Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Romanos IV Diogenes

Συγγραφή : Markouris Yannis (10/11/2002)
Μετάφραση : Loumakis Spyridon

Για παραπομπή: Markouris Yannis, "Romanos IV Diogenes",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=9121>

Ρωμανός Δ΄ Διογένης (20/12/2009 v.1) Romanos IV Diogenes (15/2/2006 v.1) 

Παραθέματα

 

Michael Attaleiates, a contemporary to Romanos IV, recounts the latter's enthronement

Ὅμως δ’ οὖν ἀνίσταταί τις τῶν εὐπατριδῶν, ῾Ρωμανὸς βεστάρχης, ᾧ τὸ ἐπίκλην Διογένης. οὗτος γὰρ καὶ πρότερον μὲν ὁρῶν ἐκ τῆς τῶν κρατούντων αἰτίας καὶ τῶν ἐκεῖθεν ὑστερημάτων ἀναπληρούμενα τῶν ἐχθρῶν τὰ θελήματα καὶ μεγάλους γινομένους ταῖς μικρολογίαις τῶν ῾Ρωμαίων, ἐποτνιᾶτο καὶ ἤσχαλλε, καὶ ἀποστασίαν μὲν ὤδινεν, οὐκ ἔρωτι μέν, ὡς διεβεβαιοῦτο ὕστερον, καὶ ἀπολαύσει τῶν ἑξαιρέτως αὐτῆς, ἀλλ’ ὡς τὰς τύχας ἀνορθῶσαι τῶν ἤδη πεσόντων ῾Ρωμαίων, ὅτι μὴ κατὰ λόγον εἶχε τὰ πράγματα. ἐμπιστευθεὶς οὖν ἐπὶ τέλει τοῦ βασιλέως τοῦ Δούκα τὴν τῆς Σαρδικῆς ἀρχήν, ἐβουλεύσατο τοὺς Σαυρομάτας προσλαβέσθαι συνεργοὺς εἰς τὸ μελετώμενον καὶ εἰς προῦπτον αὐτὸ ἀγαγεῖν. ἐπείθοντο γὰρ ἐκεῖνοι τῷ ἀνδρὶ τούτῳ διὰ τὸ ἐκ τῆς ἀγχιθύρου στρατηγίας προεπιγινώσκεσθαι τοῦτον αὐτοῖς, ὁπότε τῶν περὶ τὸν Ἴστρον ἄρχων πόλεων τούτοις ἀντεπολέμησε καὶ πεσεῖν ἐκινδύνευσεν, εἰ μὴ ἐξείλετο τοῦτον ἀκαταγωνίστῳ ῥύμῃ καὶ ῥώμῃ Νικηφόρος μάγιστρος ὁ Βοτανειάτης· τοῦτο γὰρ ἐγὼ διὰ χειλέων τοῦ Διογένους ὁμολογούμενον ἐπυθόμην. γενομένων δὲ γραμμάτων πρὸς ἐκείνους ἐφ’ ᾧ τελεσθῆναι καὶ τὰς συνθήκας δι’ ὅρκου, τῶν συμβούλων αὐτοῦ τις, τὸ γένος Ἀρμένιος, ὃς καὶ πρὸς τὸ ἔργον αὐτὸν μειζόνως ἠρέθισεν, ἐπεβουλεύσατο τούτῳ, καὶ συμπείσας ἀποστεῖλαι τοὺς ἀμφ’ αὐτὸν μηνυτὰς τῶν βεβουλευμένων, πρὸς σύμπνοιαν ἄξοντας τῶν τε στρατηγούντων καὶ τῶν ὑπηκόων τινάς, ὡς εἶδεν αὐτὸν ἐψιλωμένον χειρός, κατεῖπεν αὐτοῦ ἐν τοῖς ἐγχωρίοις ὡς εἴη μεμελετηκὼς ἀποστασίαν, μᾶλλον δὲ προδοσίαν αὐτῶν εἰς τοὺς Σαυρομάτας. καὶ πρὸς θυμὸν διερεθίσας αὐτοὺς ἐπιτίθεται τούτῳ ἀθρόον, καὶ μόνον εὑρηκὼς συλλαμβάνει καὶ εἰς τὴν βασιλεύουσαν ἄγει δεσμώτην, δίκας τοῦ τολμήματος δώσοντα. κριθεὶς τοίνυν παρὰ τῶν πρώτων τῆς συγκλήτου βουλῆς τῷ τῶν ἐπιβούλων νόμῳ ἑάλω καὶ κατεψηφίσθη θανεῖν, μὴ ἀντερίσας ἢ ἀντιθέσεις πλασάμενος ἢ τὴν κατηγορίαν ἀπαρνησάμενος, ἀλλ’ αὐτέλεγκτος ἐκ τῆς ὁμολογίας γενόμενος. εἰ δὲ καὶ αὐτὸς τῶν δικασάντων μέρος ὑπῆρχον, ἴσασιν οἱ πολλοί. διὸ καὶ ὑπερορίᾳ ἀπεστάλη πρὸς νῆσον, πᾶσιν ἀνίαν ἐνθέμενος ὅσοι τῆς αὐτοῦ νεότητος ἢ καὶ γενναιότητος ἐν πείρᾳ καθίσταντο. οἱ δ’ ἀγνοοῦντες αὐτὸν ἐκ τῶν εἰδότων παραλαμβάνοντες ὑπῆρχον ἐξ ἀκοῆς ἐρασταί· καὶ διὰ τοῦτο δι’ εὐχῆς ἦν τοῖς ὅλοις ἀνώτερον γενέσθαι τὸν ἄνδρα κολαστηρίων καὶ χαρισθῆναι τῇ ῾Ρωμαίων ἀρχῇ. ἐπεὶ δὲ καὶ ὁ σκοπὸς τοῦ ἀνδρὸς οὐ φιλαυτίας ἀλλὰ φιλαδελφίας καὶ φιλευσεβείας ὅλος ἦν, ὡς προέφαμεν, περιαλγοῦντος τῆς τῶν ὀρθοδόξων κακοπαθείας, ἐνηργήθη λοιπὸν τοῖς εὐχομένοις τὰ τῆς εὐχῆς, καὶ παραστάντος αὐτοῦ τῷ βασιλικῷ βήματι περιέσχεν ἔλεος ἄσχετον τὴν Αὐγοῦσταν, καὶ σταλαγμοὶ δακρύων τῶν βλεφάρων ταύτης ἐξέπεσον· ἦν γὰρ ὁ ἀνὴρ οὐ μόνον τοῖς ἄλλοις πλεονεκτήμασι προτερῶν, ἀλλὰ καὶ θεαθῆναι παντάπασιν ἥδιστος, ἐπιμήκης τε καὶ στέρνων καὶ νώτων ἐν καλῷ καθορώμενος, καὶ εὐγενές τι πνέων ὡς ἀληθῶς καὶ διογενές, εὐόφθαλμός τε εἴπερ τις ἄλλος, καὶ κάλλος ἀποστίλβων τοῖς ὀφθαλμοῖς, μήτ’ ἀκριβὲς τὸ λευκὸν μήτε τὸ μέλαν ἀποσώζων ὡσαύτως ἀλλ’ ὥσπερ συγκεκερασμένον… τῇ δημιουργίᾳ τῇ φύσει καὶ συγκεκραμένον τῷ ἐρυθήματι, κἀν τούτοις ἅπασι τὴν γλυκύτητα περιθέουσαν ἔχων, καὶ ἄξιον εἶδος κατὰ τὸν κωμικὸν τυραννίδος ἐπιδεικνύμενος. ὡς οὖν καὶ ἡ ἑστῶσα γερουσία συνέπαθεν, εὐθὺς ἐπηκολούθησεν ἡ συμπάθεια, καὶ περισωθεὶς τοῦ κινδύνου καὶ βασιλικῶν ἀξιώσεων ἔτυχε, καὶ ἀπολυθεὶς παρὰ πάντων ἠσπάζετό τε καὶ εὐφημεῖτο καὶ ἔργον εὐχῆς γενέσθαι κατήκουσε, καὶ τὴν αὐτοῦ σωτηρίαν ἰδίαν ἐνόμιζεν ἕκαστος. ἐξιὼν οὖν εἰς Καππαδοκῶν, ἐξ ἧς τὴν ἀρχὴν τῆς γενέσεως ἔσχηκε, πάλιν μεταπεμφθεὶς εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε, κἀν τοῖς γενεθλίοις τοῦ Χριστοῦ μάγιστρος καὶ στρατηλάτης ἀνεδείχθη παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων, ὡς ἔθος τοῖς βασιλεῦσιν, εἰς τὸν μέγιστον σηκὸν τῆς τοῦ θεοῦ σοφίας.

Bekker, I. (ed.), Michaelis Attaliotae Historia (Bonn 1853), pp. 97, 7-100, 3.

The accessio of Romanos IV to the throne, according to Skylitzes Continuator

Ἀλλ’ ἐπειδήπερ ἐξ ἀνάγκης βασιλέως ἐδεήθη τὰ πράγματα δυναμένου αὐτὰ ποσῶς καταστῆσαί τε καὶ ὁμαλίσαι ἐν οὕτως ἐναντίοις καιροῖς, ἐψηφίζετο μὲν ἀξιολογώτατος ὁ Βοτανειάτης καὶ ἄλλοι πολλοί, νικᾷ δὲ ὅμως ἡ θεία βουλή· διὸ καὶ ἀνάγεται ἐπὶ ταύτην ὁ βεστάρχης ῾Ρωμανὸς ὁ Κωνσταντίνου τοῦ Διογένους υἱός. Ὃν δὲ τρόπον ἀνήχθη, ἔνθεν ἐρῶ. Ἦν μὲν προβεβλημένος δοὺξ Σαρδικῆς ὁ Διογένης, πατρίκιος δὲ τυγχάνων ἐζήτησε τὸν βασιλέα Κωνσταντῖνον τὸν Δούκαν τιμηθῆναι βεστάρχης. Ὁ δὲ βασιλεὺς ὑπειπὼν αὐτῷ: «δεικνύων ἔργα ἀπαίτει μισθούς», κενὸν αὐτὸν καὶ ἄπρακτον ἀπεπέμψατο μὴ προσσχὼν τῇ αἰτήσει αὐτοῦ. Ἐξελθὼν οὖν ὁ Διογένης καὶ τὴν Σαρδικὴν καταλαβών, περιτυχὼν Πατζινάκοις ἐξελθοῦσι καὶ λεηλατοῦσι τὴν χώραν τρόπαιον μέγιστον ἐστήσατο κατ’ αὐτῶν, καὶ τῶν ἑαλωκότων ζῶντας μὲν πολλούς, κεφαλὰς δὲ τῶν ἀνηρῃμένων τῷ βασιλεῖ πεπομφὼς ἐτιμήθη βεστάρχης, γράψαντος αὐτῷ τοῦ βασιλέως ὡς οὐκ ἐμὸν δῶρον, ὦ Διόγενες, τοῦτο ἀλλὰ τῆς οἰκείας ἀρετῆς καὶ ἀνδραγαθίας. Διατρίβων δὲ ἐκεῖσε ἠβουλήθη μὲν ἀντᾶραι τῷ βασιλεῖ, ἐπέσχε δὲ τὸ μελετώμενον δεδιὼς εἰς φῶς ἀγαγεῖν. Ὅμως, ἐπειδὴ ὁ βασιλεὺς ἀπῆν καὶ τὰ τῆς βασιλείας ἐχήρευον, κοινολογεῖταί τινι τῶν πιστικωτάτων τὸ πρᾶγμα καὶ δι’ αὐτοῦ τοῖς παρακειμένοις ἔθνεσιν ὁμιλήσας περὶ τοῦ αὐτοῦ πράγματος, φιλίως αὐτῷ διακειμένοις ἐξ ὅτου τῶν παρ’ ἐκείνοις ἦρξε μερῶν καὶ τῆς αὐτοῦ γενναιότητος πεῖραν ἔχουσι δαψιλῆ. Καταμηνύεται παρά του Ἀρμενίου τὸ γένος, καὶ δὴ συλληφθεὶς δεσμώτης πρὸς τὴν βασιλίδα ἀπάγεται. Ἐλεγθεὶς δὲ καὶ καταθέμενος καὶ διὰ τοῦτο κατακριθεὶς θάνατον ὡς ἐπίβουλος ὑπερορίζεται καὶ τῆς πόλεως ἐκβάλλεται, πᾶσιν ἀνίαν ἐνθέμενος ὅσοι τῆς αὐτοῦ γενναιότητος καὶ ἀνδρείας ἐν πείρᾳ καθίσταντο. Οἱ δ’ ἀγνοοῦντες ἐκ τῶν εἰδότων ταύτην παραλαμβάνοντες ὑπῆρχον ἐξ ἀκοῆς ἐρασταί. Καὶ διὰ τοῦτο δι’ εὐχῆς ἦν τοῖς ὅλοις ἀνώτερον τὸν ἄνδρα γενέσθαι κολαστηρίων καὶ χαρισθῆναι τῇ ῾Ρωμαίων τοῦτον ἀρχῇ. Ἐπεὶ δὲ ὁ σκοπὸς ζήλου θείου ἦν καὶ οὐ φιλαυτίας, περιαλγοῦντος τῆς τῶν χριστιανῶν πληθύος παχούσης κακῶς καὶ κεραϊζομένης ὁσημέραι πρὸς τῶν Ἀγαρηνῶν, ἐνηργήθη λοιπὸν τοῖς εὐχομένοις τὰ τῆς εὐχῆς. Παραστάντος γὰρ αὖθις αὐτοῦ τῷ βασιλικῷ βήματι περιέσχεν ἔλεος ἄσχετος τὴν αὐγοῦσταν Εὐδοκίαν· ἦν γὰρ ὁ ἀνὴρ μετὰ τῶν ἄλλων καὶ θεαθῆναι ἀγαθός, ἐπιμήκης τε τὴν ἡλικίαν ὢν καὶ στέρνων καὶ νώτων ἐν καλῷ καθορώμενος, εὐόφθαλμός τε, εἴπερ τις ἄλλος, καὶ τοῦ πάθους αὐτόθεν παράκλησιν ἐκκαλούμενος, μήτ’ ἀκριβὲς τὸ λευκὸν μήτε τὸ μέλαν ἀποσῴζων, ἀλλ’ οἷον συγκεκραμένα κατ’ ἴσον ἀμφότερα. Ὡς οὖν καὶ ἡ παρεστῶσα γερουσία συνέπαθεν, εὐθὺς ἐπηκολούθησεν ἡ συμπάθεια. Καὶ περισωθεὶς τοῦ κινδύνου παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν βασιλικῆς ἀξιώσεως ἔτυχε. Διὸ καὶ ἀπολυθεὶς παρὰ πάντων ἠσπάζετο. Ἐξιὼν οὖν εἰς τὴν Καππαδοκῶν, ἐξ ἧς καὶ τὴν γέννησιν ἔσχηκε, πάλιν μεταπεμφθεὶς εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε, κἀν τοῖς γενεθλίοις τοῦ σωτῆρος Χριστοῦ μάγιστρος τιμᾶται καὶ στρατηλάτης προβέβληται παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων εἰς τὸν μέγιστον καὶ περίπυστον τῆς τοῦ Θεοῦ Σοφίας σηκόν.

Τσολάκης, Ε. (ed.), Ioannes Scylitzes Continuatus (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), pp. 121, 9-122, 27.

Skylitzes Continuator on Romanos IV's coronation (New Years Day 1068)

Ἕνα καθένα γοῦν πρὸς ἑαυτὸν ὁ πατριάρχης προσκαλούμενος τὸ ἀναγκαῖον τοῦ πράγματος κατεσκεύαζε, διασύρων τὸ ἔγγραφον ὡς ἔκνομόν τε καὶ ἄθεσμον καὶ διὰ ζηλοτυπίαν ἑνὸς ἀνδρὸς γεγονὸς καὶ μὴ πρὸς κοινὴν λυσιτέλειαν ἀφορῶν, ὅπερ ἔσται πάντως, εἰ ζευχθήσεται ἡ βασιλὶς ἀνδρὶ γενναίῳ τε καὶ θυμοειδεῖ· ἀναθηλήσουσι γὰρ τὰ ῾Ρωμαίων ἐσαῦθις, ἤδη μαρανθῆναι καὶ ἀποσβεσθῆναι ἐλπιζόμενα. Ὡς δ’ ἔσχε πάντας συμψήφους, τοὺς μὲν πειθοῖ καὶ κολακείᾳ, τοὺς δὲ καὶ χρημάτων παροχαῖς καὶ μειλίγμασιν ἁδροτέροις, καὶ τῷ πραχθησομένῳ δέος οὐχ ὑπῆν, ἄγεται μὲν ὁ Διογένης νυκτὸς εἰς τὰ βασίλεια ἔνοπλος καὶ τῇ βασιλίδι προσζεύγνυται· ἀναγορεύεται δὲ βασιλεὺς κατὰ τὴν πρώτην τοῦ Ἰανουαρίου μηνὸς τῆς ἕκτης ἐπινεμήσεως, ἔτει ͵ϚφοϚʹ, λαθὼν πάντας τοὺς τῆς βασιλίδος υἱεῖς. Γίνεται παραυτίκα τάραχος παρὰ τῶν Βαράγγων πολὺς μὴ ἀνεχομένων εὐφημῆσαι αὐτὸν παρὰ τὰ κοινῇ δόξαντα. Ἐπιφανεὶς δὲ αὐτοῖς ὁ ταύτης υἱὸς Μιχαὴλ σὺν τοῖς ἀδελφοῖς γνώμῃ αὐτῶν ἀπαγγέλλουσι γενέσθαι τὸ γεγονός, καὶ αὐτίκα μετατραπέντες μεγάλαις καὶ διατόροις φωναῖς αὐτὸν καὶ αὐτοὶ ἀνηγόρευσαν.

Τσολάκης, Ε. (ed.), Ioannes Scylitzes Continuatus (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), pp. 123, 17-124, 7.

Romanos IV Diogenes in captivity (August 26, 1071)

Τὸν δὲ βασιλέα περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ’ ἅτε στρατιωτικῶν καὶ πολεμικῶν εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς καρτερῶς ἠμύνατο, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα, τοῦ τε ἵππου κατακοντισθέντος ἐκ ποδὸς ἱστάμενος διεμάχετο. Καμὼν δ’ ὅμως πρὸς ἑσπέραν ἁλώσιμος –φεῦ τοῦ πάθους– καὶ αἰχμάλωτος ὁ περιώνυμος βασιλεὺς ῾Ρωμαίων γίνεται. Καὶ τῇ μὲν νυκτὶ ἐκείνῃ ἐπ’ ἴσης τοῖς πολλοῖς ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδαρθε, μυρίοις περικλυζόμενος λυπηρῶν κύμασι. Τῇ δ’ ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλώσεως χαρά τις ἄπληστος καὶ ἀπιστία κατέσχεν αὐτὸν οἰόμενον <ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι>, ὥσπερ καὶ ἦν, μετὰ νίκην τοσούτου καὶ τηλικούτου στρατοῦ καὶ αὐτὸν τὸν βασιλέα ἁλώσιμον λαβεῖν καὶ ὑποχείριον. Ἀνθρωπίνως δὲ ὅμως τὸ γεγονὸς λογισάμενος καὶ τὴν νίκην μετριοφρόνως ἐνεγκὼν καὶ τὸ γεγονὸς εὐτύχημα συστολὴν μᾶλλον καὶ ψυχῆς ἀγαθῆς ἔνδειξιν καὶ τρόπων καλοκαγαθίας μεστῶν θέμενος, Θεῷ τὸ πᾶν ἀνετίθει, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτοῦ ἰσχὺν ἀποτελέσας τρόπαιον. Διὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ Ἀξὰν τοῦ βασιλέως ῾Ρωμαίων ἐν εὐτελεῖ καὶ στρατωτικῇ ἀμπεχόνῃ διαπορῶν ἦν καὶ περὶ τούτου μαρτυρίαν ζητῶν. Ὡς δ’ ἐπληροφορήθη παρὰ τῶν πρέσβεων καὶ τοῦ Βασιλακίου, πεσόντος μὲν πρὸ τῶν ποδῶν αὐτοῦ, οἰκτρὸν δέ τι καὶ γοερὸν ἀνοιμώξαντος, εὐθὺς ὥσπερ ἐμμανὴς ἀνέθορε τοῦ θρόνου καὶ ἔστη ὀρθός. Τεθέντα τοῦν ὅμως πρὸ τῶν ποδῶν αὐτοῦ, πατήσας, ὥσπερ ἔθος, καὶ ἀναστήσας καὶ περιπτυξάμενος «μὴ δέδιθι» ἔφη «ὦ βασιλεῦ, ἀλλ’ εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ, τιμηθήσῃ δ’ ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. Ἄφρων γὰρ ἐμοὶ λογίζεται ἐκεῖνος, ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς λογιζόμενός τε καὶ εὐλαβούμενος». Ἐπιτάξας οὖν αὐτῷ σκηνὴν ἀποταχθῆναι καὶ θεραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν τηνικαῦτα καὶ ὁμοδίαιτον ἀπειργάσατο, μὴ παρὰ μέρος καθίσας, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκκρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. Δὶς τῆς ἡμέρας συνερχόμενος αὐτῷ καὶ συλλαλῶν καὶ παρακλήσεσιν ἀνακτώμενος, μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων ἐκοινώνει αὐτῷ λόγων τε καὶ ἁλῶν μηδ’ ἄχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον πεπαρῳνηκώς, περί τινων δὲ δοκούντων σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας.

Τσολάκης, Ε. (ed.), Ioannes Scylitzes Continuatus (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), pp. 150, 6-151, 13.

The fall of Romanos IV Diogenes, according to Skylitzes Continuatus

Ὁ δὲ καῖσαρ τὰ τῆς βασιλείας, ὡς ἐδόκει, ἄριστα κρατυνόμενος, τὸν πρόεδρον Κωνσταντῖνον, τὸν βραχύτερον τῶν υἱέων, μετὰ δυνάμεως ἁδρᾶς κατὰ τοῦ Διογένους ἀφίησιν, ὃς καὶ ἑνωθεὶς αὐτῷ ἐν τῇ Δοκείᾳ ἀπεδειλία τὸν πόλεμον. Ὁρῶν δὲ ὁ Διογένης ὑπερτεροῦντα τοῦ Κωνσταντίνου ἑαυτόν, ἄρας ἐκεῖθεν ἀφικνεῖται εἰς Καππαδοκίαν. Ἐν τοσούτῳ δὲ πλῆθος Φράγκων τῷ Κωνσταντίνῳ προσγίνεται, καὶ Κρισπῖνος αὐτὸς μετὰ τῶν ὁμογενῶν, ὃν ἀνιὼν ὁ Διογένης ἐν Ἀβύδῳ περιώρισε πρότερον. Θεόδωρον οὖν πρόεδρον τὸν Ἀλυάτην, ἄνδρα γενναῖον καὶ ἐπιφανῆ, μεγέθει τε καὶ θέᾳ θαυμασιώτατον, στέλλει κατ’ αὐτῶν. Ἐρρωμένως δ’ ἀντιταξαμένων τῶν περὶ τὸν Κωνσταντῖνον ἡττῶνται οἱ περὶ τὸν Ἀλυάτην, ἁλίσκεται δὲ καὶ αὐτὸς καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται σκηνικοῖς σιδήροις. Περιώδυνος δὲ ὁ Διογένης ἐπὶ τοῖς συμβεβηκόσι γεγονὼς εἰς τὴν Καππαδοκίαν ἐνέβαλε, πανταχόθεν τὸ στρατιωτικὸν προσκαλούμενος. Αὐτὸς δὲ διῆγεν ἐν τῷ Τυροποιῷ, φρούριον δὲ τοῦτο λίαν ἰσχυρὸν καὶ ἀπόκρημνον. Προσκαλεσάμενος οὖν ὁ Κωνσταντῖνος καὶ τὸν Ἀντιοχείας δοῦκα, τὸν Χατατούριον, σύμμαχον κατὰ τοῦ Διογένους οὐκ ἔσχεν ὑπακούοντα· προσέθετο γὰρ τῷ Διογένει. Καὶ τοῦτον παραλαβὼν παραγίνεται εἰς Κιλικίαν, ἔνθα καὶ προσεκαρτέρει τὴν ἀπὸ τοῦ σουλτάνου ἀναμένων βοήθειαν, ὁμοῦ δὲ καὶ διὰ τὸν χειμῶνα διάγων ἐκεῖσε, ἀλεεινοτέραν τὴν Κιλικίαν ἐπιστάμενος, καὶ πάλιν πρὸς συλλογὴν στρατοῦ ἑαυτὸν ἀπησχόλει. Ὁ δέ γε Κωνσταντῖνος μετὰ τὸ τὸν Διογένην ὑποχωρῆσαι ὑπέστρεψεν εἰς τὸ Βυζάντιον. Ἀντ’ ἐκείνου δὲ στέλλεται κατὰ τοῦ Διογένους ὁ πρόεδρος Ἀνδρόνικος, ὁ τοῦ καίσαρος υἱός. Διανείμας δὲ τοῖς στρατιώταις σιτηρέσια, διὰ τῆς κλεισούρας τοῦ Ποδανδοῦ ἀφικνεῖται εἰς Κιλικίαν, ἔνθα συναντᾷ αὐτῷ ὁ Χατατούριος, ὃν καὶ πρὸς βραχὺ μαχεσάμενον ἀναιροῦσιν οἱ τοῦ Ἀνδρονίκου. Τῶν δὲ ἄλλων συμφυγόντων εἰς Ἄδαναν, ἔνθα καὶ ὁ Διογένης διέτριβε, πολιορκίᾳ τὴν πόλιν διέλαβεν ὁ Ἀνδρόνικος. Συνθηκῶν δὲ γενομένων ἐφ’ ᾧ τὸν Διογένην ἀποθέσθαι τὴν βασιλείαν τὴν τρίχα τε καρέντα διάγειν ἰδιωτικῶς, ἔξεισι τοῦ κάστρου μελανειμονῶν καὶ τὰ καθ’ ἑαυτὸν ἀποκλαιόμενος. Νόστου δὲ εὐθὺς μιμνήσκεται ὁ Ἀνδρόνικος καὶ τὸν Διογένην μεθ’ ἑαυτοῦ ἐφελκόμενος μελανειμονοῦντα, ἐν εὐτελεῖ ὑποζυγίῳ ὀχούμενον δι’ ἐκείνων τῶν κωμῶν καὶ τῶν χωρῶν αἷς τὸ πρὶν ἰσόθεος ἐγνωρίζετο. Μέχρι δὲ τοῦ Κοτυαείου τὴν ὁδοιπορίαν ὀδυνηρῶς ποιησάμενος ‒ἦν γὰρ νοσηλευόμενος ἀπὸ κοιλιακῆς διαθέσεως ἐκ κωνείου προποθέντος αὐτῷ ἐξ ἐπιβουλῆς ἐπιγενομένης‒ ἐκεῖσε κατεσχέθη, ἄχρις ἂν ἐκ βασιλέως τὸ ποιητέον αὐτῷ ὁρισθῇ. Ἀλλ’ ἧκεν ἡμέραις ὕστερον ἡ κατὰ τοῦ μάτην δυστυχοῦντος ἀπόφασις διοριζομένη τοὺς ὀφθαλμοὺς αὐτοῦ διορυγῆναι. Οὓς καὶ παραυτίκα ἐξορύττεται τῶν ἀρχιερέων, τῶν ἐπὶ τῷ δοῦναι λόγον συμπαθείας ἐσταλμένων, μηδόλως ἐπαρηξάντων αὐτῷ· οἵτινες ἦσαν ὅ τε Χαλκηδόνος, ὁ Ἡρακλείας καὶ ὁ Κολωνείας Θεόφιλος, οὓς καὶ τῶν ὅρκων ὑπεμίμνησκε καὶ τῶν ἐκ τοῦ θείου νεμέσεων. Οἱ δέ, καίπερ βοηθῆσαι προαιρούμενοι, ἀσθενῶς εἶχον καὶ ἀδυνάτως ἀνδρῶν ὠμηστῶν καὶ ἀπηνῶν ἀναρπασάντων αὐτὸν καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξορυξάντων ἀνηλεῶς καὶ ἀφιλανθρώπως. Προσενεχθεὶς δὲ ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος ὥσπερ πτῶμα σεσηπός, τοὺς ὀφθαλμοὺς ἔχων ἐξορωρυγμένους, τὴν δὲ κεφαλὴν καὶ τὸ πρόσωπον ἐξῳδηκός, σκωλήκων βρύον καὶ δυσωδίας, ἡμέρας ὀλίγας ἐπιβιοὺς ἐπωδύνως καὶ πρὸ τῆς τελευτῆς ὀδωδώς, ἀπολείπει τὸν βίον τῇ νήσῳ τῇ Πρώτῃ τὸν χοῦν ἀποθέμενος, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον, κηδευθεὶς πολυτελῶς παρὰ τῆς ὁμευνέτιδος καὶ βασιλίδος Εὐδοκίας, μνήμην καταλιπὼν πειρασμῶν καὶ δυστυχημάτων ὑπερβαινόντων ἀκρόασιν. Ἐπὶ δὲ τοῖς τοσούτοις καὶ τηλικούτοις κακοῖς οὐδὲν βλάσφημον ἢ ἀπόφημον ἐφθέγξατο, εὐχαριστῶν δὲ διετέλει, φέρων εὐμαρῶς τὰ προσπίπτοντα. Λέγεται δὲ τὰ εἰς αὐτὸν πραχθέντα γνώμης ἄτερ τοῦ βασιλέως γενέσθαι Μιχαήλ, ὡς ὕστερον αὐτὸς ἐνωμότως διισχυρίζετο, τοῦ καίσαρος ὑπὸ σκότῳ καὶ ἀφανείᾳ ταῦτα τελεσιουργοῦντος καὶ διαταττομένου. Οὗτος ὁ βασιλεὺς καὶ τὴν ἐπισκοπὴν Ναζιανζοῦ εἰς μητροπόλεως ἀνεβίβασε δίκαιον. Ἐβασίλευσε δὲ ἄχρι τῆς αἰχμαλωσίας αὐτοῦ ἔτη τρία καὶ μῆνας ὀκτώ.

Τσολάκης, Ε. (ed.), Ioannes Scylitzes Continuatus (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), pp. 152, 29-155, 5.

A 12th-C. negative evaluation of Romanos IV Diogenes by Nikephoros Bryennios

Ὁ μὲν δὴ βασιλεὺς ῾Ρωμανὸς ὁ Διογένης προθυμηθεὶς τὰ ῾Ρωμαίων ὑψῶσαι ἀρξάμενα ἤδη κλίνειν οὐκ εὐφυῶς οὐδ’ ἐπιστημόνως τὰ τῆς ὑψώσεως μεταχειρισάμενος αὐτός τε κατεβέβλητο καὶ τὰ ῾Ρωμαίων ἑαυτῷ συγκατέβαλε πράγματα.

Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), pp. 143, 1-4.

Michael Psellos critisizes Romanos IV Diogenes

Τῷ βασιλεῖ τούτῳ, φημὶ δὴ ῾Ρωμανῷ τῷ τοῦ Διογένους, τὸ μὲν γένος ἀρχαῖον καὶ εὔδαιμον, πλὴν τοῦ πατρός· οὗτος γὰρ ἐπὶ τυρρανικαῖς αἰτίαις ἁλοὺς ἐπὶ τοῦ αὐτοκράτορος ῾Ρωμανοῦ τοῦ κατὰ τοὺς Ἀργυροὺς, ἑαυτὸν ὤσας κατὰ κρημνοῦ ἐξαπόλωλε· ὁ δὲ τρόπος ἔστι μὲν οὗ κατευθύνων, τὰ πλείω δὲ εἰρωνικός τε καὶ ἀλαζὼν, ἀλλ’ οὐδ’ αὐτὸς τὰς τυραννίδας ἐκπέφευγεν, ἀλλὰ τὸν μὲν ἄλλον χρόνον ἐλάνθανεν, ἐπὶ δὲ Εὐδοκίας τῆς βασιλίδος, ἣν ὁ λόγος φθάσας ὑπεζωγράφησε, τὸ κρυπτόμενον ἐγύμνωσε βούλευμα· ἀλλ’ εὐθὺς ἑαλώκει, καὶ δίκας ἂν ἐδεδώκει ὧν ἐτετολμήκει, εἰ μὴ τὸ τῆς βασιλίδος φιλάνθρωπον ὑπεξεῖλε τοῦτον τῆς κατακρίσεως, παρ’ ᾧ καὶ εἰς τὴν κρίσιν ἠπάτηται· ᾠήθη γὰρ ὡς εἰ βασιλέα ποιήσειεν ὃν δέον ἀνελεῖν σέσωκεν, ἑαυτῇ τὸ πᾶν τοῦ κράτους περιποιήσαιτο, καὶ οὐκ ἂν ἐκεῖνον ἄλλο τι φρονεῖν παρ’ ὅπερ αὐτὴ βούλοιτο, δίκαια μὲν ὑπολαμβάνουσα, διημαρτήκει δὲ τοῦ σκοποῦ· οὐ πολλὰς γὰρ ἡμέρας ὑποκριθεὶς αὐτῇ τὴν ὑπακοὴν, εὐθὺς τῶν οἰκείων ἐγεγόνει ἠθῶν, καὶ ὅσον ἐκείνη κατάρχειν τούτου ἐβούλετο καὶ οἷον τὸν δυναστεύοντα λεοντοκομεῖν, τοσοῦτον ἐκεῖνος τὸν χαλινὸν ἐδυσχέραινε καὶ δεινῶς πρὸς τὴν ἐπέχουσαν χεῖρα ὑπέβλεπεν· καὶ τὰ μὲν πρῶτα ἐντὸς ὀδόντων ὑπετονθόρυζεν, εἶτα δὴ καὶ ἐπεδημοσίευε τὴν δυσχέρειαν.

Renauld, É. (ed.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 2 (Paris 1928), pp. 157, 10, 1-158, 10, 23.

Positive and negative qualities of Romanos IV according to Psellos

Τὸ δ’ ἀστρατήγητον τούτου διεῖλε τὰς δυνάμεις, καὶ τὰς μὲν αὐτοῦ κατεῖχε, τὰς δὲ ἐπ’ ἄλλο τι ἐξαποστέλλει, καὶ δέον ὅλῳ τῷ πλήθει τοῦ στρατεύματος τοῖς ἐναντίοις ἀντικαθίστασθαι, ὁ δὲ τῷ ἐλάττονι μέρει πρὸς αὐτοὺς ἀντετάξατο. Τὸ δὲ μετὰ ταῦτα ἐπαινεῖν μὲν οὐκ ἔχω, ψέγειν δὲ οὐ δύναμαι, αὐτὸς τὸν ὅλον κίνδυνον δέχεται· τοῦτο δὲ μέσον ἐστὶν ἀντιρρήσεως· εἰ μὲν γὰρ ὡς φιλοκίνδυνον λογίσαιτό τις τὸν ἄνδρα καὶ ἀγωνιστὴν προθυμότατον, ἔχοι ἂν ἀφορμὰς πρὸς ἐγκώμιον· εἰ δ’ ὅτι, δέον κατὰ τὴν στρατηγικὴν ἀκρίβειαν πόρρω ἵστασθαι, πρωτοστράτηγον τυγχάνοντα τοῦ στρατεύματος, καὶ τοῖς πλήθεσιν ἐπιτάττειν τὰ δέοντα, ὁ δὲ ἀλογίστως παρεκινδύνευε, πολλὰ ἂν ἐς αὐτὸν ἀποσκώψειεν· ἐγὼ δὲ μετὰ τῶν ἐπαινούντων, ἀλλ’ οὐ τῶν αἰτιωμένων εἰμί.

Renauld, É. (επιμ.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 2 (Paris 1928), pp. 162, 20, 6-21, 10.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>