|
|
|
|
|
Παραθέματα
|
|
Ο Λιβάνιος για τον λιμό του 384 στην Αντιόχεια
1. οὗτος ἐν λιμῷ κατειλήφει τὴν πόλιν. τοῦτον μείζω τὸν λιμὸν ἐποίουν αἱ κατὰ τῶν σιτοποιῶν ἀπειλαί. εἶθ’ οἱ μὲν ἀποδράντες ἔσωζον ἑαυτούς, ἄρτος δὲ οὐδαμοῦ, πυροῦ δὲ ἐλπίδες, καὶ κακῶς δ’ ἂν ποιήσειε τὸ πεινῆν. ἡ μὲν οὖν πόλις οὐδὲν διέφερε χειμαζομένης νεώς, ἐγὼ δὲ εἰσδραμὼν παρὰ τὸν ἄρχοντα μετὰ πόνου μέν, παύω δ’ οὖν βλαβερὰν φιλονεικίαν. ἀπιστία δὲ εἶχε τοὺς σιτοποιούς, ὡς οὐχ ἁλώσονται φανέντες, καὶ ἅπασαι ὑποσχέσεις ἀσθενεῖς πλὴν μιᾶς τῆς ἐμῆς. (227.) ὡς δὲ εἶπον δεῖν θαρρεῖν ἐκβαλόντας τὸ δέος καὶ ἧκεν οὗτος εἰς τὰ ὄρη τε καὶ τὰς νάπας ὁ λόγος, ἦσαν πρὸ ἑσπέρας ἐν τοῖς αὑτῶν ἕκαστος, καὶ πρᾶγμα οὐκ ἂν ἐλπισθὲν ἕωθεν ἑωρᾶτο, δρόμος οὐδεὶς ἐπ’ ἄρτους· αἴτιον δὲ τὸ πλῆθος αὐτῶν. τοῦτο μετὰ τῆς Τύχης πεπρᾶχθαί μοι φαίην ἄν. διὸ τῶν ελειτουργηκότων χρησιμώτερος ἐκεκρίμην τῇ πόλει· τοὺς μὲν γὰρ ἐν σωζομένῃ πεποιῆσθαι τῇ πόλει τὴν δαπάνην, ὑπ’ ἐμοῦ δὲ αὐτὴν σεσῶσθαι.
Λιβάνιος, Orat. I 226-227, R. Foerster (ed.), Libanii opera 1.1.
2. Ἕτερον τοίνυν ἀκούσατε. τοῦ λιμοῦ τὴν πόλιν ἡμῖν πτωχῶν ἐμπεπληκότος, ὧν οἱ μὲν ἐκ τῶν ἀγρῶν ἀνέστησαν οὐκ οὔσης αὐτοῖς οὐδὲ πόας ἔν γε χειμῶνι, οἱ δὲ πόλεις τὰς αὑτῶν καταλελοίπεσαν, καὶ βοηθείας αὐτοῖς τινος ἐκ τοῦ δικαστηρίου παρὰ τῆς Εὐμολπίου φιλανθρωπίας εὑρημένης παρακαλούμενος ὑπ’ ἐμοῦ πρὸς τὰ αὐτὰ δεινὸν εἶναι λέγοντος, εἰ τῆς ἐλάττονος ἀρχῆς ἡ μείζων ἐν τοιούτῳ καιρῷ φανεῖται χείρων,
Λιβάνιος, Orat. XΧVII, 6, R. Foerster (ed.), Libanii opera 2.
|
|
|
|
|
|