Περιγραφή της εκστρατείας του 838 σε βυζαντινό χρονικό
γεγονότος δὲ τοῦ βασιλέως εἰς πρόκενσον ἐν τῷ Βρύᾳ ἦλθεν αὐτῷ μήνυμα παρὰ τοῦ στρατηγοῦ τῶν Ἀνατολικῶν, ὡς ὁ πρωτοσύμβουλος ἐξελθὼν μετὰ πλήθους ἐκπορθῆσαι ἀπέρχεται τὸ Ἀμόριον. ὁ δὲ τὰ νενομισμένα τῷ τε στρατῷ καὶ τοῖς ἄρχουσι ποιήσας συντόμως μέχρι Καππαδοκίας ἐξήλασεν. ὁ δὲ ἀμερμουμνῆς ἀποχωρίσας πεντήκοντα χιλιάδας λαοῦ καὶ τὸν Σουδεῆ, ὀνομαστότατον ἐπὶ τοῖς Ἀγαρηνοῖς ὄντα ἐπί τε ἀνδρείᾳ καὶ φρονήσει, δοὺς αὐτοῖς κεφαλὴν ἀπέστειλε κατὰ τοῦ βασιλέως. συμβαλόντων δὲ πόλεμον ἡττηθεὶς ὁ βασιλεὺς ἔφυγεν καὶ μετ’ αἰσχύνης ὑπέστρεψε μόλις διασωθείς. ὁ δὲ ἀμερμουμνῆς ἀπελθὼν μετὰ δυνάμεως πολλῆς περιεχαράκωσε τὸ Ἀμόριον καὶ πολέμους πολλοὺς ποιήσας οὐκ ἴσχυσεν αὐτὸ ἐκπορθῆσαι, γενναίως καὶ σταθερῶς ἀγωνιζομένων τῶν ἔνδοθεν. μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσόφου ἦν ἐν τῷ κάστρῳ, καὶ βουληθέντος ὑποχωρῆσαι τοῦ αμερμουμνῆ διά τινος ἐμήνυσεν ὁ αὐτὸς ἀστρονόμος, ὅτι εἰ προσκαρτερήσεις δύο ἡμέρας τῷ κάστρῳ, ἐκπορθεὶς ἡμᾶς· ὃ καὶ γέγονεν· προεδόθη γὰρ ὑπό τε τοῦ λεγομένου Βοϊδίτζη και τοῦ Μανικοφάγου. κατεσχέθησαν δὲ τῶν ὀνομαστῶν ἄνδρες οὐκ ἀγεννεῖς, ἀπελθόντες ἐν Συρίᾳ αἰχμάλωτοι· Θεόφιλος ὁ πατρίκιος, καὶ στρατηγοὶ ὅ τε Μελισσηνὸς καὶ ὁ Ἀέτιος καὶ Θεόδωρος πρωτοσπαθάριος, εὐνοῦχος, ὁ Κρατερός, καὶ Κάλλιστος τουρμάρχης καὶ Κωνσταντῖνος δρουγγάριος καὶ Βασόης ὁ δρομεὺς καί τινες ἄρχοντες τῶν ταγμάτων, οἳ παρὰ τοῦ πρωτοσυμβούλου ἀναγκασθέντες ἀρνήσασθαι τὴν αὐτῶν πίστιν καὶ τοῦτο μὴ πεισθέντες ξίφει τὰς ἑαυτῶν κεφαλὰς ἀπετμήθησαν, ἀντὶ τῆς προσκαίρου ζωῆς τὴν αἰώνιον ἀγαπήσαντες.
Συμεών Μάγιστρος, Χρονικόν, επιμ. S. Wahlgren, Symeonis Magistri et Logothetae Chronicon (Corpus Fontium Historiae Byzantinae 44/1, Berlin-New York 2006), σελ. 226.225 - 227.248.
Ο Βυζαντινός ιστορικός Ιωάννης Σκυλίτζης περιγράφει την αραβική εκστρατεία του 838
ὁ δ’ ἀμερμουμνῆς τοσοῦτον ἐτρώθη τὴν ψυχὴν ἐπὶ τῇ καταλήψει τῆς ἐκπορθηθείσης πατρίδος αὐτοῦ, ὡς πανταχοῦ θεσπίσαι πᾶσαν ἡλικίαν ἔκ τε Βαβυλῶνος καὶ Φοινίκης καὶ Παλαιστίνης καὶ Συρίας, ἔτι δὲ καὶ τῆς πορρωτέρω Λιβύης ἀθροίζεσθαι. πάντα δὲ τὸν στρατευόμενον γράφειν ἐπὶ τῆς οἰκείας ἀσπίδος Ἀμώριον, τὴν κατ’ αὐτοῦ ὁρμὴν αἰνιττόμενος. συνήχθη γοῦν αὐτῷ πᾶς ὁ στρατὸς ἀνὰ τὴν Ταρσόν. ἐπεξῄει δὲ καὶ ὁ Θεόφιλος κατὰ τὸ Δορύλαιον, τριῶν ἡμερῶν ὁδὸν Ἀμωρίου ἀπέχον. πολλῶν οὖν συμβουλευόντων μετοικίσαι τὸν ἐν Ἀμωρίῳ οἰκοῦντα λαὸν καὶ ὑπενδοῦναι τῇ ἀσχέτῳ φορᾷ τῶν Σαρακηνῶν, τοῦτο μὲν ἄδοξον ἐδόκει τῷ Θεοφίλῳ καὶ ἄνανδρον, καλὸν δὲ καὶ πρὸς ἀνδρείαν εὔοδον τὸ μᾶλλον ἐποχυρῶσαι αὐτὸ καὶ στρατηγοῦ γενναίου διασῶσαι βουλαῖς. ἐξαπέστειλε γοῦν Ἀέτιον τὸν πατρίκιον καὶ τῶν Ἀνατολικῶν στρατηγόν, δοὺς αὐτῷ καὶ χεῖρα ἀρκοῦσαν εἰς ἀποτροπὴν τῶν ἐχθρῶν. ἐδίδου δὲ καὶ ἡγεμόνας τοῦ λαοῦ τοὺς μετὰ βραχὺ μαρτυρήσαντας, Θεόδωρον τὸν Κρατερὸν καὶ Θεόφιλον καὶ τὸν Βαβούτζικον καὶ τοὺς λοιπούς, οἵτινες οὐ μόνον τοῦ πεμφθέντος τότε λαοῦ, ἀλλὰ καὶ τῆς φάλαγγος τῶν τεσσαρακονταδύο μαρτύρων γεγόνασιν ἀρχηγοί. ὡς δὲ κατὰ τὴν Ταρσὸν ἐπέστη μετὰ παντὸς τοῦ λαοῦ ὁ τῶν Σαρακηνῶν ἡγεμών, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ καὶ μαντευσάμενος δέον ἔκρινε, μὴ εὐθέως χωρεῖν πρὸς Ἀμώριον, ἀποπειράσασθαι δὲ πρότερον τῆς τοῦ βασιλέως δυνάμεως διὰ τοῦ υἱοῦ αὐτοῦ, μέρος λαβόντος <τοῦ στρατοῦ>, τοῦτο λογισάμενος, ὡς εἰ περιγένηται τοῦ βασιλέως οὗτος, ἕψεται πάντως ἡ νίκη καὶ τῷ πατρί, εἰ δὲ μή, βέλτιον ἡσυχάζειν. ταῦτα βουλευσάμενός τε καὶ κρίνας ἐξέπεμψε τὸν υἱόν, λαβόντα μεθ’ ἑαυτοῦ καὶ Ἄμερα τὸν τηνικαῦτα διέποντα τὴν Μελιτηνὴν καὶ Τούρκους ὡσεὶ χιλιάδας δέκα καὶ πᾶσαν τὴν ἐξ Ἀρμενίων στρατιὰν καὶ τὸν ἄρχοντα τῶν ἀρχόντων. ὃς κατὰ τὸν λεγόμενον Δαζιμῶνα γενόμενος παρεμβολὴν ἐπήξατο. ἀπῄει γοῦν καὶ ὁ Θεόφιλος κατ’ αὐτοῦ στρατόπεδον ἐπαγόμενος οὐκ ἀγεννές, ἔκ τε Περσῶν καὶ τῶν δυτικῶν καὶ τῶν πρὸς ἀνίσχοντα ἥλιον συνιστάμενον. γενόμενος δὲ κατὰ τὸν οὕτω καλούμενον χῶρον Ἀνζῆν ἐπεθύμει κατασκοπεῦσαι πρὸ τοῦ πολέμου καὶ τῆς προσβολῆς τὸ τῶν ἐναντίων ἄθροισμα. εἴς τινα δὲ ὑψηλοτάτην περιωπὴν ὑπὸ τοῦ δομεστίκου τῶν σχολῶν ἀνενεχθεὶς Μανουὴλ κατεσκόπει τὸ πλῆθος τῶν ἐναντίων καί πως ἐκ στοχασμοῦ βαρύτερον ἐδόκει τὸ τῶν Σαρακηνῶν πλῆθος. ἀλλ’ ὁ Μανουὴλ· «μὴ πρὸς τὸ πλῆθος, ὦ βασιλεῦ, ἀπόβλεπε, πρὸς δὲ τὸν ἐκ τῶν δοράτων καλαμῶνα τῶν ἀμφοτέρων.» ἐπεὶ δὲ ἰσχυρότερος ἐδόκει ὁ τῶν ἐναντίων στρατός, ἐβουλεύετο, ὅπως ἂν αὐτοῖς ἐπίθηται μετὰ δόλου. ὁ μὲν οὖν Μανουὴλ ἅμα τῷ Θεοφόβῳ νυκτὸς ἐπιθέσθαι τούτοις παρῄνει, οἱ δ’ ἄλλοι τῶν στρατηγῶν ἡμέρας τὴν συμβολὴν γενέσθαι προέτρεπον, οἷς ἐπέπειστο καὶ ὁ βασιλεύς. ταύτης δὲ ἐπικρατεστέρας γενομένης τῆς γνώμης, ὡς ἤδη ἡ ἡμέρα ἐπέλαμπε, μάχη συρρήγνυται φοβερά. καὶ τῶν βασιλικῶν ταγμάτων ἐκθύμως ἀγωνισαμένων οἱ Ἰσμαηλῖται ἐνέκλιναν εἰς φυγήν. τῶν δὲ Τούρκων ἐπιμόνῳ χρωμένων τῇ τοξείᾳ, καὶ τὸ καταδιῶκον τῶν ῾Ρωμαίων ἀνακεκρουκότων, παλίντροπον συνέβη γενέσθαι τὴν μάχην. μὴ δυνάμενοι γὰρ οἱ ῾Ρωμαίοι τὰ Τούρκων φέρειν τοξεύματα τῷ βάλλεσθαι καρτερῶς νῶτα δόντες τὸν βασιλέα κατέλιπον. οὐ μὴν οἱ τῶν ταγμάτων ἔξαρχοι, οὐδ’ οἱ Πέρσαι τοῦτο δρᾶσαι ἠνέσχοντο, ἀλλὰ περιστάντες τὸν βασιλέα εὐρώστως σῴζειν ἠπείγοντο. καὶ κἂν ἀπώλοντο πανδημεί, εἰ μὴ νὺξ ἐπῆλθε καὶ βραχὺς ἐξ οὐρανοῦ κατενεχθεὶς ὑετὸς τὰς μὲν νευρὰς τῶν τόξων χαλαρὰς εἰργάσατο, τοῖς δὲ ῾Ρωμαίοις ἄνεσιν τὴν ἐκ τῶν βελῶν περιεποίησε καὶ σωτηρίας ἐνέδωσεν ἀφορμάς. βαθείας δὲ νυκτὸς γενομένης, ὡς ἠσχόλητο περὶ τὰς φυλακὰς ὁ Μανουήλ, γλώττῃ πως ᾔσθετο τῇ Σαρακηνῶν τοὺς Πέρσας τοῖς Σαρακηνοῖς σπενδομένους καὶ τὸ στράτευμα τῶν ῾Ρωμαίων προδοῦναι καὶ πρὸς τὴν ἐνεγκοῦσαν παλινδρομῆσαι. δῆλα γοῦν εὐθὺς ταῦτα ποιεὶ τῷ βασιλεῖ καὶ σῴζειν ἑαυτὸν μετὰ τῶν λογάδων ἠξίου, καὶ μὴ περιμένειν τὴν ἅλωσιν. τοῦ δὲ βασιλέως «καὶ πῶς τοῦτο ἔσεται» ἐπερωτήσαντος, «τῶν δι’ ἐμὲ προσμεινάντων ἀπολομένων;» ὑπολαβὼν ὁ Μανουὴλ «σοὶ μόνον ἔστω, βασιλεῦ;» ἔφη, «τὸ σῴζεσθαι ἐκ θεοῦ, οὗτοι δὲ ταχέως τὰ κατ’ αὐτοὺς διοικήσουσιν.» ὀψὲ γοῦν κατὰ τὸ περίορθρον τοῦ βασιλέως φυγῇ χρησαμένου καὶ πρὸς τὸ λεγόμενον Χιλιόκωμον διασωθέντος οἱ λειποτάκται ὑπήντων αὐτῷ καὶ ἀναξίους ἑαυτοὺς ἔφασκον τῆς ζωῆς, βασιλέα ἐν πολέμῳ καταπροέντες, καὶ ἅμα τοῖς ἑαυτῶν ἐγυμνοῦντο ξίφεσιν. ἀλλ’ ὁ Θεόφιλος τῷ θεάματι τρωθεὶς τὴν ψυχήν, «εἰ ἐγώ», φησί, «σέσῳσμαι ἐκ θεοῦ, σώθητε καὶ ὑμεῖς.» αὕτη ἡ τῶν Περσῶν πρὸς τοὺς ἐξ Ἄγαρ κοινολογία τοῖς Θεοφόβου ἐχθροῖς καὶ θάνατον αὐτοῦ ψηφιζομένοις δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὴ εὔκαιρος εἰς διαβολήν. τῷ δ’ ἀμερμουμνῇ ἀκηκοότι τὴν νίκην ἔδοξε μὴ μέλλειν, ἀλλ’ ἀπιέναι πρὸς τὸ Ἀμώριον. ἀγείρας οὖν τό τε οἰκεῖον στράτευμα, καὶ τῷ υἱῷ ἐπιστείλας παραπλησίως ποιεῖν, εἴχετο τῆς ὁδοῦ. ἑνωθέντων οὖν τῶν στρατευμάτων χάραξ τε ἐπήγνυτο ὀχυρὸς καὶ ἡ πόλις τάφρῳ βαθείᾳ ἐστεφανοῦτο καὶ ἡ πολιορκία ἔμπρακτος καὶ ἐνεργὸς ἐγίνετο, τῶν μὲν Τούρκων ἐπιμόνοις καὶ συνεχέσι χρωμένων τοξεύμασι, τῶν δὲ Σαρακηνῶν τὰς ἑλεπόλεις προσαγόντων τοῖς τείχεσι, τῶν δ’ ἔνδον τοῦ τείχους ἐναπειλημμένων ῾Ρωμαίων εὐψύχως καὶ ἡρωϊκῶς ἀγωνιζομένων καὶ τὰ τῆς πολιορκίας ἀποκρουομένων εὐπετῶς ὄργανα. ἡ μὲν οὖν πολιορκία τῆς πόλεως ἐκ διαδοχῆς ἐνηργεῖτο καὶ συνεχὴς ἦν καὶ ἀδιάκοπος, Θεόφιλος δὲ ἐκ τῆς τροπῆς μόλις διαφυγῶν καὶ πρὸς τῷ Δορυλαίῳ γενόμενος ἐκεῖσε προσεκαρτέρει, τὴν ἔκβασιν ἐκδεχόμενος. ἀπεπειρᾶτο τῆς τοῦ ἀμερμουμνῆ γνώμης, εἴ πως δυνηθείη τοῦτον μεταστῆσαι τῆς πολιορκίας. ἐκπέμπονται οὖν πρεσβευταὶ μετὰ δώρων τιμίων καὶ ὑποσχέσεων οὐκ ὀλίγων τοῦτον ἐκδυσωπήσοντες, οἳ δὴ καὶ τὸ στρατόπεδον καταλαβόντες τῶν Σαρακηνῶν καὶ εἰς ὄψιν τῷ ἄρχοντι καταστάντες τὰ παρὰ τοῦ βασιλέως μηνυθέντα παρίστων. ὁ δὲ θυμῷ κατεχόμενος ἀσχέτῳ διὰ τὴν τῆς πατρίδος ἅλωσιν τὸν μὲν βασιλέα τῆς δειλίας κατεκερτόμει, ἐξουθένει δὲ καὶ τὴν πρεσβείαν καὶ ἐκωμῴδει καὶ τοὺς πρεσβευτὰς ἐν δεσμοῖς κατεῖχε, περιμένων τὴν τῆς πράξεως ἔκβασιν. τὴν δὲ πολιορκίαν ἐπὶ πλέον ἐπέτεινεν εἰς πολλὰ μέρη διελὼν τὸν στρατὸν καὶ ἐκ διαδοχῆς τὰς προσβολὰς ποιούμενος, ἵνα τῷ πλήθει καὶ τῇ ἀκμαιότητι τῶν ὑπαλλατομένων ἀποκαμόντες οἱ ἔνδον καὶ πρὸς τοὺς πόνους ἀπειρηκότες ἐνδώσουσι. καρτερῶς δὲ καὶ τῶν ἔνδον ἀμυνομένων ἄπρακτοι αἱ ἐπιχειρήσεις τῆς πολιορκίας ἐγίνοντο. καὶ κἂν διέφυγεν ἡ πόλις τὴν ἅλωσιν, εἰ μή τις τῶν εἴσω δώροις ὑποκλαπεὶς καὶ τὴν τῶν Χριστιανῶν ἐξομοσάμενος πίστιν, διά τινα φιλονικείαν εἰς τοσοῦτον κίνδυνον ὀλισθήσας, προδοσίᾳ προὔδωκε τὴν πατρίδα. Βοϊδίτζης κλῆσις τῷ ἀνδρί. οὗτος γὰρ λάθρᾳ τοῖς Σαρακηνοῖς ἐντυχών, καὶ ἔνθα τὸ τεῖχος εὐέφοδον ἦν ποιεῖσθαι τὰς προσβολὰς ὑποθέμενος, αἴτιος γέγονε τοῦ τὴν πόλιν ἁλῶναι. ἧς δὴ πολέμου νόμῳ ληφθείσης ποῖος ἱκανὸς λόγος ἐξειπεῖν τὸ πλῆθος τῶν ἀναιρεθέντων καὶ τῶν αἰχμαλωτισθέντων; θυμῷ γὰρ βαλλόμενοι οἱ Σαρακηνοὶ διὰ τὸ πολλοὺς τῶν ἐπιφανῶν κατὰ τὸν καιρὸν τῆς πολιορκίας ἀναιρεθῆναι οὐδένα οἶκτον τῶν προστυχόντων ἐλάμβανον, ἀλλ’ ἀνῃροῦντο μὲν ἄνδρες, ἤγοντο δὲ γυναῖκες σὺν μειρακίοις καὶ νεανίσκοις, ἐπυρπολοῦντο τὰ κάλλιστα τῶν οἰκημάτων, καὶ ἐν οὐ μακρῷ τῷ χρόνῳ ἡ τῶν ἑῴων πόλεων διαπρεπεστέρα ἐκλελειμμένον ἐδείκνυτο ἐρείπιον. ἤγοντο δὲ ζωγρίαι καὶ οἱ τῶν στρατευμάτων ἐξάρχοντες, Κάλλιστός τε καὶ Κωνσταντῖνος καὶ Θεόδωρος ὁ Κρατερὸς οἱ πατρίκιοι καὶ ἄλλοι πλεῖστοι τῶν ἐν στρατηγίαις διαφανῶν, μεγίστοις ἐμπρέποντες ἀξιώμασιν. οὕτω δὲ χειρωθείσης τῆς πόλεως τοὺς πρέσβεις ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς τῶν πραχθέντων ἕκαστον ἐπισκοπῆσαι ἐγκελευσάμενος, ὥσπερ τις ἐντρυφῶν καὶ ἐνευωχούμενος τοῖς πραχθεῖσιν, αὐταγγέλους τῆς συμφορᾶς ἐκπέμπει τῷ βασιλεῖ. οὓς πάλιν ἐκεῖνος πρὸς τὸν ἀμερμουμνῆν ἐξαπέστειλεν, ἀποδοθῆναί οἱ ζητῶν τούς τε ληφθέντας διαφανεῖς ἄνδρας ἐν τῇ πολιορκίᾳ καὶ τοὺς κατὰ γένος αὐτῷ προσήκοντας καὶ τοὺς λοιποὺς αἰχμαλώτους, εἴκοσιν ἐπὶ τέτταρσι κεντηνάρια δώσειν ὑπισχνούμενος ὑπὲρ λύτρων αὐτῶν. ὁ δὲ τὴν πρεσβείαν δεξάμενος πάλιν μεθ’ ὕβρεων τοὺς πρέσβεις ἀπέπεμψεν, ἀνόητος ἂν εἶναι εἰπών, εἰ χίλια καταναλώσας κεντηνάρια ἐπὶ συλλογῇ τοῦ οἰκείου στρατοῦ τοσούτων ἀποδώσει τοὺς ἡλωκότας κεντηναρίων.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, επιμ. I. Thurn, Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), σελ. 74.24 - 79.49.