|
|
|
|
|
Παραθέματα
|
|
The coronation of Michael IX in the church of Hagia Sophia
Ἐπεὶ δ’ ἀντίπαις ἦν ὁ υἱὸς Μιχαὴλ ἤδη τῷ βασιλεῖ καὶ τὸν ὑπὲρ τὸν ἔφηβον ἤλαυνεν, οὐκ ἀπεικὸς ἡγεῖτο οὐδ’ ἀπρεπὲς ἄλλως μὴ βασιλικῶς ταινιοῦν, καὶ ταῦτα καὶ τόσην πληροφορίαν ἐπὶ τῷ ταινιώσοντι κεκτημένος· ὅθεν καὶ ἐξαρτύεται μὲν τὰ ἐπὶ τῇ τοιαύτῃ χρείᾳ προσήκοντα ἀποχρώντως λίαν καὶ φιλοτίμως· καιρὸν δ’ ἡγησάμενος πρέποντα ἡμέραν τῆς μνήμης τοῦ πρώτου ἐν Χριστιανοῖς βασιλέως, μᾶλλον δὲ καὶ σφίσι τῆς ἐλευθερίας ἄρξαντος Κωνσταντίνου, ἐν ταύτῃ καὶ τὰ τῆς στεφηφορίας τῷ υἱῷ ἀπεπλήρου· καὶ εἰκοστῇ πρώτῃ Πυαντιῶνος μηνὸς κατὰ τὸν τοῦ θεοῦ σοφίας νεών, συναχθέντων ἁπάντων, ὅσον ἦν τῶν ἐν τέλει καὶ ἄλλως καὶ ὑπηρτικὸν βασίλειον, ὅσον τῆς πολιτείας καὶ ὅσον τῶν στρατιωτικῶν δυνάμεων, οὐδ’ αὐτῶν ἀπόντων τῶν κατὰ τὴν πόλιν Ἰταλῶν, ἔτι δὲ καὶ ὅσοι κατὰ χρείαν πρεσβείας ἐπεδήμουν τῇ Κωνσταντίνου, καὶ αὐτῶν δὴ τῶν τὸ ἐπὶ τῇ Αἰκατερίνῃ κῆδος μεσιτευόντων... τὸ μὲν ἱερατικὸν πᾶν καὶ μοναχικὸν ἀφ’ ἑσπέρας παννύχιον ὑπὸ δαψιλέσι φωσὶν ἀπετέλουν τὴν ὑμνῳδίαν, ἄνωθεν τοῦ βασιλέως ἱσταμένου καὶ ἀκροωμένου τῶν ὕμνων... ἄνεισι μὲν ἐπ’ ἄμβωνος ὁ κρατῶν, ἄνεισι δὲ καὶ ὁ πατριάρχης, συνάνεισι δὲ σφίσι καὶ ὁ εἰς βασιλείαν μετὰ τοῦ πατρὸς χρισθησόμενος· καὶ μετὰ λαμπρῶν καὶ περιφανῶν τῶν τελετῶν στέφει μὲν βασιλεὺς τὸν υἱὸν, συνεπιλαμβανομένου τοῦ στέφους καὶ τοῦ ἱεράρχου, χρίει δ’ ὁ ἱεράρχης τῷ θείῳ μύρῳ τὸν τῆς βασιλείας συμμετάσχοντα.
Georges Pachymérès relations historiques III, ed. A. Failler (Paris 1999), pp.219-221.
|
|
|
|
|
|