τὴν Ἀσίαν κατέδραμε, χώρας πυρπολῶν καὶ πόλεις καταστρεφόμενος, τήν τε ῾Ρωμαϊκὴν δύναμιν, ἐξ ἀντιπάλου παρατάξεως ἀντιτασσομένην αὑτῷ, τρεπόμενος καὶ κατακαίων ὠμῶς· τοῦτο μὲν ὑπὸ τοῦ Πατρικίου Πέτρου καὶ στρατοπεδάρχου δημαγωγουμένην, ὅτε κατὰ τὴν Λάπαραν τὸ πεδίον (μεθόριον δὲ τοῦτο τῆς χώρας τῶν Ἀρμενίων) ἡ μάχη συνεκροτεῖτο, ὁπηνίκα καὶ αὐτὸς ὁ Πατρίκιος Πέτρος, δορατίῳ βληθεὶς καὶ τοῦ ἵππου κατενεχθείς, παρ’ αὐτὴν ἐξέπνευσε τὴν παράταξιν, πλείστων ὅτι τῶν ὑπασπιστῶν συναναιρεθέντων αὐτῷ· τοῦτο δὲ ὑπὸ Βάρδα Μαγίστρου τοῦ Φωκᾶ, ὃς πρὸς τῶν κρατούντων τὸ τοῦ Δομεστίκου τῶν Σχολῶν ὑποζωσάμενος ἀξίωμα, ἀντίπαλος τῷ Σκληρῷ κατὰ τὴν Παγκάλειαν παρετάξατο. ἱππήλατον τοῦτο πεδίον, τῷ Ἀμωρίῳ προσέγγιον. ὅπου δὴ καὶ παρὰ τὸ μεταίχμιον ῥάβδῳ κατὰ τοῦ κρανίου πληγεὶς ὁ Φωκᾶς, τοῦ ἵππου τε κατηνέχθη καὶ εἰς γῆν κατεβλήθη· καὶ κἂν ἥλω τῶν ἐναντίων καὶ ἀκλεῶς παραπώλετο, εἰ μὴ ὡς εἷς τῶν πολλῶν παρώφθη παρὰ τῶν δυσμενῶν, ἠγνοηκότων αὐτὸν, ἐπελθοῦσα δὲ ἡ νὺξ τοῦτον διέσωσεν. ὁ δὲ Σκληρός, ταῖς τοιαύταις νίκαις ἐπαρθείς τε καὶ φρενωθείς, ἀνυπόστατός τις καὶ ἀκαταγώνιστος ἐνομίζετο. ἐντεῦθεν τήν τε Νίκαιαν, καὶ Ἄβυδον, καὶ Ἀττάλειαν τῷ πολεμεῖν παρεστήσατο, καὶ τὴν τῆς Ἀσίας ἐπεποιήσατο ῾Ρωμαϊκὴν ἐπικράτειαν· καὶ πλείστας τριήρεις προσείληφε, καὶ θαλασσοκρατῶν μεγάλα τοὺς ἐμπόρους ἐσίνετο, καὶ αὐτὴν ἤδη τὴν βασιλεύουσαν, τὰς σιτηγοὺς φορτίδας οὐκ ἐῶν ἐς αὐτὴν ἀναπλέειν κατὰ τὸ πρότερον· ἕως οὗ ἐκ Βυζαντίου πυρφόροι νῆες πρὸς τῶν κρατούντων λαθραίως ἐξαπεστάλησαν. ἃς Βάρδας Μάγιστρος ὁ Παρσακουτηνὸς ἄγων, αἰφνίδιον τῇ Ἀβύδῳ προσορμισθείς, τάς τε τριήρεις τοῦ τυράννου κατέφλεξε, καὶ τὴν τῶν στρατιωτῶν κατηκόντισε φάλαγγα, καὶ τὸ φρούριον εἴληφεν. αὖθις τε ὁ Φωκᾶς, χεῖρα περὶ αὑτὸν πλείστην στρατιωτῶν ἠθροικὼς, τῷ Σκληρῷ ἐπιτίθεται, καὶ τοῦτον τρεψάμενος ἐν Ἐκβατάνοις πρὸς τοὺς Ἀγαρηνοὺς φυγεῖν παρεσκεύασεν.

Hase, C. B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), pp. 169.14-170.24.

John Skylitzes describes the first clash between Bardas Phokas and rebel Skleros

Ὁ δὲ παρακοιμώμενος τοῖς ὅλοις ἀπορηθείς (ἤδη γὰρ καὶ ὁ Σκληρὸς ἐπλησίαζε τῇ βασιλίδι) μίαν ἐγνώκει βοήθειαν ἀποχρῶσαν, Βάρδαν τὸν Φωκᾶν μεταπέμψασθαι τῆς ὑπερορίας, μόνον ἀξιόμαχον οἰηθεὶς τοῦτον ἀντίπαλον ἔσεσθαι τῷ Σκληρῷ. λόγου δὲ θᾶττον μεταπεμψάμενος καὶ ὅρκοις ἀσφαλισάμενος καὶ πλοῦτον παρεσχηκὼς δαψιλῆ καὶ τῷ τῶν μαγίστρων ἀξιώματι τιμήσας, δομέστικον προχειρίζεται τῶν σχολῶν καὶ κατὰ τοῦ Σκληροῦ ἐξίησιν. ὁ δὲ τὸν ὑπὲρ τῶν ὅλων ἀναδεξάμενος ἀγῶνα πρῶτον μὲν ἐπεχείρησεν ἀπὸ Θρᾴκης περαιωθῆναι εἰς Ἄβυδον. φυλάττοντος δὲ τὰ ἐν Ἑλλησπόντῳ χωρία ῾Ρωμανοῦ τοῦ υἱοῦ τοῦ Σκληροῦ, ἀποκρουσθεὶς ἐκεῖθεν ἐπάνεισιν εἰς τὴν βασιλίδα, ἐκεῖθέν τε πλοίου ἐπιβὰς καὶ τοὺς ἐναντίους λαθὼν πρὸς τὴν ἀντίπορθμον γίνεται γῆν, καὶ νυκτοπορίαις χρησάμενος ἄπεισιν εἰς Καισάρειαν, ἐκεῖσέ τε Εὐσταθίῳ μαγίστρῳ τῷ Μαλεΐνῳ καὶ Μιχαὴλ τῷ Βούρτζῃ συμπαίξας (ἔφθασε γὰρ καὶ αὐτὸς ἐκ μετανοίας τὰ τοῦ βασιλέως πάλιν ἑλέσθαι) μετ’ αὐτῶν πρὸς πόλεμον ἐξηρτύετο. καὶ δὴ λαόν, ὡς ὁ καιρὸς ἐδίδου, ἀθροίσας, καὶ τοὺς ἐκ τῆς φυγῆς ἐσκεδασμένους ἁλίσας, πρὸς τὸ Ἀμώριον γίνεται. καὶ ὁ Σκληρὸς δὲ τὴν τούτου ἔξοδον ἀκηκοώς, καὶ νῦν πρῶτον οἰηθεὶς τὸν ἀγῶνα ἔσεσθαι αὐτῷ πρὸς ἄνδρα πολεμιστὴν καὶ φέρειν εἰδότα γενναίως καὶ τακτικῶς τὰς πολέμου στροφάς, καὶ οὐχ, ὡς τὸ πρότερον, πρὸς ἀνδράρια ἐκτετμημένα θαλαμευόμενα καὶ σκιατραφῆ, ἄρας ἀπὸ Νικαίας πρὸς τὸ Ἀμώριον ἄπεισι, καὶ συναντήσας συμπλέκεται τῷ Φωκᾷ. οὐχ ὑποστάντων δὲ τῶν περὶ τὸν Φωκᾶν διὰ τὸ ταῖς προηγησαμέναις ἥτταις χαυνωθῆναι τὸν τῆς ἀνδρείας αὐτοῖς καὶ τόλμης τόνον, ἐπικρατέστερος γίνεται ὁ Σκληρός. οὐ μέντοι καὶ παντάπασιν ἐς ὑπαγωγὴν ἄκοσμον ἐσκέδαστο ἡ στρατιὰ τῷ Φωκᾷ, ἀλλ’ ὑποκλίνασα μὲν ἐνέδωκε, σχολαίαν δ’ ἐποιεῖτο τὴν ὑποχώρησιν, ὡς μὴ ὑπὸ δειλίας δοκεῖν ἐλαύνεσθαι, ἀλλ’ ἐξ ἐπιτάγματος ὑπείκειν στρατηγικοῦ μετ’ εὐκοσμίας καὶ τάξεως. καὶ γὰρ δὴ καὶ νῶτα δόντας τοὺς στρατιώτας καὶ πρὸς φυγὴν ὡρμημένους, ὄπισθεν οὐραγῶν ὁ Φωκᾶς τοὺς ἐπιόντας ἠμύνετο καὶ οὐ μετὰ σφοδροτάτης εἴα καὶ ῥύμης καὶ βίας προσφέρεσθαι. ἔνθα καὶ λέγεται Κωνσταντῖνον τὸν Γαυρᾶν μετὰ τῶν ἀμφ’ αὐτὸν τὸ φεῦγον διώκοντα φιλοτιμίᾳ χρησάμενον ἀκαίρῳ, καὶ μεγάλην εὔκλειαν ἕξειν οἰηθέντα, εἰ αἰχμάλωτος ὑπ’ αὐτοῦ γένοιτο ὁ Φωκᾶς, μυωπίσαντα τὸν ᾧ ἐπωχεῖτο ἵππον, μετὰ μεγίστης ὁρμῆς προσενεχθῆναι τῷ Φωκᾷ. ὃν οὗτος ἰδὼν καὶ ὅστις εἴη κατανοήσας, ἠρέμα τὸν ἵππον παρενεγκὼν καὶ ὑπαντιάσας παίει κορύνῃ κατὰ τῆς κόρυθος. καὶ ὁ μὲν λειποθυμήσας τῇ ἀνυποστάτῳ φορᾷ τῆς πληγῆς πίπτει παραυτίκα τοῦ ἵππου, ὁ δὲ Φωκᾶς ἀδείας μείζονος τυχὼν τῆς ἐπὶ τὰ πρόσω πορείας εἴχετο, σχολῇ καὶ βάδην ἰών, ἀλλ’ οὐκ ἀνειμένοις τοῖς χαλινοῖς. οἱ γὰρ σὺν τῷ Γαυρᾷ τὸν οἰκεῖον πεπτωκότα θεασάμενοι στρατηγὸν καὶ ἐπιμέλειαν τούτου τιθέμενοι ἀνῆκαν τὸν διωγμόν. ὁ δὲ Φωκᾶς ἅμα τοῖς σὺν αὐτῷ τὸν λεγόμενον Χαρσιανὸν κατειληφὼς κἀκεῖσε αὐλισάμενος ἐσκόπει τὸ μέλλον, τιμαῖς τε ταῖς ἐκ βασιλέως δεξιούμενος πολλοὺς προσφοιτῶντας καὶ τῶν συνόντων εὐεργεσίαις παραθερμαίνων τὰς προθυμίας. ἑπόμενος δὲ τούτῳ καὶ ὁ Σκληρός, καὶ περί τινα τόπον Βασιλικὰ θέρμα καλούμενον κατασκηνώσας, εἰς μάχην τὸν ὁμώνυμον ἐξεκαλεῖτο, ἀσπασίως δὲ καὶ τούτου δεξαμένου τὴν πρόκλησιν αὖθις ἑτέρα συνίσταται μάχη. καὶ χρόνον μέν τινα ἀντέσχον οἱ περὶ τὸν Φωκᾶν, αὐτοῦ τούτου παριππεύοντος ἁπανταχοῦ καὶ τῇ σιδηραίᾳ κορύνῃ τὰς τῶν ἐναντίων ῥηγνύντος φάλαγγας καὶ μύριον ἐργαζομένου φόνον. ὅμως δὲ καὶ πάλιν νῶτα δεδωκότες οἱ περὶ τοῦτον ἐτράπησαν.

Thurn, I. (ed.), Ιoannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), 324.32-326.82.

The final defeat of Bardas Skleros recounted by John Skylitzes

Ἐκεῖθεν οὖν ὁ Φωκᾶς, ὡς εἶχε, διὰ ταχέων ἄνεισιν εἰς τὴν Ἰβηρίαν, καὶ Δαβὶδ τῷ τῶν Ἰβήρων ἄρχοντι προσελθὼν εἰς ἐπικουρίαν ᾔτει στρατόν. τοῦ δὲ μετὰ προθυμίας ὑπηρετοῦντος (ἐφιλίωτο γὰρ τῷ Φωκᾷ, ἐξ ὅτου δοὺξ ἦν ἐν Χαλδίᾳ) λαὸν ἐκεῖθεν εἰληφὼς οὐκ ὀλίγον, ἀθροίσας δὲ καὶ τοὺς μετ’ αὐτοῦ ἐσκεδασμένους ὄντας ἐκ τῆς τροπῆς, κάτεισιν εἰς Παγκάλειαν, ἔνθα στρατοπεδευσάμενος ἦν ὁ Σκληρός. Τόπος δὲ ἡ Παγκάλεια πεδίον ἀναπεπταμένον τε καὶ ἱππήλατον, ἔγγιστά που τοῦ ποταμοῦ Ἅλυος κείμενος. καὶ γίνεται πάλιν καρτερὸς ἀγών. ἐνταῦθα τὸν ἑαυτοῦ λαὸν θεασάμενος ὁ Φωκᾶς κατὰ μικρὸν ἐνδιδόντα καὶ πρὸς φυγὴν βλέποντα, βέλτιον εἶναι κρίνας τὸν εὐκλεῆ θάνατον τῆς ἀγεννοῦς καὶ ἐπονειδίστου ζωῆς, τὰς τῶν ἐναντίων συγκόψας φάλαγγας πρὸς αὐτὸν μετὰ σφοδρότητος ἵεται τὸν Σκληρόν. εὐρώστως δὲ κἀκείνου τὴν αὐτοῦ ὑποδεξαμένου ὁρμήν, καὶ μηδενὸς τῶν στρατιωτῶν ἐπιβοηθοῦντος, ἀλλὰ τῷ τῶν ἀρχηγῶν ἀγῶνι βουλομένων κριθῆναι τὰ πράγματα (καὶ γὰρ δὴ καὶ ἐφαίνετο πάγκαλόν τι θέαμα καὶ κατάπληξιν τοῖς ὁρῶσιν ἐπάγον ἀνδρῶν δύο μονομαχία επ’ εὐτολμίᾳ καὶ ῥώμῃ ψυχῆς μέγα φρονούντων), ὑποστάντες ἀλλήλους συστάδην ἐμάχοντο. καὶ ὁ μὲν Σκληρὸς τοῦ ἵππου τοῦ Φωκᾶ τὸ δεξιὸν οὖς σὺν τῷ χαλινῷ παίσας ἀποκόπτει τῷ ξίφει. ὁ δὲ Φωκᾶς τῇ κορύνῃ πατάξας αὐτὸν κατὰ τῆς κεφαλῆς τοῦτον μὲν ἐπὶ τοῦ τραχήλου τοῦ ἵππου ῥιπτεῖ τῷ βάρει τῆς πληγῆς κατενεχθέντα, αὐτὸς δὲ τὸν ἵππον κεντρίσας καὶ τὰς τῶν ἐναντίων διατεμὼν φάλαγγας ἔξεισι, καὶ πρός τινα λόφον ἀνελθὼν τοὺς ἐκ τῆς τροπῆς ἀνεκαλεῖτο. οἱ δὲ περὶ τὸν Σκληρὸν κακῶς ἔχοντα τοῦτον θεασάμενοι ἐκ τῆς πληγῆς καὶ ἤδη λειποψυχοῦντα τῷ τραύματι ἐπί τινα πηγὴν ἄγουσι τὸν λύθρον ἀπονιψόμενον. ὑπώπτευον γὰρ καὶ τὸν Φωκᾶν τελείῳ ἤδη παραδοθῆναι ἀφανισμῷ. τοῦ ἵππου δὲ ἀποσκιρτήσαντος καὶ τὸν κατέχοντα ἀποδράντος καὶ διὰ τῶν στρατευμάτων ἐπιβάτου χωρὶς θέοντος ἀτάκτῳ ῥύμῃ, καὶ τῷ αἵματι πεφυρμένου (Αἰγύπτιον τὸν ἵππον ἐκάλουν), καὶ καταμαθόντες, οὗ τινος ὁ ἵππος, καὶ νομίσαντες τὸν ἑαυτῶν ἄρχοντα πεπτωκέναι, ἀκόσμως τρέπονται πρὸς φυγήν, κρημνοῖς καὶ Ἅλυϊ τῷ ποταμῷ ῥιπτοῦντες ἑαυτοὺς καὶ ἀκλεῶς ἀπολλύμενοι, μηδενὸς ὄντος τοῦ διώκοντος. τοῦτο κατιδὼν ὁ Φωκᾶς ἀπὸ τοῦ λόφου, καὶ θεῖον ἔργον εἶναι τὸ πράγμα, ὥσπερ ἦν εἰκός, ὑποτοπάσας, κάτεισι μετὰ τῶν συνόντων ἐπιδιώκων τοὺς φεύγοντας ὑπ’ ἀλλήλων συμπατουμένους καὶ ἀλκῆς ὅλως μὴ μεμνημένους, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ χειρούμενος. ὁ δὲ Σκληρὸς μετ’ ὀλίγων διασωθεὶς φεύγει πρὸς Μαρτυρόπολιν. ἐκεῖθεν δὲ πρεσβευτὴν ἐκπέμπει τὸν ἑαυτοῦ ἀδελφὸν Κωνσταντῖνον πρὸς Χοσρόην τὸν τῆς Βαβυλῶνος ἄρχοντα, ἐπικουρίαν καὶ συμμαχίαν αἰτῶν. παρέλκοντος δ’ ἐκείνου καὶ μήτε τῇ δόσει συντιθεμένου, μήτ’ ἀπαναινομένου, καὶ τοῦ Κωνσταντίνου χρονοτριβοῦντος, ἠναγκάσθη καὶ αὐτὸς ὁ Σκληρὸς μετὰ τῶν συνόντων ἁπάντων πρὸς Χοσρόην φοιτῆσαι.

Thurn, I. (ed.), Ιoannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), 326.83-327.29.

The suppression of the rebellion of Bardas Skleros

Τῆς δὲ τοῦ Σκληροῦ τροπῆς ἀγγελθείσης τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Φωκᾶ καὶ τῆς εἰς Βαβυλῶνα ἀναχωρήσεως, τοῦτον μὲν ὁ βασιλεὺς ἀποδεξάμενος ἀξίως ἐτίμησε, πρὸς δὲ Χοσρόην τὸν τῆς Βαβυλῶνος ἀμερμουμνῆν πρεσβευτὴν ἐκπέμπει τὸν βέστην Νικηφόρον τὸν Οὐρανόν, ἱκετεύων μηδεμιᾶς ἐπιστροφῆς ἀξιῶσαι τὸν ἀποστάτην, μηδὲ θελῆσαι παράδειγμα γενέσθαι τοῖς ὀψιγόνοις φαῦλον, ἀμελήσας μὲν βασιλέως ἀδικουμένου βασιλεὺς καὶ αὐτὸς ὤν, προσθέμενος δὲ τυρράνῳ ἀδίκῳ καὶ ἀποστάτῃ. ἐνεχείρισε δὲ καὶ γράμματα βασιλικὰ ἐνσεσημασμένα, δι’ ὧν συμπαθείας ἁπάσης ἠξίου τὸν Σκληρὸν καὶ τοὺς συνόντας αὐτῷ, εἰ μεταμαθόντες τὸ δέον τόν τε ἑαυτῶν ἐπιγνῶσι δεσπότην καὶ πρὸς τὰ οἰκεῖα ὑπονοστήσουσι. διασωθέντος δὲ πρὸς Χοσρόην τοῦ Οὐρανοῦ καὶ τῶν βασιλικῶν φωραθέντων γραμμάτων, ὁ Χοσρόης καὶ τὸν πρεσβευτὴν καὶ τὸν Σκληρὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ῾Ρωμαίους ὑπονόησας φρουραῖς παραδίδωσι. καὶ τούτους μὲν εἶχεν ἡ φρουρά, τῶν δὲ μὴ συνανελθόντων ἀποστατῶν τῷ Σκληρῷ Λέων μὲν ὁ αἰχμάλωτος καὶ οἱ τοῦ δουκὸς Ἀνδρονίκου τοῦ Λυδὸς παῖδες Χριστόφορος ὁ Ἐπείκτης καὶ Βάρδας ὁ Μουγγός (ἔφθη γὰρ ἐκεῖνος ἀποθανεῖν) τὸ Ἀρμακούριον καὶ τὴν Πλατεῖαν πέτραν καὶ ἄλλα τινὰ φρούρια ἐρυμνὰ ἐν τῷ θέματι κείμενα τῶν Θρᾳκησίων κατεσχηκότες ἀντεῖχον ἕως ὀγδόης ἰνδικτιῶνος, καὶ ἐπεκδρομὰς ἐκ τούτων ποιούμενοι τὰ βασιλέως ἐλύπουν. καὶ οὐ πρὶν ἐπαύσαντο τὰς χώρας λεηλατοῦντες, πρὶν ἂν ἀμνηστίαν εἰληφότες κακῶν διὰ Νικηφόρου πατρικίου τοῦ Παρσακουτηνοῦ τῷ βασιλεῖ προσεχώρησαν.

Thurn, I. (ed.), Ιoannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin - New York 1973), 327.30-328.52.

An 11th-C. Byzantine scholar's account of the rebellion of Bardas Skleros (976-979)

Διὰ ταῦτα οἱ ἐκείνων ἀνεψιαδεῖς πολέμους κατ’ αὐτοῦ σφοδροὺς ἀνερρίπισαν· καὶ πρῶτός γε ὁ Σκληρός, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, πλοῦτόν τε περιβεβλημένος, μέγα ἀρκοῦντα τυρράνῳ, καὶ δυναστείας ἔχων ἰσχύν, πολέμους τε μεγάλους κατωρθωκώς, καὶ τὸ στρατιωτικὸν ἅπαν συννεῦον ἔχων πρὸς τὸ ἐκείνου βούλημα. Οὗτος τοιγαροῦν πολλοὺς συναιρομένους ἔχων τῇ τυρρανίδι, πρῶτος τὸν κατὰ τοῦ Βασιλείου τεθάρηκε πόλεμον, καὶ πᾶσαν ἐπ’ αὐτῷ ἱππικήν τε καὶ πεζικὴν παρήλαυνε δύναμιν, καὶ ὡς ἐπὶ προκειμένῳ πράγματι τῇ βασιλείᾳ προῄει τεθαρρηκώς. Τὰ πρῶτα μὲν οὖν ἀπεγνώκεισαν οἱ περὶ τὸν βασιλέα τὰς σῳζούσας ἐλπίδας, τὴν ὁπλιτικὴν πᾶσαν ἰσχὺν τῷ Σκληρῷ ἐγνωκότες συρρεύσασαν· ἔπειτα δὲ συλλεξάμενοι ἑαυτοὺς καὶ περὶ τῶν ὅλων γνωσιμαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν, καὶ Βάρδαν τινά, εὐγενέστατον ἄνδρα καὶ γενναιότατον, τοῦ βασιλέως Νικηφόρου ἀδελφιδοῦν, ἀξιόμαχον περὶ τὸν τυραννήσαντα Σκληρὸν κρίναντες, τὰς καταλελειμμένας δυνάμεις φέροντες τούτῳ παρέδωσαν, καὶ τοῦ στρατοπέδου παντὸς ἡγεμόνα πεποιηκότες, ἀντιστησόμενον τῷ Σκληρῷ ἐκπεπόμφασιν. Ἐπεὶ δὲ καὶ περὶ τούτῳ οὐδὲν ἔλαττον τοῦ Σκληροῦ ἐδεδοίκεσαν, ἅτε βασιλείου τυγχάνοντι γένους, καὶ οὐδὲν σμικροπρεπῶς ἐννοησομένῳ περὶ αὑτοῦ, περιδύουσι μὲν τὸ πολιτικὸν τῆς περιβολῆς σχῆμα καὶ ὅσον οἶδεν ἡ τυραννὶς, τῷ δὲ τῆς ἐκκλησίας κλήρῳ ἐγκαταλέγουσιν, εἶτα δὴ καὶ φρικώδεσιν ὅρκοις καταλαμβάνουσιν τοῦ μὴ ἀποστασίας ἁλῶναί ποτε ἢ παραβάσεως τῶν ὠμοσμένων· οὕτω γοῦν αὐτὸν ἐξεγγυησάμενοι μετὰ πασῶν ἐκπεπόμφασι τῶν δυνάμεων. Ἦν δ’ ὁ ἀνὴρ οὗτος, ὡς ὁ λόγος ἔχει, τὴν μὲν γνώμην ἐς τὸν θεῖον ἀναφέρων καὶ βασιλέα, συννενεφὼς ἀεὶ καὶ ἐγρηγορώς, καὶ πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανός, πολεμικῶν τε τεχνασμάτων οὐδενὸς ἀδαής, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχίσεσι καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάς, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικώτερος ἐκείνου καὶ γενναιότερος· ὁ γάρ τοι πληγὴν παρ’ ἐκείνου δεξάμενος εὐθέως ἀφῄρητο τὴν ψυχήν· κἂν πόρρωθεν ἐπεβόησεν, ὅλην συνετάραττε φάλαγγα. Οὗτος τοιγαροῦν τὰς υπ’ αὐτὸν διελὼν δυνάμεις καὶ εἰς λόχους ἐγκατατάξας, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις τὴν ἀντικειμένην εἰς φυγὴν ἔτρεψε φάλαγγα, καὶ τοῦτο πλήθει τῶν ἀντιτεταγμένων· τοσοῦτον <δὲ> τῶν ἐναντίων ἐλάσσων ἐτύγχανεν ὢν, ὅσῳ τῇ τέχνῃ καὶ τοῖς στρατηγήμασι κρείττων ἐδόκει καὶ γενναιότερος. Ἐθάρρησαν γοῦν ποτε πρὸς ἀλλήλους καὶ οἱ τῶν ἀντικειμένων ἡγεμόνες ταγμάτων καὶ μονομαχῆσαι ἐκ συνθήματος εἵλοντο· καὶ μέντοιγε συνελάσαντες εἴς τι μεταίχμιον, εἶδόν τε ἀλλήλους καὶ ἐν συμβολαῖς εὐθὺς ἐγεγόνεισαν. Καὶ πρῶτός γε ὁ τυραννεύων Σκληρὸς, οὐκ ἐπισχὼν ἑαυτὸν τῆς ὁρμῆς, ἀλλ’ εὐθὺς νόμους ἀγωνίας παραβεβηκώς, ὁμοῦ τε ἀγχοῦ τῷ Φωκᾷ ἐγεγόνει καὶ παίει τοῦτον ὡς εἶχε κατὰ κεφαλῆς, δυναμώσας τὴν χεῖρα τῇ φορᾷ τῆς ὁρμῆς· καὶ ὁ πεπληγὼς πρὸς τὸ ἀδόκητον τῆς πληγῆς βραχύ τι τοῦ χαλινοῦ γεγονὼς ἀκρατής, αὖθις συνηθροίκει τοὺς λογισμοὺς, καὶ κατὰ ταὐτοῦ μέλους τὸν πλήξαντα παίσας, τῆς πολεμικῆς ὁρμῆς ἔπαυσε καὶ φυγεῖν παρεσκεύασεν. Αὕτη τελεωτέρα κρίσις καὶ δημοτελεστέρα ἀμφοῖν ἔδοξε· καὶ ὁ Σκληρὸς τοῖς ὅλοις ἐξαπορηθείς, καὶ μήτε πρὸς τὸν Φωκᾶν ἀντιστῆναι ἔτι δυνάμενος, προσδραμεῖν τε τῷ βασιλεῖ αἰσχυνόμενος, βουλὴν βουλεύεται οὔτε συνετωτάτην οὔτε ἀσφαλεστάτην· ἀπάρας γὰρ ἐκ τῶν ῾Ρωμαϊκῶν ὁρίων εἰς τὴν τῶν Ἀσσυρίων μετὰ πασῶν αὐτοῦ τῶν δυνάμεων συνήλασε γῆν, καὶ δῆλον αὑτὸν καταστήσας Χοσρόῃ τῷ βασιλεῖ, εἰς ὑποψίαν ἐκίνησεν· οὗτος γὰρ τό τε πλῆθος φοβηθεὶς τῶν ἀνδρῶν, ἴσως δὲ καὶ ὑποπτεύσας τὴν ἀθρόαν ἔφοδον, δεσμώτας πεποιηκὼς ἐν ἀσφαλεῖ κατεῖχε φρουρᾷ.

Renauld, E. (ed.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 1 (Paris 1926), pp. 5.1-9.10.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>