|
|
|
|
|
Παραθέματα
|
|
George Pachymeres relates the miraculous intervention of John III Vatatzes on Magnesia city walls
Ἐμοὶ δὲ λοιπὸν καί τι τῶν θαυμαστῶν καθ´ ἡμᾶς τελεσθὲν ἐξειπεῖν, φοβερὸν μὲν εἰπεῖν, ἄπιστον δ´ ἀκοῦσαι, ᾧ δὴ καὶ αὐτὸς διηπίστησα ἄν, κὰν δι´ αὐτὸ καὶ παρέλειπον, εἰ μὴ γὲ πολλοὶ μὲν οἱ εἰπόντες καὶ ἀξιόπιστοι, δεῖγμα δὲ προνοίας ἔχει Θεοῦ καὶ τῆς περὶ τὸ ἀνθρώπινον ἔτι γένος κηδεμονίας, κὰν ἄλλως βαθέως καὶ ὑπὲρ ἡμᾶς ἐνεργῶνται τὰ θεῖα βουλήματα, καὶ ἅμα καὶ βασιλέος χρηστοῦ δόξαντος δόξαν, Θεοῦ κρίνοντος πάντως μετὰ τῶν πιτηδευμάτων, καὶ ἐφ´ οἷς καὶ μόνοις ἐπιτηδεύουσι τὸ τῶν ἀνθρώπων σφάλμα ἣ καὶ κατόρθωμα. Ἤδη μὲν οὖν φθάσαντες ἐδηλώσαμεν πὼς Μαγνησίας τῆς κατ´ Ἔρμον βασιλεὺς ἀπαίρει. Ταύτης μὲν προέστησαν ἕτεροι, βασιλέως ἀπηρκότος ἐκεῖθεν, ἢν δὲ καὶ ὁ ἐπὶ τραπέζης Φιλανθρωπηνός, ἀνὴρ εὐγενείᾳ καὶ γήρᾳ, συνέσει τὲ καὶ ἐμπειρίαις στρατηγικαῖς ἒς ἅπαν κοσμούμενος. Ὡς γοῦν τὸ πόλισμα καστροφύλακι ἐπιτέτραπτο καὶ ἤδη ἐν φυλακαῖς ἐκεῖνος διαγρυπῶν ἢν ὀψὲ τῶν νυκτῶν, πολλάκις ἠμμένην λαμπάδα καὶ περιερχομένην τὸ πόλισμα καθεώρα. Τοῦτο δὶς καὶ τρὶς γεγονὸς εἰς ἐννοίας ἐπῆγε τὸν καστροφύλακα· ὃ δὴ καὶ τοῖς προέχουσι κατὰ τὸ εἰκὸς κοινωσάμενος, κἀκείνους εἰς τὴν ὁμοίαν ἐνῆγεν ἔκπληξιν. Τέως μαθεῖν ἠβούλοντο τὶ ἂν καὶ εἴη τοῦτο. Καὶ πέμπονται μὲν καὶ ἄλλοι κατασκοπήσοντες, οὐδὲν δὲ πλέον τοῦ πραττομένου ἐκείνοις ἀπεκαλύπτετο. Σὺν πολλοῖς δὲ τοῖς ἄλλοις ἀπέρχεται καὶ ὁ τοῦ καστροφύλακος ἀδελφός, ὃν καὶ ἐκκεκωφωμένον ἐκ γενετῆς οἱ πάντες ἤδεσαν. Καὶ τοῖς μὲν τοῦ συνήθους πλέον οὐκ ἢν μανθάνειν, τῷ δὲ τὸ θαυμαστόν, ἐκεῖνο καὶ ἀπόρρητον θέαμα ἐκκαλύπτεται, καὶ ἡ πίστις προσετέθη τῷ καθ´ αὐτὸν θαύματι· ὁ γὰρ λαλῶν ἐξ ἐννεοῦ καὶ κωφοῦ πιστὸν τὲ καὶ ἀναντίρρητον ὅ,τι ἂν εἴποι καθίστα. Βλέπει οὖν ἐκεῖνος προσμένων οὐ λαμπάδα ἠμμένην, ἀλλ´ ἄνδρα βασιλικῶς ἐσταλμένον, τὰς μὲν αὐτῶν φυλακὰς οἷον ἐξουθενοῦντα, αὐτὸν δὲ τὴν τῆς φυλακῆς ἐπιτροπὴν ἔχειν λέγοντα. Καὶ ἅμα εἰπόντα ὡς πρὸς ἀκούοντα λέγειν· καὶ γὰρ ὁ κωφὸς ἤκουε παραυτίκα. Προστάσσειν δὲ τὴν φωνὴν μεγάλη φωνὴ τοῖς φύλαξιν ἐπαγγέλειν ἐγρηγορότας ὡς ἔνι μάλιστα τῆς σωτηρίας ἐπιμελεῖσθαι. Καὶ θαῦμα παραυτίκα ἐπηκολούθει τῷ θαύματι· ὁ γὰρ ἀκούων ἐφ´ ὅ,τι πράξοι ἤδη καὶ φωνῶν ἠκούετο, καὶ ἔδειξεν ἐκεῖνος λαλῶν λόγους πιστούς. Προσπαίει δὲ πᾶσιν, ὅπερ καὶ ἀληθὲς ἤν, ἡ τοῦ βασιλέως ἐκείνου τοῦ ἐλεήμονος Ἰωάννου, καθὼς ἂν ὁ Λυδὸς εἴποι, ἐπιστασία, ἐν ᾗ παρὰ Θεοῦ φυλάττεσθαι ἐπιστεύοντο.
Georges Pachymérès, Relations Historiques IV, επιμ. A. Failler, βιβλία X-XIII (CFHB24/3, Paris 1999), pp. 439.10 - 441.13.
|
|
|
|
|
|