Ο Γεώργιος Παχυμέρης αναφέρεται στη συμμετοχή του Ανδρονίκου Σάρδεων στη διαμάχη που ξέσπασε το 1259 με την άνοδο του Μιχαήλ Παλαιολόγου στο θρόνο:
Λόγοι γοῦν ἐγένοντο, καὶ διεφιλονείκουν· ὁ δὲ πατριάρχης ἐν ἀμηχανίᾳ ἦν καὶ οὐκ εἶχεν οἷς προστεθείη. Παρήρχετο ἡ ἡμέρα, καὶ συμφωνεῖν οὐκ εἶχον. Μόλις οὖν καὶ μετὰ τὴν πολλὴν διαφιλονεικίαν οἱ ἀρχιερεῖς πάντες πλήν τινων ὑποκλίνουσιν· ἦσαν δ’ οὗτοι Ἀνδρόνικος ὁ τῶν Σάρδεων καὶ Μανουὴλ ὁ Θεσσαλονίκης, ὁ τοὐπίκλην Ψαρᾶς καὶ Δισύπατος. Ἀλλ’ ὁ τῶν Σάρδεων, ἅμα τῷ τὸν πατριάρχην πεισθῆναι, καὶ αὐτὸς συνεπείθετο, τὰ πολλὰ συμβαλλομένου τῇ καταθέσει τοῦ τῆς κατὰ τὴν Ὀρεστιάδα Ἀδριανουπόλεως Γερμανοῦ, ἔτι δὲ Γρηγορίου Ἀγκύρας καὶ τοῦ Μελαγγείων Κωνσταντίνου· ὁ δέ γ’ Ἐφέσου Νικηφόρος, εὐλαβὴς ὢν ἀνὴρ καὶ τίμιος, οὐχ ὑπενόει τὸ ὑπορυττόμενον, ὡς ἐν ἁπλότητι ζῶν, καὶ εὐθὺς συνυπήγετο. Τοῦτ’ ἔπασχον καὶ ἄλλοι πολλοί. Ὁ δὲ πατριάρχης ἔγνω μὲν ἀπατηθείς, οὐκ εἶχε δὲ ὅ τι πράττοι, πολλῆς τῆς ἀνάγκης περιστάσης.
Γεώργιος Παχυμέρης, Συγγραφικαί Ιστορίαι, Failler, A. (ed.), Georges Pachymérès, Relations historiques 1 (CFHB 24/1, Paris 1984), σελ. 143.18-145.4.
Η παραίτηση του Ανδρονίκου από το μητροπολιτικό θρόνο (1260), όπως περιγράφεται από τον Παχυμέρη:
Ὁ δὲ Σάρδεων, σοφόν τι οἰόμενος πράττειν, εἰ μὴ τῷ βασιλεῖ διαμάχοιτο, τοῦ πατριαρχεύοντος ἀφιστάμενος, ἔγνω δι’ ἄλλης ὁδοῦ ὑπελθεῖν τὸν κρατοῦντα. Καὶ δή, ἐπεὶ ὁ μὲν Φιλαδελφείας Ἰωαννίκιος κατὰ τὴν μονὴν τοῦ Σωτῆρος ἱερούργει, τοῦ βασιλέως προτρεψαμένου, ὁ δὲ βασιλεὺς παρῆν καὶ ὁ Σάρδεων συμπαρῆν, προσελθὼν αὐτὸς βασιλεῖ, περὶ ἑαυτοῦ ὑπεμίμνῃσκεν ὡς τὰ τῶν μοναχῶν ἀναληψόμενος ταῖς τοῦ Φιλαδελφείας χερσί. Καὶ ὅς –οὐδὲ γὰρ ἠγνόει τὸ τῆς γνώμης τοῦ λέγοντος ὕπουλον, ὡς ἕξοντός ποτε, εἰ αἱροῖτο, πρόφασιν τὴν τοῦ ἄνακτος παρουσίαν, ὡς βίᾳ τῇ ἐκεῖθεν λαβόντος τὸ σχῆμα· μηδὲ γὰρ θέλειν ἐκ προαιρέσεως– ἐκεῖνον μὲν καὶ τί παθὼν διηρώτα μετασχηματίζεσθαι βούλοιτο καὶ εἰς τί βλέπων τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον αἱροῖτο· πλὴν οὐδείς, ἔλεγεν, ὁ κωλύσων, εἰ οὕτω βούλεται. Ἐκείνου δὲ τὰς αἰτίας συνείροντος καὶ τὴν τοῦ ὑπονοουμένου σκανδάλου δόξαν διὰ πολλῶν ἀναιροῦντος, ὁ βασιλεὺς διακόψας, ἐπεὶ καὶ τὰ τῆς λειτουργίας ἤνυστο, προσέρχεται μὲν τῷ λειτουργήσαντι καὶ σφραγίζεται, λαβὼν εἰς ἁγιασμὸν καὶ τὸ ἱερὸν κλάσμα, ἐκείνους δ’ ἀφείς, παραυτίκα ἐξέρχεται τοῦ νεώ, ὡς ὅ τι θέλοιεν, ἀπόντος ἐκείνου, πράξοντας. Ὁ δὲ καὶ οὕτως προσέρχεται καὶ τὸ σχῆμα δέχεται, Ἀθανάσιος ἀντ’ Ἀνδρονίκου ὀνομασθείς.
Γεώργιος Παχυμέρης, Συγγραφικαί Ιστορίαι, Failler, A. (ed.), Georges Pachymérès, Relations historiques 1 (CFHB 24/1, Paris 1984), σελ. 169.15-171.3.
Απόπειρα του Ανδρονίκου να επανέλθει στο μητροπολιτικό θρόνο:
Τῶν δ’ ἀρχιερέων, πλὴν τῶν προτέρων ἐκείνων, Μανουήλ τε τοῦ Θεσσαλονίκης καὶ τοῦ Σάρδεων Ἀνδρονίκου, οὐδεὶς ἄλλος ἦν ὁ σχιζόμενος. Τὸν δ’ Ἀνδρόνικον, ὡς καὶ κατὰ μοναχοὺς ἀποκαρείη, φθάσαντες εἴπομεν· ὃν καὶ ἐπὶ τῆς αὐτοῦ πατριαρχίας Ἀρσένιος, εὖ εἰδὼς ὡς δι’ ἐκείνου τὸ πρῶτον ἐξορισθέντα ὑπέδυ τὰ μοναχῶν ἐξεπίτηδες, ἤθελεν ἀνορθοῦν, ἀποθέμενον εὐθέως τὰ ῥάκη, ἀλλ’ οὐκ ἐξεγένετό οἱ εἰς τοῦτο καὶ τοὺς ἱεράρχας συμπείθειν. Ἐπειδὴ γὰρ ἐκεῖνος, τότε τῷ πατριάρχῃ κατ’ ἰδίαν κοινολογησάμενος, εὗρεν, εἰ μόνον θελήσοι καὶ ἡ σύνοδος, κατανεύοντα, ἐξελθὼν ἐκεῖθεν, ἔγνω πείρᾳ διδόναι τὸ πρᾶγμα. Καὶ δὴ κατὰ μίαν τῶν συνοδικῶν ἡμερῶν, συνεγνωκότος καὶ τοῦ πατριάρχου, μανδύαν τε ἀρχιερατικὸν περιβάλλεται καὶ ἐπὶ κεφαλῆς τὴν ἱερὰν ἐπιτίθεται κίδαριν καί, καθεσθεὶς ἔξω, καιρὸν ἐζήτει συνελθεῖν τῇ συνόδῳ, τῷ πατριάρχῃ συνεδρευούσῃ. Ὡς δ’ ἠγγέλλετο τῇ συνόδῳ τὰ περὶ τούτου περιμένοντος καὶ ἀρχιερατικῶς ἐστολίσθαι ἐμάνθανον, δεινὰ ἐποίουν καὶ οὐκ ἤθελον δέχεσθαι. Ὡς δέ τις ἐκείνων καὶ τὴν ἐπιστολὴν ἐνεφάνιζε τὴν ἐκείνου, ἐν ᾗ ἐπέγραφεν ἑαυτὸν οἰκείαις χερσὶν Ἀθανάσιον, αὐτίκα τῷ μὲν πατριάρχῃ τὴν τοῦ βοηθεῖν ὁρμὴν ἠμβλύσθαι καὶ τὸ ὑπὲρ ἐκείνου θερμὸν ἐψῦχθαι συνέβαινε, τῷ δ’ ἀνακοπέντι καθυφεῖναι τῆς πείρας καὶ ἀπραγμόνως ἐντεῦθεν διάγειν.
Γεώργιος Παχυμέρης, Συγγραφικαί Ιστορίαι, Failler, A. (ed.), Georges Pachymérès, Relations historiques 2 (Corpus Fontium Historiae Byzantinae 24/2, Paris 1984), σελ. 355.17-357.6.
Ο Παχυμέρης εξιστορεί την καθαίρεση του Ανδρονίκου Σάρδεων (1284):
Οὐ μὴν δὲ κατὰ Λάμψακον πρὸ τοῦ καὶ ἡ δίκη ἐπὶ μήκιστον χρόνον ἀργὸς ἦν, ὡς εἴθιστο τὰ πολλὰ διαμέλλουσα, ἀλλὰ τῷ ἀρχηγῷ τῶν τοιούτων, τῷ ἀπὸ Σάρδεων, κἂν οὐ παρῆν πραττομένων, παλίμπους οὖσα ἐξ ὑπερτέρας περιέστη χειρός. καὶ δὴ παρὰ μαθητοῦ αὐτοῦ τοῦ μοναχοῦ προσαγγέλλεται Γαλακτίωνος χείριστα καὶ φρονῶν καὶ λέγων κατὰ βασιλέως. ὡς δὴ καὶ ὑποπτευθεὶς τὰ μέγιστα πρὸς πολλὰ δίκαις καθοσιώσεως καθυπάγεται. τὸ δ’ ἐντεῦθεν ἁπάσαις τε λοιδοροίαις περιβληθεὶς καὶ ἐλεγμοῖς τοῖς εἰκόσιν, ὅτι καὶ μοναχὸς ὢν οὐκ ἔφριξεν ἀθετήσας τὸ σχῆμα καὶ πρὸς τὸν τῶν ἀρχιερέων μεταπηδήσας βαθμόν, καὶ τὰ δεινὰ παθὼν ἐκ πολλῶν, τέλος πυγμαῖς τε καὶ ὠθισμοῖς ἀνάρπαστος γεγονὼς ἔξω που τοῦ κοινοῦ συνεδρίου παρέρριπται, ὅτε καὶ ὁ Λαρίσσης Νίκανδρος τῆς Ἰωάννου χειροτονίας ὢν καὶ διὰ τοῦτο παρ’ ἐκείνου καθαιρεθείς, ἐκεῖσε παρὼν καί γ’ ἀτίμως ἐκεῖνον ἐκριφθέντα θεώμενος, λαβὼν μοναχικὸν ἐπιτύμβιον μεθ’ ὅσου μυκτῆρος καὶ χλευασμοῦ ἐπιτίθησιν. ὁ δὲ πρὸς τοῦτο μόνον ἐν ἑαυτῷ γεγονὼς (τὰ γὰρ πλεῖστα ἔξω νοὸς ἦν) ἐρρίπτει τε παρευθὺς ἐπισχὼν τὴν καλύπτραν ἐκ σφενδονῶν, καὶ ταῖς ὀξείαις βολαῖς τοῦ ἡλίου γυμνὴν ἐδίδου καθυπακούειν τὴν κεφαλήν. ὁ δὲ καὶ αὖθις ἀναλαμβάνων ἐπετίθει, καὶ αὖθις ἐκεῖνος ἀπέρριπτεν. καὶ τοῦτο πολλάκις γεγονός, γέλως ᾔρετο παρὰ τῶν παρόντων καὶ χλεύη καὶ ἐπιτίμησις οὐ μικρά. οἱ δέ γε προσεκτικώτεροι, ἀνάγοντες τὸν νοῦν πρὸς ἅπερ ἐκεῖνος ἐποίει τοὺς ἀρχιερεῖς πρότερον, ὁμοίαις δίκαις ὑποβάλλουσαν ἐκεῖνον κατενόουν τὴν πρόνοιαν.
Γεώργιος Παχυμέρης, Συγγραφικαί Ιστορίαι, Failler, A. (ed.), Georges Pachymérès, Relations historiques 3 (CFHB 24/3, Paris 1999), σελ. 65.7-66.14.