Πώς προέκυψε η παραλλαγή του ονόματος της πόλεως «Eξουάνουν»:
Ἀζανοὶ, Φρυγίας πόλις. Στράβων δωδεκάτη «τῆς δ’ Ἐπικτήτου Φρυγίας Ἀζανοὶ τε εἰσὶ καὶ Νακόλεια». Οἱ πολίται Ἀζανίται, τὸ θηλυκὸν Ἀζανίτις. Ἡρωδιανὸς διὰ τῆς αι ἐν πρώτῃ τῶν καθόλου λέγων «Αἰζῆν Ταντάλου παῖς, ἀφ’ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοὶ». Τινὲς δὲ Ἀζάνιον αὐτὴν φασὶν. Ἐρμογένης δὲ φησὶν οὐδὲ οὕτως, ἀλλ’ Ἐξουάνουν αὐτὴν καλεῖσθαι· λέγεται γὰρ παρὰ τόν τόπον ἀγροικίας εἶναι, λιμοῦ δὲ γενομένου συνελθόντες οἱ ποιμένες ἔθυον εὐβοσίαν γενέσθαι· οὐκ ἀκουόντων δὲ τῶν θεῶν Εὔφορβος τὴν οὐανουυν, ὁ ἐστὶν ἀλώπηξ, καὶ ἕξιν, ὁ ἐστὶν ἐχίνος, θῦσαι τοῖς δαίμοσιν· εὐαρεστησάντων δὲ τῶν θεῶν εὐφορίαν γενέσθαι καὶ τὴν γῆν πολυκαρπῆσαι, τοὺς δὲ περιοίκους πυθομένους ἱερέα καὶ ἄρχοντα αὐτὸν καταστῆσαι. Ἐξ αὐτοῦ δέ κληθῆναι τήν πόλιν Ἐξουάνουν, ὁ μεθερμηνευόμενον ἐστὶν ἐχιναλώπηξ. Ἔοικε δὲ μετηλλοιῶσθαι ἐκ τοῦ Ἐξουάνουν τὸ Ἀζάνιον. Ἔστι δὲ ὅμοιον τῷ Βιθυνίῳ, περὶ οὗ ἐροῦμεν.
Στέφανος Βυζάντιος, ed. Meineke, A. Stephani Byzantinii Ethnicorum quae supersunt, (Berlin 1849, ανατ. Chicago, Illinois 1992), σελ. 31.3 - 32.2.