Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Mardaites in Asia Minor

Συγγραφή : Makripoulias Christos (13/12/2005)
Μετάφραση : Velentzas Georgios

Για παραπομπή: Makripoulias Christos, "Mardaites in Asia Minor",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=7807>

Μαρδαΐτες στη Μ. Ασία (Βυζάντιο) (5/3/2007 v.1) Mardaites in Asia Minor (15/2/2006 v.1) 

Παραθέματα

 

Θεοφάνης, Χρονογραφία, in de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), 355, 6-356, 2:

Τούτῳ τῷ ἔτει εἰσῆλθον Μαρδαΐται εἰς τὸν Λίβανον καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς. καὶ πολλοὶ δοῦλοι καὶ αἰχμάλωτοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς κατέφυγον, ὥστε δι' ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. καὶ ταῦτα μαθὼν Μαυΐας καὶ οἱ σύμβουλοι αὐτοῦ ἐφοβήθησαν σφόδρα συλλογισάμενοι, ὅτι τὸ βασίλειον τῶν Ρωμαίων ὑπὸ θεοῦ φρουρεῖται. καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ζητῶν εἰρήνην, ὑποσχόμενος καὶ ἐτήσια τῷ βασιλεῖ παρέχειν πάκτα. δὲ βασιλεὺς τοὺς τοιούτους πρέσβεις δεξάμενος καὶ τὴν αἴτησιν αὐτῶν ἀκηκοὼς ἀπέστειλε σὺν αὐτοῖς ἐν Συρίᾳ Ἰωάννην τὸν πατρίκιον, τὸ ἐπίκλην Πιτζιγαῦδιν, ὡς ἀρχαιογενῆ τῆς πολιτείας καὶ πολύπειρον ὄντα καὶ μεγάλης ἀντεχόμενον φρονήσεως, ἐπί τὸ ἁρμοδίως διαλεχθῆναι τοῖς Ἄραψι καὶ τὰ τῆς εἰρήνης συμφωνῆσαι. τούτου δὲ καταλαβόντος ἐν Συρίᾳ, Μαυΐας σώρευμα πεποιηκὼς τῶν τε ἀμηραίων καὶ κορασηνῶν ἐδέξατο αὐτὸν μετὰ μεγάλης τιμῆς. πολλῶν οὖν ἀναμεταξὺ αὐτῶν εἰρηνικῶν λεχθέντων λόγων, συνεφωνήθη πρὸς ἑκατέρους ἔγγραφον γενέσθαι εἰρήνης μεθ' ὅρκου λόγον ἐπὶ συμφώνου ἐτησίου πάκτου, παρέχεσθαι τῇ Ῥωμαϊκῇ πολιτείᾳ παρὰ τῶν Ἀγαρηνῶν χρυσοῦ χιλιάδας τρεῖς καὶ ἄνδρας αἰχμαλώτους ν΄ καὶ ἵππους εὐγενεῖς ν΄. ταῦτα στοιχηθέντα μεταξὺ τῶν δύο μερῶν ἐπὶ χρόνους λ΄ φυλάττεσθαι πλατεῖαν εἰρήνην ἀνάμεσον Ῥωμαίων καὶ Ἀράβων <πεποίηκεν>. καὶ τῶν τοιούτων καθολικῶν δύο ἐγγράφων λόγων πρὸς ἀλλήλους μεθ' ὅρκων γεγονότων καὶ ἀλλήλοις ἐπιδοθέντων, πολλαχῶς λεχθεὶς πανεύφημος ἀνὴρ πρὸς τὸν βασιλέα ὑπέστρεψε μετὰ καὶ δώρων πολλῶν.

Θεοφάνης, Χρονογραφία, in de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), 361, 7-13:

Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς καὶ θανατικὸν μέγα ἐν Συρίᾳ, καὶ Ἀβιμέλεχ ἐκράτησε τοῦ ἔθνους. τῶν δὲ Μαρδαϊτῶν ἐπιτιθεμένων τοῖς μέρεσι τοῦ Λιβάνου, καὶ τοῦ λοιμοῦ ἐπικρατοῦντος, αὐτός Ἀβιμέλεχ τὴν ἐπὶ Μαυΐου ζητηθεῖσαν εἰρήνην αἰτεῖται ἀποστείλας πρέσβεις πρὸς τὸν βασιλέα, τὰς αὐτὰς τξε΄ χιλιάδας τοῦ χρυσοῦ νομισμάτων συνθέμενος τελεῖν, καὶ τοὺς τξε΄ δούλους, καὶ ὁμοίως εὐγενεῖς ἵππους τξε΄.

Θεοφάνης, Χρονογραφία, in de Boor, C., Theophanis Chronographia (Leipzig 1883), 363, 6-20:

Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς Ἰουστινιανὸν βεβαιῶσαι τὴν εἰρήνην, καὶ ἐστοιχήθη εἰρήνη οὕτως· ἵνα βασιλεὺς παύσῃ τὸ τῶν Μαρδαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου, καὶ διακωλύσῃ τὰς ἐπιδρομὰς αὐτῶν· καὶ Αβιμέλεχ δώσῃ τοῖς Ῥωμαίοις καθἑκάστην ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον· καὶ ἵνα ἔχωσι κοινὰ κατὰ τὸ ἴσον τοὺς φόρους τῆς Κύπρου καὶ Ἀρμενίας καὶ Ιβηρίας. καὶ ἔπεμψεν βασιλεὺς Παῦλον τὸν μαγιστριανὸν πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γέγονεν ἔγγραφος ἀσφάλεια μετὰ μαρτύρων. καὶ φιλοτιμηθεὶς μαγιστριανὸς ὑπέστρεψεν. καὶ πέμψας βασιλεὺς προσελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβ΄, τὴν Ῥωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας. πάσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων εἰς τὰ ἄκρα πόλεις ἀπὸ Μοψουεστίας καὶ ἕως τετάρτης Ἀρμενίας ἀνίσχυροι καὶ ἀοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν· ὧν παρασταλλέντων, πάνδεινα κακὰ πέπονθεν Ῥωμανία ὑπό τῶν Ἀράβων μέχρι τοῦ νῦν.

Θεοφάνης, Χρονογραφία, in de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), 364, 3-5:

Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς ἐν Συρίᾳ· καὶ πολλοὶ εἰσῆλθον εἰς Ῥωμανίαν. καὶ ἐλθὼν βασιλεὺς εἰς Ἀρμενίαν ἐκεῖ ἐδέξατο τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκεον τεῖχος διαλύσας.

Νικηφόρος Πατριάρχης, Ιστορία Σύντομος, in Mango, C. (ed.), Nikephoros, Patriarch of Constantinople, Short History (Corpus Fontium Historiae Byzantinae 13, Washington 1990), 34, 21-31:

δὲ τῶν Σαρακηνῶν βασιλεὺς τὸ τοῦ στόλου ἀκούσας δυστύχημα πρέσβεις ἀποστέλλει πρὸς Κωνσταντῖνον ὡς σπεισόμενος πρὸς αὐτὸν ἐπὶ τελέσμασιν ἐνιαυσίοις. δὲ τούτους δεξάμενος καὶ τὰ δηλωθέντα ἀκηκοὼς συνεκπέμπει αὐτοῖς Ἰωάννην τὸν πατρίκιον, τὸ ἐπίκλην Πιτζιγαύδιον, πολυπειρίᾳ καὶ φρονήσει διαφέροντα, ὡς τὰ ἐπὶ τῇ εἰρήνῃ διαλεχθησόμενον. ὃς πρὸς τὰ τῶν Σαρακηνῶν γενόμενος ἤθη συμβαίνει τε αὐτοῖς ὅρκοις τὴν εἰρήνην βεβαιωσάμενος ἐπὶ τριάκοντα ἔτεσιν, ὥστε παρέχεσθαι Ῥωμαίοις ὑπὸ τῶν Σαρακηνῶν ἀνὰ ἔτος ποσότητα χρυσίου τρεῖς χιλιάδας ἄνδρας τε αἰχμαλώτους πεντήκοντα καὶ ἵππους πεντήκοντα.

Κωνσταντῖνος Πορφυρογέννητος, Πρὸς τὸν ἴδιον υἱὸν Ῥωμανόν, in Moravcsik, G. – Jenkins, R.J.H. (ed.), Constantine Porphyrogenitus, De Administrando Imperio2 (Corpus Fontium Historiae Byzantinae 1, Washington 1967), 21, 3-16:

Ἰστέον, ὅτι πρὸς τῇ τελευτῇ Μαυίου, τῶν Ἀράβων ἀρχηγοῦ, εἰσῆλθον οἱ Μαρδαΐται εἰς τὸν Λίβανον, καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως, καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς. καὶ πολλοὶ δοῦλοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς κατέφυγον, ὥστε δι'ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. Καὶ τοῦτο μαθὼν Μαυίας καὶ οἱ σύμβουλοι αὐτοῦ, ἐφοβήθησαν σφόδρα. Καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ζητῶν εἰρήνην. Ἐπὶ ταύτῃ τῇ προφάσει πέμπεται παρὰ τοῦ βασιλέως Κωνσταντίνου, τοῦ ὀρθοδόξου, υἱοῦ τοῦ Πωγωνάτου, Ἰωάννης ὁ ἐπίκλην Πιτζηκαύδης. Τούτου δὲ καταλαβόντος ἐν Συρίᾳ, Μαυίας ἐδέξατο αὐτὸν μετὰ μεγάλης τιμῆς, καὶ συνεφωνήθη πρὸς ἀμφοτέρους ἔγγραφον γενέσθαι εἰρήνης μεθ' ὅρκου λόγον ἐπὶ συμφώνου ἐτησίου πάκτου, παρέχεσθαι τῷ τῶν Ῥωμαίων βασιλεῖ παρὰ τῶν Ἀγαρηνῶν χρυσίου χιλιάδας τρεῖς καὶ ἄνδρας αἰχμαλώτους ω΄ καὶ ἵππους εὐγενεῖς ν΄.

Κωνσταντῖνος Πορφυρογέννητος, Πρὸς τὸν ἴδιον υἱὸν Ῥωμανόν, in Moravcsik, G. – Jenkins, R.J.H. (ed.), Constantine Porphyrogenitus, De Administrando Imperio2 (Corpus Fontium Historiae Byzantinae 1, Washington 1967), 50, 169-221:

Ἰστέον, ὅτι τύπος ἐκράτησεν παλαιὸς τὸν κατεπάνω Μαρδαϊτῶν Ἀτταλείας παρὰ τοῦ βασιλέως δηλονότι προβάλλεσθαι, διὸ καὶ παρὰ Λέοντος, τοῦ μακαριωτάτου βασιλέως, κατεπάνω προεβλήθη Σταυράκιος ὁ Πλατὺς ἐπονομαζόμενος, ὃς χρόνους μὲν διέπρεψεν ἱκανούς, οὐχί καλῶς δὲ καὶ τὰ τέλη διέθηκεν. Τοῦ γὰρ πρωτοσπαθαρίου Εὐσταθίου καὶ ἀσηκρῆτις ἐν τῷ τῶν Κιβυρραιωτῶν θέματι ἐκ προσώπου ἀποσταλέντος, φθόνοι τινὲς ἀναμεταξὺ τούτων καὶ μάχαι γεγόνασιν· ὅ τε γὰρ Σταυράκιος ὁ Πλατὺς εἰς τὸν πατρίκιον Ἡμέριον καὶ λογοθέτην τοῦ δρόμου θαρρῶν, ὡς ἅτε παρ’ αὐτοῦ εἰς τὸν βασιλέα μεσιτευθείς, τῷ ἐκ προσώπου Εὐσταθίῳ ἀντέπιπτεν, καὶ μάλιστα ἐναντίως εἶχεν, ἐν οἷς αὐτὸν ἑῶρα ἔξω τοῦ δέοντός τι διαπραττόμενον ἢ καὶ προστάττοντα, ὅ τε δὲ πάλιν ὁ ἐκ προσώπου Εὐστάθιος πρὸς τὸν Σταυράκιον διέκειτο ἐχθρωδῶς, καὶ πολλὰς κατ’ αὐτοῦ ἐπιθέσεις καὶ μηχανὰς ἐπλάττετο. Ὅθεν αἰτίας ὁ προρρηθεὶς Εὐστάθιος κατὰ τοῦ Σταυρακίου ἀνήγαγεν, ὡς· «Τὸ τῶν Κιβυρραιωτῶν θέμα δύο στρατηγοὺς ἔχειν οὐ δύναται, δηλονότι ἐμὲ καὶ Σταυράκιον, τὸν κατεπάνω Μαρδαϊτῶν, ἄλλα γὰρ ἐμοῦ προστάττοντος καὶ διοικεῖν ἐθέλοντος, ἄλλα ποιεῖν ὁ κατεπάνω Μαρδαϊτῶν βούλεται, καὶ αὐτεξούσιος ὢν τὰ αὐτῷ δοκοῦντα μανικῶς διαπράττεται.» Ἀνήγαγεν δὲ καὶ ἄλλας ψευδολογίας τινάς, καὶ πολλὰς μηχανὰς κατ’ αὐτοῦ συνερράψατο, τὰς μὲν πιθανῶς συνθείς, τὰς δὲ συκοφαντικῶς τε καὶ μανικῶς ἀναπλασάμενος. Καὶ οὗτος δηλονότι τῷ πατρικίῳ Ἡμερίῳ καὶ λογοθέτῃ τοῦ δρόμου θαρρῶν ταῦτα ἔγραψεν, ἐπειδὴ τῷ τότε καιρῷ φίλος Εὐσταθίου μᾶλλον ἦν ὁ πατρίκιος Ἡμέριος ἤπερ Σταυρακίου, κἂν ὕστερον ἐχθρανθέντες ἀμφότεροι ἔχθρας ἀνάμεστοι καὶ μανίας πλήρεις γεγόνασιν. Τὴν οὖν τοιαύτην ἀναφορὰν Εὐσταθίου δεξάμενος ὁ βασιλεὺς καὶ τῇ αἰτήσει τοῦ πατρικίου Ἡμερίου πεισθείς, δέδωκεν τὴν τοῦ τοιούτου κατεπάνω ἐξουσίαν τῷ πρωτοσπαθαρίῳ Εὐσταθίῳ καὶ ἐκ προσώπου. Τοῦ δὲ μακαρίου βασιλέως τὸν βίον ἀπὸ τῶν κάτω πρὸς τὰ άνω μετηλλαχότος, Ἀλέξανδρος, ὁ αδελφὸς αὐτοῦ, τῆς αὐτοκράτορος ἀρχῆς ἐγκρατὴς γεγονώς, ὡς πάντας τοὺς ὑπὸ τοῦ μακαρίου βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ προβληθέντας ἔν τισιν ἀρχαῖς διεδέξατο, χαιρεκάκοις καὶ κακοβούλοις ἀνδράσιν πεισθείς, οὕτω δη καὶ τὸν προρρηθέντα Εὐστάθιον διεδέξατο, καὶ ἀντ’ αὐτοῦ πεποίηκεν ἕτερον. Ὁ γὰρ Χασὲ ἐκεῖνος, ὁ ἐκ Σαρακηνῶν τῷ γένει ὁρμώμενος, Σαρακηνὸς δὲ τῷ ὄντι τῇ γνώμῃ καὶ τῷ τρόπῳ καὶ τῇ λατρείᾳ διατελῶν, ὁ τοῦ πατρικίου Δαμιανοῦ δοῦλος, ἐπεὶ πολλὴν παρρησίαν εἶχεν τῷ τότε καιρῷ ὁ πρωτοσπαθάριος οὗτος Χασὲ πρὸς τὸν κύριν Ἀλέξανδρον, τὸν βασιλέα, ὡσαύτως καὶ ὁ πρωτοσπαθάριος Νικήτας, ὁ ἀδελφὸς τοῦ Χασέ, ὁ καὶ τῶν Κιβυρραιωτῶν στρατηγὸς γεγονὼς παρὰ αὐτοῦ τοῦ κυροῦ Ἀλεξάνδρου βασιλέως, ὁ Νικήτας οὖν οὗτος, ὁ αδελφὸς τοῦ προρρηθέντος Χασέ, τὸν βασιλέα ᾐτήσατο, ὅτι· «Ὡς ἀρχαῖον σου φίλον εὐεργετεῖν με πρέπον ἐστίν, ἐν δὲ πρὸς τὴν βασιλείαν σου αἴτημα ἔχω, καὶ δίκαιόν ἐστιν εἰσακοῦσαί μου». Τοῦ δὲ βασιλέως διαπορουμένου καὶ ἀντερωτῶντος, τί ἂν εἴη τοῦτο τὸ αἴτημα, καὶ ὅπερ ἐάν ἐστιν, ὑπακοῦσαι ὑποσχομένου, ὁ προρρηθεὶς Νικήτας ᾐτήσατο, ὅτι· «Τὸν υἱόν μου, αἰτοῦμαι ἵνα ποιήσῃ ἡ βασιλεία σου κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλείας», οὗτινος ὁ βασιλεύς τῇ αἰτήσει πεισθείς, ἐπὶ προελεύσεως εἰσαγαγὼν ἐπὶ τοῦ Χρυσοτρικλίνου τὸν υἱὸν τοῦ πρωτοσπαθαρίου Νικήτα, τὸν σπαθαροκανδιδάτον Ἀβέρκιον, προεβάλετο αὐτὸν κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλείας, καθὼς καὶ ὁ μακάριος Λέων ὁ βασιλεὺς πρότερον Σταυράκιον τὸν Πλατὺν ἐπονομαζόμενον. Καὶ ὁ ἐξ ἀρχῆθεν παλαιὸς ἔχων τύπος, καθὼς ἐν ἀρχαῖς εἴρηται, ὑπὸ τοῦ βασιλέως προβάλλεσθαι τὸν κατεπάνω Μαρδαϊτῶν.

Κωνσταντῖνος Πορφυρογέννητος, Ἔκθεσις τῆς βασιλείου τάξεως, in Reiske, I.I. (ed.), Constantini Porphyrogeniti De cerimoniis aulae byzantinae (Bonn 1829), 654, 1-3:

Διὰ τῶν Μαρδαϊτῶν. Μαρδαΐται, στρατὸς σὺν ἀρχόντων δπζ΄, καὶ κατὰ προσθήκην ἕτεροι ,α· ὁμοῦ επζ΄.

Κωνσταντῖνος Πορφυρογέννητος, Ἔκθεσις τῆς βασιλείου τάξεως, in Reiske, I.I. (ed.), Constantini Porphyrogeniti De cerimoniis aulae byzantinae (Bonn 1829), 655, 4-8:

Διὰ τῶν Μαρδαϊτῶν τῆς Δύσεως. Στρατὸς συνάρχοντες δπζ΄. ρόγα κεντηνάρια δ΄, λίτραι ξστ: λβ΄. καὶ ἡ προσθήκη ἀνδρῶν ,α ἀνά: η΄, γινόμενον ρ α΄, λίτραι ια΄: η΄. ὁμοῦ τὸ πᾶν διὰ τῶν Μαρδαϊτῶν τῆς δύσεως ρόγα κεντηνάρια ε΄ λίτραι οζ΄: μβ΄.

Κωνσταντῖνος Πορφυρογέννητος, Ἔκθεσις τῆς βασιλείου τάξεως, in Reiske, I.I. (ed.), Constantini Porphyrogeniti De cerimoniis aulae byzantinae (Bonn 1829), 656, 10-12:

διὰ τῶν Μαρδαϊτῶν τῆς δύσεως τουρμαρχῶν γ΄ ἀνά: λστ΄, δρουγγαρίων μβ΄ ἀνά: ιβ΄, κομήτων μβ΄ ἀνά: στ΄, στρατιωτῶν ,ε ἀνά: δ΄.

Κωνσταντῖνος Πορφυρογέννητος, Ἔκθεσις τῆς βασιλείου τάξεως, in Reiske, I.I. (ed.), Constantini Porphyrogeniti De cerimoniis aulae byzantinae (Bonn 1829), 656, 18-657, 7:

ἰστέον, ὅτι ἐδέξατο στρατηγὸς τῶν Κιβυρραιωτῶν καὶ κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλίας, ἵνα μὲν στρατηγὸς εὐτρεπίσῃ χελάνδια δύο ἀπὸ τῶν οὐσιῶν τῶν τουρμαρχῶν, δὲ κατεπάνω τῶν Μαρδαϊτῶν εὐτρεπίσῃ γαλαίας, καὶ διὰ Μαρτίου μηνὸς ἀποστείλωσι αὐτὰ εἰς Συρίαν, ἵνα περὶ πάντων τῶν ἐκεῖσε μελετωμένων καὶ πραττομένων ἐνέγκωσιν ἀπόκρισιν καὶ ἀληθὲς μανδάτον.

Κωνσταντῖνος Πορφυρογέννητος, Ἔκθεσις τῆς βασιλείου τάξεως, in Reiske, I.I. (ed.), Constantini Porphyrogeniti De cerimoniis aulae byzantinae (Bonn 1829), 660, 7-12:

ἰστέον, ὅτι ἐδέξατο τε Κιβυρραιώτης καὶ κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλίας καὶ Λέων τοῦ Συμβατίκη, ἵνα ἔχωσιν ἀσφάλειαν καὶ ἀκρίβειαν, καὶ μὴ παραχωρῶσίν τινα τῶν ἀγνωρίστων πρὸς Συρίαν ἀπελθεῖν, καὶ διαὐτῶν ἀποκομισθῆναι εἰς Συρίας τὰ ἀπὸ Ῥωμανίας μανδάτα.

Κωνσταντῖνος Πορφυρογέννητος, Ἔκθεσις τῆς βασιλείου τάξεως, in Reiske, I.I. (ed.), Constantini Porphyrogeniti De cerimoniis aulae byzantinae (Bonn 1829), 662, 16-17:

οἱ ναύκληροι τῶν γαλεῶν ἀνά: δ΄, λαὸς τῶν γαλεῶν, ἤτοι οἱ Μαρδαΐται, ἀνά: γ΄.

Κωνσταντῖνος Πορφυρογέννητος, Ἔκθεσις τῆς βασιλείου τάξεως, in Reiske, I.I. (ed.), Constantini Porphyrogeniti De cerimoniis aulae byzantinae (Bonn 1829), 665, 19-21:

ἀπὸ τῶν Μαρδαϊτῶν τῶν τῆς Δύσεως θεμάτων, Νικοπόλεως, Πελοποννήσου, Κεφαλληνίας ἄνδρες, γ΄.

Συνεχιστές Θεοφάνους, in Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), 304, 23-305, 3:

Ἐν τούτῳ δὲ καὶ αὐτὸς τὸ λεῖπον τῆς στρατείας ἀπὸ τῶν κατὰ Πελοπόννησον στρατιωτῶν καὶ Μαρδαϊτῶν ἀναπληρώσας, καὶ τὸν στρατηγὸν συνεργὸν προσλαβόμενος, πρὸς ἐπίθεσιν εὐτρεπίζεται.

Συνεχιστές Θεοφάνους, in Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), 311, 23-305, 3:

διαπιστοῦντος δοὖν ὅμως αὐτοῦ, μετὰ δεκάτην ἡμέραν τινὲς τῶν διαδράντων τὸν ὄλεθρον, ἀπὸ τῶν κατὰ Πελοπόννησον Μαρδαϊτῶν καὶ Ταξάτων τυγχάνοντες, αὐτάγγελοι τῶν ὀλεθρίων διηγημάτων γεγόνασιν.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>