Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Σκληροί

Συγγραφή : Στουραϊτης Ιωάννης (10/10/2003)

Για παραπομπή: Στουραϊτης Ιωάννης, «Σκληροί», 2003,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=6151>

Σκληροί (19/3/2009 v.1) Skleros family  - δεν έχει ακόμη εκδοθεί 

Παραθέματα

 

Η πρώτη μνεία μέλους της οικογένειας των Σκληρών (αρχές 9ου αιώνα):

Μόνου δὲ τοῦ ἀνατολικοῦ μέρους τῆς Πελοποννήσου ἀπὸ Κορίνθου καὶ μέχρι Μαλαίου τοῦ Σθαβινοῦ ἔθνους διὰ τὸ τραχὺ καὶ δύσβατον καθαρεύοντος, στρατηγὸς Πελοποννήσου ἐν αὐτῷ τῷ μέρει ὑπὸ τοῦ ῾Ρωμαίων βασιλέως κατεπέμπετο. Εἷς δὲ τῶν τοιούτων στρατηγῶν, ὁρμώμενος μὲν ἀπὸ τῆς μικρᾶς Ἀρμενίας, φατριᾶς δὲ τῶν ἐπονομαζομένων Σκληρῶν, συμβαλὼν τῷ Σθαβινῷ ἔθνει πολεμικῶς εἷλέ τε καὶ ἠφάνισε εἰς τέλος, καὶ τοῖς ἀρχῆθεν οἰκήτορσι ἀποκαταστῆναι τὰ οἰκεῖα παρέσχεν.

Χρονικόν της Μονεμβασίας, Lemerle, P. (ed.), “Le chronique impropement dite de Monemvasie: Le contexte historique et légendaire”, Revue des Études Byzantines 21 (1963), σελ. 10.55-61.

Αναφορά στο Λέοντα Σκληρό, στρατηγό Πελοποννήσου (αρχές 9ου αιώνα):

καὶ λοιπὸν πάντας ἀνεκαλέσατο εἰς οὕσπερ Νικηφόρος ἐχθρωδῶς διέκειτο, καὶ ἐξέβαλε τοῦ παλατίου τῆς Θεοδότης τοὺς ἀδελφοὺς ὄντας πατρικίους καὶ Λέοντα τὸν ἐπιλεγόμενον τοῦ Σκληροῦ, καὶ ἐποίησεν αὐτὸν στρατηγὸν εἰς Πελοπόννησον.

Περί Λέοντος Αρμενίου, Bekker, I. (ed.), Leonis Grammatici Chronographia (Bonn 1842), σελ. 336.5-9.

Μνεία του Νικήτα Σκληρού σε χρονογραφικό έργο της εποχής:

οὓς ἰδὼν ὁ βασιλεύς, καὶ θυμοῦ πλησθείς, Νικήταν τὸν ὀνομαζόμενον Σκληρὸν ἐν τῷ Δανουβίῳ ποταμῷ μετὰ δρομώνων ἐξαπέστειλεν, δοῦναι δῶρα τοῖς Τούρκοις ὥστε τὸν Συμεὼν καταπολεμῆσαι. ὁ δὲ τούτοις συντυχὼν καὶ πείσας κατὰ Συμεὼν ὅπλα ἄρασθαι, ὁμήρους λαβὼν παρ’ αὐτῶν πρὸς βασιλέα ὑπέστρεψεν.

Συνεχισταί Θεοφάνους, Χρονογραφία, Bekker, I. (επιμ.), Theophanes Continuatus (Bonn 1838), σελ. 358.7-12.

Ο ιστορικός Λέων Διάκονος περιγράφει την καταστολή της στάσης του Βάρδα Φωκά από τον εξ αγχιστείας συγγενή του Βάρδα Σκληρό (970):

τῶν οὖν τοιούτων ἀπονενοημένων λόγων ὁ αὐτοκράτωρ Ἰωάννης ἐνωτισθεὶς, καὶ γνοὺς, ἀνίατα τὸν ἄνδρα νοσεῖν, ἠπειγμένον τε πρὸς διαρπαγὰς καὶ φόνους μετὰ τῶν ἐπισπομένων συνωμοτῶν ἀπηνῶς καὶ ἀφιλανθρώπως χωρεῖν, συνεῖδε, μηκέτι διαμέλλειν ἢ ῥᾳθυμεῖν, ὡς μὴ τῇ τοιαύτῃ ῥᾳστώνῃ καιρὸν σχοίη τὸ τοῦ ἀποστάτου ἑταιρικὸν, καὶ πόλεις πορθεῖν, καὶ εἰς μείζονα ἐξολισθήσοι ἀπόνοιαν· ἀλλ’ ἐκ τῶν ἐνόντων, ὅποι παρείκοι, ἀντικαθίστασθαι κραταιῶς, καὶ τοὺς πελάτας ἀμύνεσθαι. Βάρδαν οὖν, τὸν κατ’ ἐπωνυμίαν Σκληρὸν, ἄνδρα λίαν ἐκτόπως νεανικὸν καὶ δραστήριον, οὗ τὴν σύναιμον Μαρίαν κοινωνὸν ἔσχε βίου τὸ πρόσθεν ὁ Ἰωάννης, κάλλει καὶ σωφροσύνῃ ἐς μέγα κλέους ἥκουσαν (ἔφθη δὲ ταύτην ὁ πικρὸς κατεργασάμενος θάνατος)· τοῦτον ἐν Μαγίστροις τελοῦντα καὶ τῶν ἐπὶ Θρᾴκης στρατευμάτων ἐπιστατοῦντα, καὶ τὴν τῶν ῾Ρῶς σφαδάζουσαν κατὰ τῶν ῾Ρωμαίων ἐπήλυσιν γενναίως ἀποτειχίζοντα, μετὰ τὴν ἀριστείαν, ἣν ἔναγχος ἀνεδήσατο τοὺς Σκύθας τρεψάμενος, ᾗπέρ μοι ἤδη δεδήλωται, μεταπεμψάμενος ὁ βασιλεὺς καὶ στρατηλάτην ἀνακηρύξας κατὰ τῶν στασιωτῶν, ἐς τὴν Ἀσίαν ἐξέπεμψεν· ἐντειλάμενος, εἰ οἷόν τε εἶναι, μὴ μιᾶναι τὴν γῆν, ὅτι μὴ πᾶσα ἀνάγκη, τῷ τῶν ὁμοφύλων αἵματι· ἀλλὰ τιμῶν ὑποσχέσεσι καὶ χρημάτων διανομαῖς καὶ πίστεσιν ἀπαθείας ὑπαγάγεσθαι τοὺς τῷ ἀποστάτῃ συναπαχθέντας. ἐνεχείριζε δὲ αὐτῷ καὶ τόμους, κατασεσημασμένους ἐκ χρυσοῦ σφραγῖσι βασιλικαῖς, οἷς ἐνεγέγραπτο ταξιάρχων καὶ στρατηγῶν καὶ Πατρικίων τιμαί. τούτοις ἐγκελευσάμενος δεξιοῦσθαι τοὺς γνωσιμαχοῦντας, καὶ ἀθετοῦντας τὴν τοῦ τυράννου αυθεντίαν, καὶ πρὸς τὴν τοῦ βασιλέως ἀποκλίνοντας δούλωσιν. ὁ δὲ Σκληρὸς, τὸν Βόσπορον περαιωθεὶς καὶ κατειληφὼς τὸ Δορύλαιον, ἐνταῦθα τὸν στρατὸν ἀνεκαλεῖτο, καὶ ἐς φάλαγγα καθίστη, καὶ ταῖς καθ’ ἡμέραν μελέταις ἐγύμναζεν. ἤδη δὲ καὶ ἀποχρῶσαν ὁρῶν τὴν ἐπισυναχθεῖσαν στρατιὰν, ὡς εἶναι ἱκανὴν ἐξ ἀντιπάλου παρατυχὸν τοῖς ἐναντίοις συμπλέκεσθαι, τῷ Δουκὶ Βάρδᾳ καὶ συγκηδεστῇ (ἀδελφὴν γὰρ τοῦ Φωκᾶ Κωνσταντῖνος Πατρίκιος, ὁ τοῦ Σκληροῦ σύναιμος, σύζυγον εἶχε) δηλοῖ ταῦτα.

Λέων Διάκονος, Ιστορία, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), σελ. 116.16, 118.3.

Ο ρόλος του Βάρδα Σκληρού στην καταστολή της στάσης του Βάρδα Φωκά, όπως περιγράφεται στο ιστορικό έργο του Ιωάννη Σκυλίτζη:

διαβὰς δὲ ὁ Σκληρὸς τὴν Ἀσίαν κἀν τῷ Δορυλαίῳ γενόμενος πρῶτον μὲν ἀπεπειρᾶτο τοῦ Φωκᾶ και τῶν τούτῳ συναιρομένων, εἴ πως δυνηθείη αὐτοὺς ἀγαθῶν ὑποσχέσεσιν ἀποστῆναι πεῖσαι τῶν βεβουλευμένων (καὶ γὰρ δὴ καὶ παραγγελίαν εἶχεν ἐκ βασιλέως, ὡς ἀνυστὸν ἀγωνίσασθαι ἐμφυλίου αἵματος καθαρὰς διατηρῆσαι τὰς χεῖρας)· ὡς δ’ ἀνηνύτοις ἔγνω ἐπιχειρῶν (ἐθρασύνοντο γὰρ μᾶλλον, ἢ ἐχαυνοῦντο ταῖς πρεσβείαις οἱ ἀποστάται), ἔργου ἤδη ἅπτεσθαι ἔκρινε, καὶ τὸν στρατὸν ἀγείρας ἀπῄει πρὸς τὴν Καισάρειαν. ὅπερ οἱ σὺν τῷ Φωκᾷ ἐγνωκότες, καὶ τὸ ἐπ’ ἀδήλοις ἐλπίσιν ὀχεῖσθαι ἐάσαντες καὶ τὰ ἐν χερσὶ προτιμήσαντες, τὰς ἐκ τοῦ βασιλέως διδομένας αὐτοῖς δωρεὰς δεξάμενοι νυκτὸς ἐπιγενομένης αὐτομολοῦσι πρὸς τὸν Σκληρόν, πρῶτος μὲν ὁ Διογένης Ἀδράλεστος, εἶτα καὶ ὁ Ἀμπελᾶς καὶ οἱ τοῦ Θεοδούλου παῖδες, οἱ καὶ τὸ πᾶν τῆς ἀποστασίας προκαταρτύσαντες καὶ ἐφεξῆς τὸ λοιπὸν ἅπαν πλῆθος, ὡς μόνον ἀθρόον μετὰ τῶν ἑαυτοῦ θεραπόντων περιλειφθῆναι τὸν Φωκᾶν. πάσης δὲ βοηθείας ἔρημος οὗτος ἀπολειφθεὶς καὶ ἀνίᾳ βαπτισθεὶς καὶ λύπῃ κατὰ τῶν παρακινησάντων, εἶτα προδεδωκότων, κατηνέχθη πρὸς ὕπνον ἤδη νυκτὸς ἐπιστάσης. ἔδοξεν οὖν ὑπνώττων ἀγανακτεῖν καὶ ἀλύειν καὶ περὶ τῶν ἀδικησάντων διαλέγεσθαι τῷ θεῷ· «δίκασον κύριε», λέγων, «τοὺς ἀδικοῦντάς με». ἐν ᾧ δὲ ἔμελλε καὶ τὰ ἑπόμενα εἰπεῖν τοῦ ψαλμοῦ, ἤκουσε φωνῆς λεγούσης μὴ περαιτέρω προβῆναι. ἔφθασε γὰρ ὁ Σκληρὸς προειληφέναι τὸ ἐπίλοιπον τῆς ᾠδῆς. διαναστὰς οὖν σύντρομος, ὡς ἔγνω πάσης ἐλπίδος ὠλισθηκώς ὡς εἶχεν ἐξιππασάμενος μετὰ τῶν περὶ αὐτὸν πρὸς τὸ φρούριον ἔφευγε τὸν Τυροποιόν. γνωσθέντος δὲ τοῦ δρασμοῦ τῷ μαγίστρῳ Βάρδᾳ τῷ Σκληρῷ, ἱππεῖς ἀπεστέλλοντο εὔζωνοι καταταχῆσαι καὶ καταλαβεῖν αὐτὸν πρὸ τοῦ εἰς τὸ φρούριον εἰσελθεῖν. οἵτινες συντόνῳ χρησάμενοι τῇ διώξει καταλαμβάνουσιν αὐτὸν κατὰ τὸ πεδίον καὶ μέλλοντα ὅσον οὐδέπω ταῖς τοῦ φρουρίου προσεγγίζειν ὑπωρείαις. εἷς δὲ τούτων τόλμῃ προφέρων τῶν ἄλλων καὶ γενναιότητι, τοὔνομα Κωνσταντῖνος, Χάρων τὴν προσηγορίαν, τοὺς ἄλλους κατόπιν λιπὼν μετὰ συντονίας ἐπήρχετο τῷ Φωκᾷ, ὄπισθεν οὐραγοῦντι τῶν ἑαυτοῦ, καὶ ἤν τις ἐπίῃ δέξασθαι προθύμως παρεσκευασμένῳ. τοῦτον πόρρωθεν ἰδὼν καὶ γνωρίσας ὁ Χάρων ὕβρεσιν ἀσέμνοις καὶ ἀπρεπέσιν ἔβαλλεν, ἀγεννῆ καὶ ἄνανδρον ἀποκαλῶν, καὶ προσμένειν κελεύων μικρόν, ὥστε τὰ γέρα τῆς ἀποστασίας λαβεῖν. ὁ δὲ τῶν ὕβρεων ἐπακούων, καὶ ὅστις ὁ λέγων μὴ ἀγνοήσας, ἐπισχὼν τὸν χαλινὸν καὶ πρὸς ἐκεῖνον ἐπιστραφείς· «ἔδει σε, ὦ ἄνθρωπε», ἔφη, «τὸ ἀστάθμητον λογισάμενον τῆς τῶν ἀνθρώπων τύχης μὴ προσονειδίζειν, μηδ’ ἐπεμβαίνειν ἀνθρώπῳ ταῖς ἐξ αὐτῆς ἐπηρείαις ἠναγκασμένῳ, ἀλλ’ οἰκτείρειν μᾶλλον καὶ ἐλεεῖν τὸν δυστυχοῦντα ἐμέ, πατέρα μὲν ἐσχηκότα κουροπαλάτην, πάππον καίσαρα, θεῖον βασιλέα, δοῦκα δὲ καὶ αὐτὸν γεγονότα καὶ τοῖς ἀνωτάτω συναριθμηθέντα, νυνὶ δὲ ἐσχάτοις κακοῖς ὑποβεβλημένον καὶ ἀκληρήμασι». τοῦ δέ· «καλὰ ταῦτα, ὦ κακὴ κεφαλή, λέγεσθαι πρὸς παῖδας τοὺς δυναμένους ἀπατηθῆναι, ἐμὲ δὲ οὐ φενακίσεις τοῖς τοιούτοις σου λογυδρίοις», καὶ τὸν ἵππον μυωπίζοντος καὶ θρασύτερον προσιόντος, σπασάμενος ὁ Φωκᾶς τὴν ἐν τῇ ἐφεστρίδι παρῃωρημένην κορύνην καὶ ὑπαντιάσας παίει τοῦτον κατὰ τοῦ κράνους. καὶ αὐτὸν μὲν ἀποδείκνυσι νεκρὸν παραυτίκα, ἐμποδίσαι μὴ δυνηθείσης τῆς κόρυθος τῇ βίᾳ τῆς πληγῆς, ἐκεῖνος δὲ ἀποστρέψας τὸν χαλινὸν εἴχετο τῆς ὁδοῦ. οἱ δὲ διώκοντες κατόπιν ἐρχόμενοι καὶ ἔνθα ὁ Χάρων τεθνηκὼς ἔκειτο γενόμενοι, καὶ τῷ ἀνυποστάτῳ τοῦ πτώματος ἐκπληττόμενοι πάντες ἵστων τὴν δίωξιν, μηδενὸς τολμῶντος προσωτέρω ἰέναι, καὶ οὕτως ἀδείας λαβόμενος ὁ Φωκᾶς ἄνεισιν εἰς τὸ φρούριον. παρεγένετο μετὰ ταῦτα καὶ ὁ Σκληρός, συνεχῶς πρὸς ἐκεῖνον πέμπων, καὶ κήδεσθαι μεθ’ ὅρκων γράφων ὡς κηδεστοῦ (νύμφην γὰρ ἐπὶ τἀδελφῷ Κωνσταντίνῳ τὴν ἐκείνου εἶχεν ἀδελφὴν Σοφίαν) καὶ συμβουλεύων προσχωρῆσαι τῷ βασιλεῖ καὶ τὴν ἑαυτοῦ διὰ τῆς αὐτομολίας συμπάθειαν ἐπισπάσασθαι. ὅρκους λαβών, ὡς οὐδέν τι πείσεται φλαῦρον, παραδίδωσιν ἑαυτὸν τῷ Σκληρῷ σὺν τοῖς συνοῦσιν αὐτῷ. ὃν μηδὲν ἄλλο παθόντα κακόν, μόνον δὲ γενόμενον κληρικὸν ἐν τῇ νήσῳ Χίῳ ὑπερορίζει ὁ βασιλεύς.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 292.32, 294.91.

Ο Λέων Διάκονος περιγράφει την πρώτη στάση του Βάρδα Σκληρού (976-979):

Μετὰ γὰρ τὴν τοῦ αὐτοκράτορος Ἰωάννου ἐκδημίαν ἀπὸ τοῦ σώματος, Βάρδας Μάγιστρος ὁ κατ’ ἐπωνυμίαν Σκληρὸς, φιλαρχίαν καὶ ἀπληστίαν νοσῶν, ἀπάτῃ τε μετελθὼν καὶ φενακίσας τὸν πολὺν ὄχλον καὶ εὔκολον, ἀποστασίαν δεινὴν κατὰ τῶν κρατοῦντων ἐμελέτησεν· ἐπὶ τετραετῆ τε ἐνιαυτὸν τὴν Ἀσίαν κατέδραμε, χώρας πυρπολῶν καὶ πόλεις καταστρεφόμενος, τήν τε ῾Ρωμαϊκὴν δύναμιν, ἐξ ἀντιπάλου παρατάξεως ἀντιτασσομένην αὑτῷ, τρεπόμενος καὶ κατακαίων ὠμῶς· τοῦτο μὲν ὑπὸ τοῦ Πατρικίου Πέτρου καὶ στρατοπεδάρχου δημαγωγουμένην, ὅτε κατὰ τὴν Λάπαραν τὸ πεδίον (μεθόριον δὲ τοῦτο τῆς χώρας τῶν Ἀρμενίων) ἡ μάχη συνεκροτεῖτο, ὁπηνίκα καὶ αὐτὸς ὁ Πατρίκιος Πέτρος, δορατίῳ βληθεὶς καὶ τοῦ ἵππου κατενεχθεὶς, παρ’ αὐτὴν ἐξέπνευσε τὴν παράταξιν, πλείστων ὅτι τῶν ὑπασπιστῶν συναναιρεθέντων αὐτῷ· τοῦτο δὲ ὑπὸ Βάρδα Μαγίστρου τοῦ Φωκᾶ, ὃς πρὸς τῶν κρατοῦντων τὸ τοῦ Δομεστίκου τῶν Σχολῶν ὑποζωσάμενος ἀξίωμα, ἀντίπαλος τῷ Σκληρῷ κατὰ τὴν Παγκάλειαν παρετάξατο. ἱππήλατον τοῦτο πεδίον, τῷ Ἀμωρίῳ προσέγγιον. ὅπου δὴ καὶ παρὰ τὸ μεταίχμιον ῥάβδῳ κατὰ τοῦ κρανίου πληγεὶς ὁ Φωκᾶς, τοῦ ἵππου τε κατηνέχθη καὶ εἰς γῆν κατεβλήθη· καὶ κἂν ἥλω τῶν ἐναντίων καὶ ἀκλεῶς παραπώλετο, εἰ μὴ ὡς εἷς τῶν πολλῶν παρώφθη παρὰ τῶν δυσμενῶν, ἠγνοηκότων αὐτὸν, ἐπελθοῦσα δὲ ἡ νῦξ τοῦτον διέσωσεν. ὁ δὲ Σκληρὸς, ταῖς τοιαύταις νίκαις ἐπαρθείς τε καὶ φρενωθεὶς, ἀνυπόστατός τις καὶ ἀκαταγώνιστος ἐνομίζετο. ἐντεῦθεν τήν τε Νίκαιαν, καὶ Ἄβυδον, καὶ Ἀττάλειαν τῷ πολεμεῖν παρεστήσατο, καὶ τὴν τῆς Ἀσίας ἐπεποιήσατο ῾Ρωμαϊκὴν ἐπικράτειαν· καὶ πλείστας τριήρεις προσείληφε, καὶ θαλασσοκρατῶν μεγάλα τοὺς ἐμπόρους ἐσίνετο, καὶ αὐτὴν ἤδη τὴν βασιλεύουσαν, τὰς σιτηγοὺς φορτίδας οὐκ ἐῶν ἐς αὐτὴν ἀναπλέειν κατὰ τὸ πρότερον· ἕως οὗ ἐκ Βυζαντίου πυρφόροι νῆες πρὸς τῶν κρατοῦντων λαθραίως ἐξαπεστάλησαν. ἃς Βάρδας Μάγιστρος ὁ Παρσακουτηνὸς ἄγων, αἰφνίδιον τῇ Ἀβύδῳ προσορμισθεὶς, τάς τε τριήρεις τοῦ τυράννου κατέφλεξε, καὶ τὴν τῶν στρατιωτῶν κατηκόντισε φάλαγγα, καὶ τὸ φρούριον εἴληφεν. αὖθις τε ὁ Φωκᾶς, χεῖρα περὶ αὑτὸν πλείστην στρατιωτῶν ἠθροικὼς, τῷ Σκληρῷ ἐπιτίθεται, καὶ τοῦτον τρεψάμενος ἐν Ἐκβατάνοις πρὸς τοὺς Ἀγαρηνοὺς φυγεῖν παρεσκεύασεν.

Λέων Διάκονος, Ιστορία, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), σελ. 169.14, 170.24.

Περιγραφή της καταστολής της πρώτης στάσης του Βάρδα Σκληρού στο ιστορικό έργο του Σκυλίτζη:

Ὁ δὲ παρακοιμώμενος τοῖς ὅλοις ἀπορηθείς (ἤδη γὰρ καὶ ὁ Σκληρὸς ἐπλησίαζε τῇ βασιλίδι) μίαν ἐγνώκει βοήθειαν ἀποχρῶσαν, Βάρδαν τὸν Φωκᾶν μεταπέμψασθαι τῆς ὑπερορίας, μόνον ἀξιόμαχον οἰηθεὶς τοῦτον ἀντίπαλον ἔσεσθαι τῷ Σκληρῷ. λόγου δὲ θᾶττον μεταπεμψάμενος καὶ ὅρκοις ἀσφαλισάμενος καὶ πλοῦτον παρεσχηκὼς δαψιλῆ καὶ τῷ τῶν μαγίστρων ἀξιώματι τιμήσας, δομέστικον προχειρίζεται τῶν σχολῶν καὶ κατὰ τοῦ Σκληροῦ ἐξίησιν. ὁ δὲ τὸν ὑπὲρ τῶν ὅλων ἀναδεξάμενος ἀγῶνα πρῶτον μὲν ἐπεχείρησεν ἀπὸ Θρᾴκης περαιωθῆναι εἰς Ἄβυδον. φυλάττοντος δὲ τὰ ἐν Ἑλλησπόντῳ χωρία ῾Ρωμανοῦ τοῦ υἱοῦ τοῦ Σκληροῦ, ἀποκρουσθεὶς ἐκεῖθεν ἐπάνεισιν εἰς τὴν βασιλίδα, ἐκεῖθέν τε πλοίου ἐπιβὰς καὶ τοὺς ἐναντίους λαθὼν πρὸς τὴν ἀντίπορθμον γίνεται γῆν, καὶ νυκτοπορίαις χρησάμενος ἄπεισιν εἰς Καισάρειαν, ἐκεῖσέ τε Εὐσταθίῳ μαγίστρῳ τῷ Μαλεΐνῳ καὶ Μιχαὴλ τῷ Βούρτζῃ συμπαίξας (ἔφθασε γὰρ καὶ αὐτὸς ἐκ μετανοίας τὰ τοῦ βασιλέως πάλιν ἑλέσθαι) μετ’ αὐτῶν πρὸς πόλεμον ἐξηρτύετο. καὶ δὴ λαόν, ὡς ὁ καιρὸς ἐδίδου, ἀθροίσας, καὶ τοὺς ἐκ τῆς φυγῆς ἐσκεδασμένους ἁλίσας, πρὸς τὸ Ἀμώριον γίνεται. καὶ ὁ Σκληρὸς δὲ τὴν τούτου ἔξοδον ἀκηκοώς, καὶ νῦν πρῶτον οἰηθεὶς τὸν ἀγῶνα ἔσεσθαι αὐτῷ πρὸς ἄνδρα πολεμιστὴν καὶ φέρειν εἰδότα γενναίως καὶ τακτικῶς τὰς πολέμου στροφάς, καὶ οὐχ, ὡς τὸ πρότερον, πρὸς ἀνδράρια ἐκτετμημένα θαλαμευόμενα καὶ σκιατραφῆ, ἄρας ἀπὸ Νικαίας πρὸς τὸ Ἀμώριον ἄπεισι, καὶ συναντήσας συμπλέκεται τῷ Φωκᾷ. οὐχ ὑποστάντων δὲ τῶν περὶ τὸν Φωκᾶν διὰ τὸ ταῖς προηγησαμέναις ἥτταις χαυνωθῆναι τὸν τῆς ἀνδρείας αὐτοῖς καὶ τόλμης τόνον, ἐπικρατέστερος γίνεται ὁ Σκληρός. οὐ μέντοι καὶ παντάπασιν ἐς ὑπαγωγὴν ἄκοσμον ἐσκέδαστο ἡ στρατιὰ τῷ Φωκᾷ, ἀλλ’ ὑποκλίνασα μὲν ἐνέδωκε, σχολαίαν δ’ ἐποιεῖτο τὴν ὑποχώρησιν, ὡς μὴ ὑπὸ δειλίας δοκεῖν ἐλαύνεσθαι, ἀλλ’ ἐξ ἐπιτάγματος ὑπείκειν στρατηγικοῦ μετ’ εὐκοσμίας καὶ τάξεως. καὶ γὰρ δὴ καὶ νῶτα δόντας τοὺς στρατιώτας καὶ πρὸς φυγὴν ὡρμημένους, ὄπισθεν οὐραγῶν ὁ Φωκᾶς τοὺς ἐπιόντας ἠμύνετο καὶ οὐ μετὰ σφοδροτάτης εἴα καὶ ῥύμης καὶ βίας προσφέρεσθαι. ἔνθα καὶ λέγεται Κωνσταντῖνον τὸν Γαυρᾶν μετὰ τῶν ἀμφ’ αὐτὸν τὸ φεῦγον διώκοντα φιλοτιμίᾳ χρησάμενον ἀκαίρῳ, καὶ μεγάλην εὔκλειαν ἕξειν οἰηθέντα, εἰ αἰχμάλωτος ὑπ’ αὐτοῦ γένοιτο ὁ Φωκᾶς, μυωπίσαντα τὸν ᾧ ἐπωχεῖτο ἵππον, μετὰ μεγίστης ὁρμῆς προσενεχθῆναι τῷ Φωκᾷ. ὃν οὗτος ἰδὼν καὶ ὅστις εἴη κατανοήσας, ἠρέμα τὸν ἵππον παρενεγκὼν καὶ ὑπαντιάσας παίει κορύνῃ κατὰ τῆς κόρυθος. καὶ ὁ μὲν λειποθυμήσας τῇ ἀνυποστάτῳ φορᾷ τῆς πληγῆς πίπτει παραυτίκα τοῦ ἵππου, ὁ δὲ Φωκᾶς ἀδείας μείζονος τυχὼν τῆς ἐπὶ τὰ πρόσω πορείας εἴχετο, σχολῇ καὶ βάδην ἰών, ἀλλ’ οὐκ ἀνειμένοις τοῖς χαλινοῖς. οἱ γὰρ σὺν τῷ Γαυρᾷ τὸν οἰκεῖον πεπτωκότα θεασάμενοι στρατηγὸν καὶ ἐπιμέλειαν τούτου τιθέμενοι ἀνῆκαν τὸν διωγμόν. ὁ δὲ Φωκᾶς ἅμα τοῖς σὺν αὐτῷ τὸν λεγόμενον Χαρσιανὸν κατειληφὼς κἀκεῖσε αὐλισάμενος ἐσκόπει τὸ μέλλον, τιμαῖς τε ταῖς ἐκ βασιλέως δεξιούμενος πολλοὺς προσφοιτῶντας καὶ τῶν συνόντων εὐεργεσίαις παραθερμαίνων τὰς προθυμίας. ἑπόμενος δὲ τούτῳ καὶ ὁ Σκληρός, καὶ περί τινα τόπον Βασιλικὰ θέρμα καλούμενον κατασκηνώσας, εἰς μάχην τὸν ὁμώνυμον ἐξεκαλεῖτο, ἀσπασίως δὲ καὶ τούτου δεξαμένου τὴν πρόκλησιν αὖθις ἑτέρα συνίσταται μάχη. καὶ χρόνον μέν τινα ἀντέσχον οἱ περὶ τὸν Φωκᾶν, αὐτοῦ τούτου παριππεύοντος ἁπανταχοῦ καὶ τῇ σιδηραίᾳ κορύνῃ τὰς τῶν ἐναντίων ῥηγνύντος φάλαγγας καὶ μύριον ἐργαζομένου φόνον. ὅμως δὲ καὶ πάλιν νῶτα δεδωκότες οἱ περὶ τοῦτον ἐτράπησαν. Ἐκεῖθεν οὖν ὁ Φωκᾶς, ὡς εἶχε, διὰ ταχέων ἄνεισιν εἰς τὴν Ἰβηρίαν, καὶ Δαβὶδ τῷ τῶν Ἰβήρων ἄρχοντι προσελθὼν εἰς ἐπικουρίαν ᾔτει στρατόν. τοῦ δὲ μετὰ προθυμίας ὑπηρετοῦντος (ἐφιλίωτο γὰρ τῷ Φωκᾷ, ἐξ ὅτου δοὺξ ἦν ἐν Χαλδίᾳ) λαὸν ἐκεῖθεν εἰληφὼς οὐκ ὀλίγον, ἀθροίσας δὲ καὶ τοὺς μετ’ αὐτοῦ ἐσκεδασμένους ὄντας ἐκ τῆς τροπῆς, κάτεισιν εἰς Παγκάλειαν, ἔνθα στρατοπεδευσάμενος ἦν ὁ Σκληρός. Τόπος δὲ ἡ Παγκάλεια πεδίον ἀναπεπταμένον τε καὶ ἱππήλατον, ἔγγιστά που τοῦ ποταμοῦ Ἅλυος κείμενος. καὶ γίνεται πάλιν καρτερὸς ἀγών. ἐνταῦθα τὸν ἑαυτοῦ λαὸν θεασάμενος ὁ Φωκᾶς κατὰ μικρὸν ἐνδιδόντα καὶ πρὸς φυγὴν βλέποντα, βέλτιον εἶναι κρίνας τὸν εὐκλεῆ θάνατον τῆς ἀγεννοῦς καὶ ἐπονειδίστου ζωῆς, τὰς τῶν ἐναντίων συγκόψας φάλαγγας πρὸς αὐτὸν μετὰ σφοδρότητος ἵεται τὸν Σκληρόν. εὐρώστως δὲ κἀκείνου τὴν αὐτοῦ ὑποδεξαμένου ὁρμήν, καὶ μηδενὸς τῶν στρατιωτῶν ἐπιβοηθοῦντος, ἀλλὰ τῷ τῶν ἀρχηγῶν ἀγῶνι βουλομένων κριθῆναι τὰ πράγματα (καὶ γὰρ δὴ καὶ ἐφαίνετο πάγκαλόν τι θέαμα καὶ κατάπληξιν τοῖς ὁρῶσιν ἐπάγον ἀνδρῶν δύο μονομαχία επ’ εὐτολμίᾳ καὶ ῥώμῃ ψυχῆς μέγα φρονούντων), ὑποστάντες ἀλλήλους συστάδην ἐμάχοντο. καὶ ὁ μὲν Σκληρὸς τοῦ ἵππου τοῦ Φωκᾶ τὸ δεξιὸν οὖς σὺν τῷ χαλινῷ παίσας ἀποκόπτει τῷ ξίφει. ὁ δὲ Φωκᾶς τῇ κορύνῃ πατάξας αὐτὸν κατὰ τῆς κεφαλῆς τοῦτον μὲν ἐπὶ τοῦ τραχήλου τοῦ ἵππου ῥιπτεῖ τῷ βάρει τῆς πληγῆς κατενεχθέντα, αὐτὸς δὲ τὸν ἵππον κεντρίσας καὶ τὰς τῶν ἐναντίων διατεμὼν φάλαγγας ἔξεισι, καὶ πρός τινα λόφον ἀνελθὼν τοὺς ἐκ τῆς τροπῆς ἀνεκαλεῖτο. οἱ δὲ περὶ τὸν Σκληρὸν κακῶς ἔχοντα τοῦτον θεασάμενοι ἐκ τῆς πληγῆς καὶ ἤδη λειποψυχοῦντα τῷ τραύματι ἐπί τινα πηγὴν ἄγουσι τὸν λύθρον ἀπονιψόμενον. ὑπώπτευον γὰρ καὶ τὸν Φωκᾶν τελείῳ ἤδη παραδοθῆναι ἀφανισμῷ. τοῦ ἵππου δὲ ἀποσκιρτήσαντος καὶ τὸν κατέχοντα ἀποδράντος καὶ διὰ τῶν στρατευμάτων ἐπιβάτου χωρὶς θέοντος ἀτάκτῳ ῥύμῃ, καὶ τῷ αἵματι πεφυρμένου (Αἰγύπτιον τὸν ἵππον ἐκάλουν), καὶ καταμαθόντες, οὗ τινος ὁ ἵππος, καὶ νομίσαντες τὸν ἑαυτῶν ἄρχοντα πεπτωκέναι, ἀκόσμως τρέπονται πρὸς φυγήν, κρημνοῖς καὶ Ἅλυϊ τῷ ποταμῷ ῥιπτοῦντες ἑαυτοὺς καὶ ἀκλεῶς ἀπολλύμενοι, μηδενὸς ὄντος τοῦ διώκοντος. τοῦτο κατιδὼν ὁ Φωκᾶς ἀπὸ τοῦ λόφου, καὶ θεῖον ἔργον εἶναι τὸ πράγμα, ὥσπερ ἦν εἰκός, ὑποτοπάσας, κάτεισι μετὰ τῶν συνόντων ἐπιδιώκων τοὺς φεύγοντας ὑπ’ ἀλλήλων συμπατουμένους καὶ ἀλκῆς ὅλως μὴ μεμνημένους, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ χειρούμενος. ὁ δὲ Σκληρὸς μετ’ ὀλίγων διασωθεὶς φεύγει πρὸς Μαρτυρόπολιν. ἐκεῖθεν δὲ πρεσβευτὴν ἐκπέμπει τὸν ἑαυτοῦ ἀδελφὸν Κωνσταντῖνον πρὸς Χοσρόην τὸν τῆς Βαβυλῶνος ἄρχοντα, ἐπικουρίαν καὶ συμμαχίαν αἰτῶν. παρέλκοντος δ’ ἐκείνου καὶ μήτε τῇ δόσει συντιθεμένου, μήτ’ ἀπαναινομένου, καὶ τοῦ Κωνσταντίνου χρονοτριβοῦντος, ἠναγκάσθη καὶ αὐτὸς ὁ Σκληρὸς μετὰ τῶν συνόντων ἁπάντων πρὸς Χοσρόην φοιτῆσαι. Τῆς δὲ τοῦ Σκληροῦ τροπῆς ἀγγελθείσης τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Φωκᾶ καὶ τῆς εἰς Βαβυλῶνα ἀναχωρήσεως, τοῦτον μὲν ὁ βασιλεὺς ἀποδεξάμενος ἀξίως ἐτίμησε, πρὸς δὲ Χοσρόην τὸν τῆς Βαβυλῶνος ἀμερμουμνῆν πρεσβευτὴν ἐκπέμπει τὸν βέστην Νικηφόρον τὸν Οὐρανόν, ἱκετεύων μηδεμιᾶς ἐπιστροφῆς ἀξιῶσαι τὸν ἀποστάτην, μηδὲ θελῆσαι παράδειγμα γενέσθαι τοῖς ὀψιγόνοις φαῦλον, ἀμελήσας μὲν βασιλέως ἀδικουμένου βασιλεὺς καὶ αὐτὸς ὤν, προσθέμενος δὲ τυρράνῳ ἀδίκῳ καὶ ἀποστάτῃ. ἐνεχείρισε δὲ καὶ γράμματα βασιλικὰ ἐνσεσημασμένα, δι’ ὧν συμπαθείας ἁπάσης ἠξίου τὸν Σκληρὸν καὶ τοὺς συνόντας αὐτῷ, εἰ μεταμαθόντες τὸ δέον τόν τε ἑαυτῶν ἐπιγνῶσι δεσπότην καὶ πρὸς τὰ οἰκεῖα ὑπονοστήσουσι. διασωθέντος δὲ πρὸς Χοσρόην τοῦ Οὐρανοῦ καὶ τῶν βασιλικῶν φωραθέντων γραμμάτων, ὁ Χοσρόης καὶ τὸν πρεσβευτὴν καὶ τὸν Σκληρὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ῾Ρωμαίους ὑπονόησας φρουραῖς παραδίδωσι. καὶ τούτους μὲν εἶχεν ἡ φρουρά, τῶν δὲ μὴ συνανελθόντων ἀποστατῶν τῷ Σκληρῷ Λέων μὲν ὁ αἰχμάλωτος καὶ οἱ τοῦ δουκὸς Ἀνδρονίκου τοῦ Λυδὸς παῖδες Χριστόφορος ὁ Ἐπείκτης καὶ Βάρδας ὁ Μουγγός (ἔφθη γὰρ ἐκεῖνος ἀποθανεῖν) τὸ Ἀρμακούριον καὶ τὴν Πλατεῖαν πέτραν καὶ ἄλλα τινὰ φρούρια ἐρυμνὰ ἐν τῷ θέματι κείμενα τῶν Θρᾳκησίων κατεσχηκότες ἀντεῖχον ἕως ὀγδόης ἰνδικτιῶνος, καὶ ἐπεκδρομὰς ἐκ τούτων ποιούμενοι τὰ βασιλέως ἐλύπουν. καὶ οὐ πρὶν ἐπαύσαντο τὰς χώρας λεηλατοῦντες, πρὶν ἂν ἀμνηστίαν εἰληφότες κακῶν διὰ Νικηφόρου πατρικίου τοῦ Παρσακουτηνοῦ τῷ βασιλεῖ προσεχώρησαν.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 324.32-328.52.

Ο μεταγενέστερος λόγιος Μιχαήλ Ψελλός περιγράφει την πρώτη στάση του Βάρδα Σκληρού:

Διὰ ταῦτα οἱ ἐκείνων ἀνεψιαδεῖς πολέμους κατ’ αὐτοῦ σφοδροὺς ἀνερρίπισαν· καὶ πρῶτός γε ὁ Σκληρὸς, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, πλοῦτόν τε περιβεβλημένος, μέγα ἀρκοῦντα τυρράνῳ, καὶ δυναστείας ἔχων ἰσχὺν, πολέμους τε μεγάλους κατωρθωκὼς, καὶ τὸ στρατιωτικὸν ἅπαν συννεῦον ἔχων πρὸς τὸ ἐκείνου βούλημα. Οὗτος τοιγαροῦν πολλοὺς συναιρομένους ἔχων τῇ τυρρανίδι, πρῶτος τὸν κατὰ τοῦ Βασιλείου τεθάρηκε πόλεμον, καὶ πᾶσαν ἐπ’ αὐτῷ ἱππικήν τε καὶ πεζικὴν παρήλαυνε δύναμιν, καὶ ὡς ἐπὶ προκειμένῳ πράγματι τῇ βασιλείᾳ προῄει τεθαρρηκώς. Τὰ πρῶτα μὲν οὖν ἀπεγνώκεισαν οἱ περὶ τὸν βασιλέα τὰς σῳζούσας ἐλπίδας, τὴν ὁπλιτικὴν πᾶσαν ἰσχὺν τῷ Σκληρῷ ἐγνωκότες συρρεύσασαν· ἔπειτα δὲ συλλεξάμενοι ἑαυτοὺς καὶ περὶ τῶν ὅλων γνωσιμαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν, καὶ Βάρδαν τινὰ, εὐγενέστατον ἄνδρα καὶ γενναιότατον, τοῦ βασιλέως Νικηφόρου ἀδελφιδοῦν, ἀξιόμαχον περὶ τὸν τυραννήσαντα Σκληρὸν κρίναντες, τὰς καταλελειμμένας δυνάμεις φέροντες τούτῳ παρέδωσαν, καὶ τοῦ στρατοπέδου παντὸς ἡγεμόνα πεποιηκότες, ἀντιστησόμενον τῷ Σκληρῷ ἐκπεπόμφασιν. Ἐπεὶ δὲ καὶ περὶ τούτῳ οὐδὲν ἔλαττον τοῦ Σκληροῦ ἐδεδοίκεσαν, ἅτε βασιλείου τυγχάνοντι γένους, καὶ οὐδὲν σμικροπρεπῶς ἐννοησομένῳ περὶ αὑτοῦ, περιδύουσι μὲν τὸ πολιτικὸν τῆς περιβολῆς σχῆμα καὶ ὅσον οἶδεν ἡ τυραννὶς, τῷ δὲ τῆς ἐκκλησίας κλήρῳ ἐγκαταλέγουσιν, εἶτα δὴ καὶ φρικώδεσιν ὅρκοις καταλαμβάνουσιν τοῦ μὴ ἀποστασίας ἁλῶναί ποτε ἢ παραβάσεως τῶν ὠμοσμένων· οὕτω γοῦν αὐτὸν ἐξεγγυησάμενοι μετὰ πασῶν ἐκπεπόμφασι τῶν δυνάμεων. Ἦν δ’ ὁ ἀνὴρ οὗτος, ὡς ὁ λόγος ἔχει, τὴν μὲν γνώμην ἐς τὸν θεῖον ἀναφέρων καὶ βασιλέα, συννενεφὼς ἀεὶ καὶ ἐγρηγορὼς, καὶ πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανὸς, πολεμικῶν τε τεχνασμάτων οὐδενὸς ἀδαὴς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχίσεσι καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθὰς, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικώτερος ἐκείνου καὶ γενναιότερος· ὁ γάρ τοι πληγὴν παρ’ ἐκείνου δεξάμενος εὐθέως ἀφῄρητο τὴν ψυχήν· κἂν πόρρωθεν ἐπεβόησεν, ὅλην συνετάραττε φάλαγγα. Οὗτος τοιγαροῦν τὰς υπ’ αὐτὸν διελὼν δυνάμεις καὶ εἰς λόχους ἐγκατατάξας, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις τὴν ἀντικειμένην εἰς φυγὴν ἔτρεψε φάλαγγα, καὶ τοῦτο πλήθει τῶν ἀντιτεταγμένων· τοσοῦτον <δὲ> τῶν ἐναντίων ἐλάσσων ἐτύγχανεν ὢν, ὅσῳ τῇ τέχνῃ καὶ τοῖς στρατηγήμασι κρείττων ἐδόκει καὶ γενναιότερος. Ἐθάρρησαν γοῦν ποτε πρὸς ἀλλήλους καὶ οἱ τῶν ἀντικειμένων ἡγεμόνες ταγμάτων καὶ μονομαχῆσαι ἐκ συνθήματος εἵλοντο· καὶ μέντοιγε συνελάσαντες εἴς τι μεταίχμιον, εἶδόν τε ἀλλήλους καὶ ἐν συμβολαῖς εὐθὺς ἐγεγόνεισαν. Καὶ πρῶτός γε ὁ τυραννεύων Σκληρὸς, οὐκ ἐπισχὼν ἑαυτὸν τῆς ὁρμῆς, ἀλλ’ εὐθὺς νόμους ἀγωνίας παραβεβηκὼς, ὁμοῦ τε ἀγχοῦ τῷ Φωκᾷ ἐγεγόνει καὶ παίει τοῦτον ὡς εἶχε κατὰ κεφαλῆς, δυναμώσας τὴν χεῖρα τῇ φορᾷ τῆς ὁρμῆς· καὶ ὁ πεπληγὼς πρὸς τὸ ἀδόκητον τῆς πληγῆς βραχύ τι τοῦ χαλινοῦ γεγονὼς ἀκρατὴς, αὖθις συνηθροίκει τοὺς λογισμοὺς, καὶ κατὰ ταὐτοῦ μέλους τὸν πλήξαντα παίσας, τῆς πολεμικῆς ὁρμῆς ἔπαυσε καὶ φυγεῖν παρεσκεύασεν. Αὕτη τελεωτέρα κρίσις καὶ δημοτελεστέρα ἀμφοῖν ἔδοξε· καὶ ὁ Σκληρὸς τοῖς ὅλοις ἐξαπορηθεὶς, καὶ μήτε πρὸς τὸν Φωκᾶν ἀντιστῆναι ἔτι δυνάμενος, προσδραμεῖν τε τῷ βασιλεῖ αἰσχυνόμενος, βουλὴν βουλεύεται οὔτε συνετωτάτην οὔτε ἀσφαλεστάτην· ἀπάρας γὰρ ἐκ τῶν ῾Ρωμαϊκῶν ὁρίων εἰς τὴν τῶν Ἀσσυρίων μετὰ πασῶν αὐτοῦ τῶν δυνάμεων συνήλασε γῆν, καὶ δῆλον αὑτὸν καταστήσας Χοσρόῃ τῷ βασιλεῖ, εἰς ὑποψίαν ἐκίνησεν· οὗτος γὰρ τό τε πλῆθος φοβηθεὶς τῶν ἀνδρῶν, ἴσως δὲ καὶ ὑποπτεύσας τὴν ἀθρόαν ἔφοδον, δεσμώτας πεποιηκὼς ἐν ἀσφαλεῖ κατεῖχε φρουρᾷ.

Μιχαήλ Ψελλός, Χρονογραφία, Renauld, É. (επιμ.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 1 (Paris 1926), σελ. 5.1-9.10.

Ο Ρωμανός Σκληρός, γιος του στασιαστή Βάρδα, αυτομολεί στον αυτοκράτορα Βασίλειο Β´:

καὶ ὁ μὲν Σκληρὸς ἑνὶ τῶν εἰρημένων τρόπων τὴν ῾Ρωμαίων καταλαμβάνει γῆν, εὑρὼν Βάρδαν τὸν Φωκᾶν ὡς βασιλέα ἀνευφημούμενον, καὶ αὐτὸς ὁμοίως παρὰ τῶν συνόντων ἀνευφημούμενος. Οὕτω δὲ τὰ πράγματα διακείμενα εὑρηκὼς διάφορος ἦν καὶ ποικίλος ταῖς γνώμαις. ἑαυτὸν μὲν γὰρ ἀσθενέστατον ἔκρινε εἰς τὸ καθ’ ἑαυτὸν μόνον συνέχειν καὶ διακρατεῖν τὴν ἀποστασίαν. προσχωρῆσαι δὲ τῷ Φωκᾷ ἢ τῷ βασιλεῖ λίαν ἀγεννὲς ᾠήθη καὶ ἄνανδρον. πολλὰ γοῦν γνωματεύσας μετὰ τῶν συνόντων, τέλος τὸ μὲν μόνος ἀνευφημεῖσθαι ὡς βασιλεὺς παράβολον καὶ ἀλυσιτελὲς διὰ τὸ ἀδύνατον ἐλογίζετο, ἑνὶ δὲ προσφοιτῆσαι τῶν δυναστῶν καὶ τοῦ ἑτέρου καταφρονῆσαι κατεγίνωσκε διὰ τὸ τοῦ μέλλοντος ἄδηλον. ἔγνω οὖν κατὰ τὸ δυνατὸν καὶ ἄμφω προσκτήσασθαι τὰς ἀρχάς, ἵν’ ἐξ ἀποτυχίας τὴν ἑτέραν ἔχῃ βοηθὸν καὶ συλλήπτορα. γράμματα μὲν οὖν αὐτὸς ἐκπέμπει πρὸς τὸν Φωκᾶν, κοινοπραγίαν ἐξαιτῶν καὶ τῆς βασιλείας διανομήν, εἰ καταγωνίσασθαι δυνηθεῖεν τὸν βασιλέα. λάθρᾳ δὲ ῾Ρωμανὸν τὸν υἱὸν ἐκπέμπει πρὸς τὸν βασιλέα ὡς τάχα αὐτομολήσαντα, λίαν ἐντρεχῶς λογισάμενός τε καὶ κρίνας, ἵν’ εἰ μὲν ὁ Φωκᾶς ὑπέρσχῃ, αὐτὸς εἴη σωτὴρ τοῦ παιδός, εἰ δ’ ἐπικρατέστερα τὰ τοῦ βασιλέως ὑπάρξει, αὐτὸς δι’ ἐκείνου παραιτηθεὶς τοῦ κινδύνου ῥυσθείη. καὶ ὁ μὲν ῾Ρωμανὸς δόκησιν φυγῆς παρασχὼν ἄπεισι πρὸς τὸν βασιλέα. ὃν οὗτος φιλοφρόνως ἄγαν δεξάμενος καὶ περιχαρῶς μάγιστρόν τε εὐθέως ἐτίμησε καὶ συμβούλῳ διὰ παντὸς ἐν τοῖς πολέμοις ἐχρῆτο.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 334.37-335.58.

Ο Σκυλίτζης περιγράφει την καταστολή της δεύτερης στάσης του Βάρδα Σκληρού (989):

Ἄρτι δὲ τοῦ Φωκᾶ ἀποθανόντος κατὰ τὸν Ἀπρίλλιον μῆνα τῆς δευτέρας ἰνδικτιῶνος, τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἐνενηκοστοῦ ἑβδόμου ἔτους, καὶ τῆς κατ’ αὐτὸν ἀποστασίας διαλυθείσης, ἀδείας λαβόμενος ὁ Σκληρὸς πάλιν ἀνελάμβανεν ἑαυτὸν καὶ τὴν προτέραν ἐσωμάσκει ἀποστασίαν. ὅπερ πυθόμενος ὁ βασιλεὺς γράμμασι παρῄνει κόρον λαβεῖν τῆς τῶν Χριστιανῶν χύσεως αἱμάτων, ἄνθρωπον καὶ αὐτὸν ὄντα καὶ θάνατον προσδεχόμενον καὶ κρίσιν, καὶ ὀψέ ποτε μεταμαθεῖν τὸ συμφέρον, καὶ τὸν ἐκ θεοῦ δεδομένον ἐπιγνῶναι ἄρχοντα μὴ πλανώμενον τῷ πραττομένῳ τοῦ ὀνόματος αὐτοῦ στοιχείῳ. ἐλέγετο γὰρ λόγος δημώδης ὑπό τινων τῶν τὰ μετέωρα ἐστοχασμένων· «βῆτα βῆτα διώξει, καὶ βῆτα βασιλεύσει». ὑφ’ οὗ αὐτός τε καὶ ὁ Φωκᾶς ἐξηπατημένοι ταῖς ἀποστασίαις ἐπεβάλλοντο. τούτοις δὲ τοῖς γράμμασι μαλαχθεὶς ἐκεῖνος καὶ πίστεις λαβών, ὡς οὐδὲν ὑποστήσεται φλαῦρον, κατατίθεται τὰ ὅπλα καὶ τῷ βασιλεῖ σπένδεται, κουροπαλάτης τιμηθείς. οὐ μέντοι γε καὶ ὀφθαλμοῖς τὸν βασιλέα θεάσασθαι ἠξιώθη. κατὰ γὰρ τὴν ὁδὸν ἀορασίᾳ πληγεὶς τὴν ὁρατικὴν ἀπέβαλεν αἴσθησιν καὶ τυφλὸς εἰσήχθη πρὸς βασιλέα. ὃν χειραγωγούμενον ἐκεῖνος θεασάμενός φησι πρὸς τοὺς παρόντας· «ὃν εφοβούμην καὶ ἔτρεμον, χειραγωγούμενος ἔρχεται».

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 338.45-339.63.

Η δεύτερη στάση του Βάρδα Σκληρού (987-989), όπως περιγράφεται από τον Ψελλό:

Ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἔμελλε κατεργάσασθαι· τὸ γοῦν παρὸν ὁ Σκληρὸς αὐτὸν ἀνεῖργε τῆς κατὰ τῶν βαρβάρων στρατείας, ἐφ’ ἑαυτὸν ἐκεῖνον ἀσχολῶν. Ἀναιρεθέντος γὰρ τοῦ Φωκᾶ, τὸ μὲν ἄλλο μέρος τῆς παρατάξεως, ὅσον ἐκείνῳ καὶ πρὸ τῆς συμμίξεως ὑπέστρωτο τοῦ Σκληροῦ, τὰς ἐπ’ ἐκείνῳ ἐλπίδας ἀπολωλεκότες διέστησάν τε ἀπ’ ἀλλήλων καὶ τὸν συνασπισμὸν πάντα διαλελύκασιν· ὁ δέ γε Σκληρὸς καὶ ὅσοι σὺν ἐκείνῳ φυγάδες τε ἐγένοντο καὶ αὖθις ἀνέζευξαν, ἐφ’ ἑαυτῶν διαταξάμενοι καὶ ὥσπερ ἀπερρωγὸς μέρος εἰς ἰσοστάσιον τῷ Φωκᾷ τάξιν ἀποκληρωθέντες, ἀντ’ ἐκείνου τῷ βασιλεῖ αὖθις Βασιλείῳ γεγόνασιν. Οὗτος τοιγαροῦν ὁ ἀνὴρ, εἰ καὶ τῆς τοῦ Φωκᾶ χειρὸς καὶ δυνάμεως ἐλάττων ἐδόκει, ἀλλὰ τά γε εἰς στρατηγικωτάτην βουλὴν καὶ παράταξιν δεινότερος ἐκείνου καὶ ποικιλώτερος ἐγνωρίζετο· διὸ ταύτην τὴν ἀποστασίαν εἰς αὖθις ὠδίνας τῷ αὐτοκράτορι, ἐς χεῖρας μὲν ἐλθεῖν ἐκείνῳ καὶ συμμῖξαι οὐκ ἐδοκίμασε, τὸν δὲ στρατὸν κρατύνων καὶ προσθήκαις ἐπαύξων, βαρύτερος ἐντεῦθεν ἐδόκει τῷ βασιλεῖ· οὐ μέχρι δὲ τούτου κατεστρατήγει τὸν αὐτοκράτορα, ἀλλὰ καὶ τὰς ναῦς ἐπέχων, ὁπόσαι ἐς τὴν πομπείαν ἐτύγχανον ἱκαναὶ, ἔτι γε μὴν καὶ τὰς τῶν ὁδῶν ἀποτειχίζων ἐλευθερίας, τὰ μὲν ὅσα ἐκεῖθεν εἰς τὰ βασίλεια ἤγετο δαψιλῶς ἀπεθησαύριζε τῷ στρατῷ, τὴν δὲ ἀπὸ τῶν βασιλείων ἐκεῖσε διὰ τῶν δημοσίων ἵππων προσταττομένην ἢ ἄλλως διακυβερνωμένην κατάπραξιν, πᾶσιν ἀνεῖργε ἐπιτηρῶν ὄμμασι. Οὐ τοίνυν θέρους ἀρξαμένη ἡ τυραννὶς εἰς τὸν καιρὸν τῆς ὀπώρας κατέληξεν, οὐδὲ κύκλος εἷς ἐνιαύσιος τὴν ἐπιβουλὴν περιέγραψεν, ἀλλ’ ἐπὶ πολλοῖς ἔτεσι τουτὶ διεκυμαίνετο τὸ κακόν· οἱ γὰρ ἅπαξ ὑποστρώσαντες ἑαυτοὺς τῷ Σκληρῷ καὶ συμπληρώσαντες ἐκείνῳ τὴν φάλαγγα, οὐκ ἔτι διπλοῖς ἐμερίσθησαν λογισμοῖς, οὐδὲ πρὸς τὸν βασιλέα τούτων οὐδεὶς λαθὼν ἀπηυτομόλησεν· οὕτως αὐτοὺς εἰς ἀμετάθετον γνώμην συνήρμοσεν ὁ Σκληρὸς, εὐνοίαις τε ὑπαγόμενος καὶ εὐεργεσίαις δουλούμενος, καὶ συμβιβάζων ἀλλήλοις, ἀπὸ τῆς αὐτῆς τε τούτοις σιτούμενος καὶ κοινοῦ μετέχων κρατῆρος, ἐξ ὀνόματός τε καλῶν ἕκαστον καὶ δι’ εὐφήμου γλώττης ποιούμενος. Ὁ μὲν οὖν βασιλεὺς πάσης ἐπ’ αὐτὸν ἥπτετο σκέψεώς τε καὶ πράξεως. Ὁ δὲ ῥᾷστα πάντα διέλυε, στρατηγικῶς ταῖς ἐκείνου βουλαῖς τε καὶ γνώμαις ἀντιπράττων καὶ ἀντιμηχανώμενος· καὶ ἐπειδὴ πάσαις ἀνάλωτον τοῦτον εἶδε λαβαῖς ὁ Βασίλειος, πρεσβείαν πρὸς αὐτὸν ἀπεστάλκει σπείσασθαί τε πείθουσαν καὶ ἀπαλλαγῆναι πραγμάτων, τὰ πρῶτα μετά γε τοῦτον τῆς ἀρχῆς ἔχοντα. Ὁ δὲ τὰ μὲν πρῶτα οὐκ εὐμενῶς τοῖς πράγμασιν ἄγαν ὠμίλησεν, ἔπειτα πολλοὺς ἐλίξας καθ’ ἑαυτὸν λογισμοὺς καὶ τοῖς προλαβοῦσι τὰ ἐνεστῶτα συγκρίνας, καὶ τὰ μέλλοντα πρὸς ταῦτα εἰκάσας, πρὸς ἑαυτόν τε ἀπιδὼν, τῷ γήρᾳ καταπονούμενον, πείθεται τοῖς πεπρεσβευμένοις, καὶ τὸ στρατόπεδον ἅπαν συλλήπτορας εἰς τὴν παραδοχὴν τῆς πρεσβείας συνειληφὼς σπένδεται Βασιλείῳ ἐπὶ τούτοις, ὥστε τὸ μὲν στέφος τῆς κεφαλῆς ἀποθέσθαι καὶ ἐπισήμου μεθέσθαι χρώματος, εὐθὺς δὲ μετ’ ἐκεῖνον ἑστάναι, καὶ τούς τε λοχαγωγοὺς καὶ τοὺς ἄλλους ὅσοι τῆς τυραννίδος αὐτῷ ἐκοινώνησαν τὰς αὐτὰς ἔχειν ἀρχὰς καὶ τῶν αὐτῶν μέχρι παντὸς ἀπολαύειν ἀξιωμάτων, ὧν αὐτὸς τούτους ἠξίωσε, καὶ μήτε κτήσεων ἐστερῆσθαι ὧν τε εἶχον καὶ ὧν παρ’ αὐτοῦ προσειλήφασι, μήτε τινῶν ἄλλων τῶν προσκεκληρωμένων αὐτοῖς ἀπεστερῆσθαι. Ἐπὶ τούτοις ἄμφω συνεληλυθέτην, καὶ ὁ βασιλεὺς ἐξεληλύθει τῆς Πόλεως ἔν τινι τῶν λαμπροτάτων χωρίων ὑποδεξόμενός τε τὸν ἄνδρα καὶ τὰς σπονδὰς ποιησόμενος· ὁ μὲν οὖν ὑπὸ βασιλικῇ καθῆστο σκηνῇ, τὸν δὲ Σκληρὸν πόρρωθεν εἰσῆγον οἱ δορυφοροῦντες ἅμα καὶ εἰς ὁμιλίαν τοῦ βασιλέως προσάγοντες, οὐχ ἱππότην, ἀλλὰ βάδην μετακομίζοντες· ὁ δὲ, ἅτε δὴ εὐμεγέθης, ἤδη δὲ καὶ γεγηρακὼς, προσῄει χειραγωγούμενος ἑκατέρωθεν. Ὁ δὲ βασιλεὺς πόρρωθεν τὸν ἄνδρα ἰδὼν, τοῖς ἀγχοῦ ἐφεστῶσι τοῦτο δὴ τὸ δημῶδες καὶ κοινὸν ἀνεφθέγξατο· «Ἰδοὺ ὃν ἐδεδοίκειν, οὗτος χειραγωγούμενος ἱκέτης μου πρόσεισιν». Ὁ μὲν οὖν Σκληρὸς, εἴτε σπουδάσας, εἴτε ἄλλως καταφρονήσας, τὰ μὲν ἄλλα παράσημα τοῦ κράτους ἀπέθετο, οὐ μέντοιγε καὶ τοὺς πόδας τοῦ φοινικοβαφοῦς πεδίλου ἐγύμνωσεν, ἀλλ’ ὥσπερ μέρος τῆς τυρρανίδος ἑαυτῷ ἐπαφεὶς προσῄει τῷ βασιλεῖ· ὁ δέ γε Βασίλειος, καὶ πόρρωθεν ἰδὼν, ἐδυσχέρανε καὶ τοὺς ὀφθαλμοὺς ἔβυσε, μὴ ἂν ἄλλως τοῦτον ἐθέλων ἰδεῖν, εἰ μὴ πάντη ἰδιωτεύσοι τῷ σχήματι· αὐτοῦ γοῦν που πρὸς τῇ τοῦ βασιλέως σκηνῇ ἀπελίττεται καὶ τὸ ἐρυθρὸν πέδιλον ὁ Σκληρὸς, καὶ οὕτως ὑπέδυ τὴν στέγην. Καὶ ὁ βασιλεὺς εὐθὺς ἐξανέστη ἰδών· καὶ ἐφιλησάτην ἄμφω ἀλλήλω, εἶτα δὴ καὶ διαλόγων πρὸς ἀλλήλους ἡψάσθην, ὁ μὲν τῆς τυρρανίδος ἀπολογούμενος, καὶ αἰτίας τιθεὶς δι’ ἃς ἐβουλεύσατό τε τὴν ἀποστασίαν καὶ ἔδρασε· ὁ δὲ ὁμαλῶς τὴν ἀπολογίαν δεχόμενος, καὶ ἐς δαιμονίαν τύχην ἀναφέρων τὸ πεπραγμένον. Ὡς δὲ καὶ κοινοῦ μετεῖχον κρατῆρος, ὁ βασιλεὺς τὴν δεδομένην κύλικα τῷ Σκληρῷ τοῖς οἰκείοις προσαγαγὼν χείλεσι καὶ πιὼν ὅσον δὴ μέτριον, αὖθις ἀντιδίδωσι τῷ ἀνδρὶ, ὑποψίας ἀπάγων καὶ τὸ τῶν σπονδῶν παραδεικνὺς ὅσιον. Εἶτα δὴ καὶ οἷον στρατηγικὸν ἄνδρα ἠρωτήκει περὶ τοῦ κράτους καὶ ὅπως ἂν αὐτῷ ἀστασίαστος ἡ ἀρχὴ τηρηθείη· ὁ δὲ ἄρα οὐ στρατηγικὴν βουλὴν, ἀλλὰ πανοῦργον εἰσηγεῖται γνώμην, καθαιρεῖν μὲν τὰς ὑπερόγκους ἀρχὰς, καὶ μηδένα τῶν ἐν στρατείαις ἐᾶν πολλῶν εὐπορεῖν, κατατρύχειν τε ἀδίκοις εἰσπράξεσιν, ἵνα τοῖς ἑαυτῶν ἀσχολοῖντο οἴκοις, γυναῖκά τε εἰς τὰ βασίλεια μὴ εἰσαγαγεῖν καὶ μηδενὶ πρόχειρον εἶναι, μήτε τῶν ἐν ψυχῇ βουλευμάτων πολλοὺς ἔχειν εἰδήμονας.

Μιχαήλ Ψελλός, Χρονογραφία, Renauld, É. (επιμ.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 1 (Paris 1926), σελ. 23.1-28.18.

Ο αυτοκράτoρας Κωνσταντίνος Η΄ (1025-1028) τυφλώνει το Βασίλειο Σκληρό, εγγονό του στασιαστή Βάρδα:

Βασίλειος δὲ πατρίκιος ὁ ῾Ρωμανοῦ τοῦ Σκληροῦ υἱὸς προσκρούων τῷ μαγίστρῳ Προυσιάνῳ τῷ Βουλγάρῳ στρατηγοῦντι Βουκελλαρίων, ἐς τοσοῦτον προήχθη τόλμης, ὡς καὶ διὰ μάχης τούτῳ ἐλθεῖν. τούτων τὴν διένεξιν Κωνσταντῖνος ὁ βασιλεὺς ἀναισχυντίαν κρίνων κατὰ τῆς βασιλείας ἄμφω ὑπερορίζει, τὸν μὲν ἐν τῇ Ὀξείᾳ νήσῳ, τὸν δὲ ἐν τῇ Πλάτῃ. μετὰ μικρὸν δὲ τὸν μὲν Βασίλειον, κατηγορηθέντα, ὡς εἴη ἀπόδρασιν μελετῶν, ἀπετύφλωσε, τὸν δὲ Προυσιάνον μικροῦ δεῖν τοῦτο αὐτὸ πείσεσθαι, κινδυνεύοντα ἠλευθέρωσεν.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 372.80-87.

Αναφορά του Σκυλίτζη στην εξορία του Βασιλείου Σκληρού από τον γυναικάδελφό του, αυτοκράτορα Ρωμανό Αργυρό:

Καὶ ὁ μάγιστρος δὲ Βασίλειος, ὁ ἐπ’ ἀδελφῇ τοῦ βασιλέως γαμβρός, ὁ Σκληρός, παρὰ Κωνσταντίνου ἐκτυφλωθείς, ἄστατον γνώμην ἔχων καὶ ἀλλοπρόσαλλον, εἰ καὶ μάγιστρος ἐτετίμητο καὶ πολλῶν ἠξίωτο εὐεργεσιῶν παρὰ τοῦ ῾Ρωμανοῦ, ὅμως ἐπιβουλὴν μελετᾷ κατ’ αὐτοῦ. ἀλλὰ φωραθεὶς τῆς πόλεως ἐκβάλλεται σὺν τῇ γυνακί.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 388.20-24.

Η διαμάχη του Ρωμανού Σκληρού τελευταίου σημαντικού εκπροσώπου της οικογένειας, με το Γεώργιο Μανιάκη, όπως περιγράφεται από το Σκυλίτζη:

οὗτος ὁ Μανιάκης κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν τὰς οἰκήσεις ἔχων καὶ ῾Ρωμανῷ γειτονῶν τῷ Σκληρῷ, διαφερόμενος πρὸς αὐτὸν πολλάκις ἐπεχείρησεν τοῦτον ἀνελεῖν, εἰ μὴ φυγῇ τὴν ἑαυτοῦ ἐπορίσατο σωτηρίαν. ἐπεὶ δὲ τὰ ῾Ρωμαίων σκῆπτρα ἐς Κωνσταντῖνον ἦλθε τὸν Μονομάχον καὶ ὁ Σκληρὸς ἐπὶ μέγα τύχης ἦρτο (ἐπαλλακεύετο γὰρ τῷ Μονομάχῳ ἡ τοῦ Σκληροῦ ἀδελφή) μάγιστρος τιμηθεὶς καὶ πρωτοστράτωρ, τῶν εἰς αὐτὸν μεμνημένος τοῦ Γεωργίου καταδρομῶν, καταχρώμενος τῇ ἐξουσίᾳ καὶ τὴν ἀπουσίαν κατατρέχων τοῦ Μανιάκη, τά τε ἀνήκοντα αὐτῷ ἐδῄου καὶ ἔκειρε χωρία καὶ εἰς τὴν τούτου κοίτην ἀνέδην ἐξύβρισεν. ἅπερ ἐκεῖνος ἐν Ἰταλίᾳ πυθόμενος ἤσχαλε καὶ διεπρίετο τῷ θυμῷ. ἄρτι δὲ καὶ σπουδῇ τοῦ ῾Ρωμανοῦ παραλυθεὶς τῆς ἀρχῆς καὶ τοῖς πᾶσιν ἀπεγνωκώς (ᾔδει γάρ, ὡς οὐκ εἰς χρηστὸν αὐτῷ τέλος ἡ εἰς τὸ Βυζάντιον ἄφιξις τελευτήσει), τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀνασείσας καὶ διαφθείρας, διψώντων τῶν στρατιωτῶν τὰς οἰκείας ἰδεῖν πατρίδας, ὅπλα κατὰ τοῦ βασιλέως κινεῖ.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 427.57-428.71.

Οι δεσμοί του αυτοκράτορα Κωνσταντίνου Μονομάχου με την οικογένεια των Σκληρών:

Ἐγεγόνει γὰρ τοιοῦτον· τῆς δευτέρας τετελευτηκυίας τῷ βασιλεῖ γαμετῆς ἣν ἐκ τοῦ τῶν Σκληρῶν ἐπιφανεστάτου γένους ἠγάγετο, εἰς τρίτους μὲν ἀποκλῖναι γάμους οὕτως ἰδιωτεύων ἔτι ᾐσχύνετο, ἅτε μηδὲ τοῖς ῾Ρωμαίων νόμοις δοκοῦν, χείρονι δὲ πράγματι, τῷ συγκεχωρημένῳ εἰ λαθεῖν τις αἱροῖτο, ἠλλάξατο· τὴν γὰρ τοι τῆς μετηλλαχυίας ἀνεψιὰν, ὡραίαν τε οὖσαν καὶ τἄλλα σώφρονα, εἰς παρανομωτάτην ἑαυτῷ μετῆξε συμβίωσιν, ἢ δώροις πείσας, ἢ λόγοις θέλξας ἐρωτικοῖς, ἤ τισιν ἑτέραις δυνάμεσι πρὸς τοῦτο χρησάμενος. Εἰς τοσοῦτον δὲ ἔρωτος ἀλλήλοις ἀνεκεράσθησαν, ὡς μηδένα θατέρου μέρους ἐστερῆσθαι βούλεσθαι, μηδὲ ἐν οἷς κακοδαιμονεῖν ἐδόκουν καιροῖς· καὶ ὑπερορίῳ γὰρ γεγονότι τῷδε τῷ βασιλεῖ, ὡς ὁ λόγος φθάσας ἱστόρησε, συμπαρῆν ἡ γυνὴ, τά τε ἄλλα ὑπερθεραπεύουσα καὶ τὰ ἑαυτῆς προτιθεῖσα ἐκείνῳ, καὶ πάντα τρόπον παραμυθουμένη τοῦτον καὶ τῆς συμφορᾶς τὸ πλεῖστον ἀποφορτίζουσα· ὑπέθαλπον γὰρ κἀκείνην ἐλπίδες ἡγεμονίας, καὶ τοῦ συμβασιλεύειν ὕστερον τῷ ἀνδρὶ τἄλλα ἐτίθετο δεύτερα· τηνικαῦτα γὰρ ᾤετο καὶ τὸν γάμον αὐτοῖς ἐπιτελῆ ἔσεσθαι καὶ τἄλλα γενήσεσθαι ὁπόσα βούλοιντο, τυραννήσαντος τοὺς νόμους τοῦ βασιλείου σκοποῦ.

Μιχαήλ Ψελλός, Χρονογραφία, Renauld, É. (ed.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 1 (Paris 1926), σελ. 141.50.3-142.51.12.

Ο Σκυλίτζης περιγράφει την αντίδραση του λαού στην ερωτική σχέση του Μονομάχου με την ανιψιά του Μαρία Σκλήραινα, αδελφή του Ρωμανού Σκληρού:

κατὰ τοῦτον τὸν χρόνον ἑορτῆς ἀγομένης τῶν ἁγίων τεσσαράκοντα μαρτύρων, ἐν τῇ ἐννάτῃ τοῦ Μαρτίου μηνός, μέλλων ὁ βασιλεὺς εἰς προσκύνησιν ἀπελθεῖν τῶν ἁγίων δημοσίᾳ προόδῳ, κατεστασιάσθη παρὰ τοῦ δήμου. ἐξελθόντος γὰρ τούτου πεζῇ μετὰ πολλῆς δορυφορίας ἀπὸ τοῦ παλατίου καὶ εὐφημίας, καὶ τὸν ἐν Χαλκῇ καταλαβόντος ναὸν τοῦ σωτῆρος, καὶ μέλλοντος ἐκεῖθεν ἐξιππάσασθαι καὶ πρὸς τὸν τῶν μαρτύρων ἀφίκεσθαι σηκόν, ἐξαίφνης ἐξηχήθη φωνὴ ἀπὸ μέσου τοῦ πλήθους· «ἡμεῖς τὴν Σκλήραιναν βασίλισσαν οὐ θέλομεν, οὐδὲ δι’ αὐτὴν αἱ μάνναι ἡμῶν αἱ πορφυρογέννητοι Ζωή τε καὶ Θεοδώρα θανοῦνται». καὶ εὐθὺς συνεχύθη τὰ πάντα, καὶ ταραχὴ κατέσχε τὸ πλῆθος, καὶ ἐζήτει τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰ μὴ τάχιον αἱ βασιλίδες προκύψασαι ἄνωθεν κατεστόρεσαν τὸ πλῆθος, ἀπωλώλεισαν ἂν οὐκ ὀλίγοι, ἴσως δὲ καὶ αὐτὸς ὁ βασιλεύς. κατευνασθείσης δὲ τῆς ταραχῆς ὑπέστρεψεν εἰς τὰ βασίλεια, τὴν ἐς τοὺς μάρτυρας ἄφιξιν παραιτησάμενος. παλλακευομένης γὰρ τῆς θυγατρὸς τοῦ Σκληροῦ τῷ βασιλεῖ οὐκ ὀλίγος ἦν γογγυσμὸς τοῦ τε δήμου καὶ τῆς συγκλήτου καὶ τῶν ἀδελφῶν και δεσποινῶν.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 434.51-66.

Ο Σκυλίτζης περιλαμβάνει το Ρωμανό Σκληρό στους υποστηρικτές του στασιαστή Ισαακίου Κομνηνού (1057):

οἱ δὲ κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν τὰς οἰκήσεις ἔχοντες ἄρχοντες, ὁ πρόεδρος ῾Ρωμανὸς ὁ Σκληρός (ἦν γὰρ οὐδ’ αὐτὸς ἔξω τῶν ὀμωμοσμένων), ὁ Βούρτζης, ὁ Βοτανειάτης, οἱ Βασιλείου τοῦ Αργυροῦ παῖδες καὶ ὁ λοιπὸς ὅμιλος, τέως μὲν ἦσαν ἠρεμοῦντες καὶ ἀρχὴν ἀποστασίας ἀλλαχόθεν προσμένοντες, ἐπεὶ δὲ ἐπύθοντο τὰ κατὰ τὸν Βρυέννιον, καὶ οἵαις ἑαυτὸν οὗτος φρενοβλαβῶς καθυπέβαλε τύχαις, ἐντρεχῶς λογισάμενοι, ὡς ἐταζόμενος οὗτος ἀποφήνειε τὴν συνωμοσίαν καὶ οὐκ εἰς καλὸν τοῖς συνωμόταις τὸ τέλος ἐπενεχθήσεται, ἄραντες ἅπαντες ἀπέρχονται ἐν Παφλαγονίᾳ κατὰ τὴν Καστάμωνα· οἶκος δὲ ἡ Καστάμων τοῦ μαγίστρου Ισαακίου τοῦ Κομνηνοῦ. καταλαβόντες δὲ καὶ αὐτὸν ἠρεμοῦντα ἔτι ἀνιστῶσι καὶ ἄκοντα, καὶ ἔρχονται μετ’ αὐτοῦ κατά τινα τόπον ὁμαλὸν καὶ πλάτος ἱκανὸν ἔχοντα· Γουνάρια ὁ τόπος κατονομάζεται. κἀκεῖσε τοὺς πλησιοχώρους ἀθροίσαντες στρατιώτας καὶ τοὺς ὅσοι πυθόμενοι τὴν κίνησιν ἐθελονταὶ παρεγένοντο, μετὰ πάντων αὐτῶν ἀναγορεύουσι τοῦτον αὐτοκράτορα βασιλέα ῾Ρωμαίων, ὁγδόην ἄγοντος τότε τοῦ Ἰουνίου μηνός, τῆς δεκάτης ἰνδικτιῶνος.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 488.63-489.78.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>