Έκθεσις των τ΄ιη΄ Αγίων Πατέρων – Σύμβολο Νικαίας
1. Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν.
2. καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ,
3. τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα,
4. παθόντα
5. καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ,
6. ἀνελθόντα εἰς οὐρανούς,
7. ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς
8. καὶ εἰς τὸ ἅγιον Πνεῦμα.
9. Τοὺς δὲ λέγοντας «ἦν πότε ὅτε οὐκ ἦν» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν» καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἷναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἀποστολικὴ καὶ καθολικὴ ἐκκλησία.
Concilium universale Ephesenum anno 431, Schwartz, E. (επιμ.), Acta conciliorum oecumenicorum, τόμ. 1.1.7 (Berlin 1924-1925, επανέκδοση 1963), σελ. 65.