|
|
|
|
|
Παραθέματα
|
|
1. The “Horos” of the Fourth Ecumenical Council, in 451:
ἕνα ... Ἰησοῦν Χριστόν....Θεὸν ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν ...διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρθένου τῆς Θεοτόκου κατὰ τὴν ἀνθρωπότητα· ἕνα καὶ τὸν αὐτὸν Χριστὸν ...ἐν δυό φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεως διαφορᾶς ἀνηρῃμένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἕν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης.
Acta Conciliorum Oecumenicorum, ed. Schwartz, E. (Berolini-Lipsiae 1933/ re-print 1962), p. 129. Aνάστος, M., «H Δ΄ Oικουμενική Σύνοδος της Xαλκηδόνας», Iστορία του Eλληνικού Έθνους 7 (Athens 1978), pp. 412-413.
2. The monasteries are under the jurisdiction of the local bishop (4th canon of the Fourth Ecumenical Council in Chalcedon):
Οἱ ἀληθῶς καὶ εἰλικρινῶς τὸν μονήρη μετιόντες βίον τῆς προσηκούσης ἀξιούσθωσαν τιμῆς· ἐπειδὴ δὲ τινὲς τῷ μοναχικῷ κεκρημένοι προσχήματι τὰς τε ἐκκλησίας καὶ τὰ πολιτικὰ διαταράττουσι πράγματα περιϊόντες ἀδιαφόρως ἐν ταῖς πόλεσιν, οὐ μὴν ἀλλὰ καὶ μοναστήρια ἑαυτοῖς συνιστᾶν ἐπιτηδεύοντες, ἔδοξεν μηδένα μὲν μηδαμοῦ οἰκοδομεῖν μηδὲ συνιστᾶν μοναστήριον ἤ εὐκτήριον οἶκον παρὰ γνώμην τοῦ τῆς πόλεως ἐπισκόπου, τοῖς δὲ καθ’ ἑκάστην πόλιν καὶ χώραν μονάζοντας ὑποτετᾶχθαι τῷ ἐπισκόπῳ καὶ τὴν ἡσυχίαν ἀσπάζεσθαι καὶ προσέχειν μόνῃ τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, ἐν οἷς τόποις ἀπετάξαντο, προσκαρτεροῦντες, μήτε δὲ ἐκκλησιαστικοῖς μήτε βιωτικοῖς παρενοχλεῖν πράγμασιν ἤ ἐπικοινωνεῖν καταλιμπάνοντας τὰ ἴδια μοναστήρια, εἰ μὴ πότε ἄρα ἐπιτραπεῖεν διὰ χρείαν ἀναγκαίαν ὑπὸ τοῦ τῆς πόλεως ἐπισκόπου· μηδένα δὲ προσδέχεσθαι ἐν τοῖς μοναστηρίοις δοῦλον ἐπὶ τῷ μονᾶσαι παρὰ γνῶμιν τοῦ ἰδίου δεσπότου· τὸν δὲ παραβαίνοντα τοῦτον ἡμῶν τὸν ὅρον ὡρίσαμεν ἀκοινώνητον εἶναι, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφήμηται, τὸν μέντοι ἐπίσκοπον τῆς πόλεως χρὴ τὴν δέουσαν πρόνοιαν ποιεῖσθαι τῶν μοναστηρίων.
Acta Conciliorum Oecumenicorum, ed. Schwartz, E. (Berolini-Lipsiae 1933; re-print 1962), p. 159.
|
|
|
|
|
|