Η σύζυγος του αυτοκράτορα Ειρήνη επιδιώκει το διαμελισμό της αυτοκρατορίας κατά τα δυτικά πρότυπα
Ἡ δὲ τοῦ βασιλέως σύζυγος Ἀνδρονίκου Εἰρήνη φύσει φιλότιμος οὖσα ἠβούλετο κατὰ διαδοχὴν παῖδας καὶ ἀπογόνους αὐτῆς ἐς ἀπείρους ἡλίους κληροῦσθαι τὴν τῶν Ῥωμαίων ἀρχὴν καὶ τὸ βασίλειον τουτὶ κράτος καὶ ἀθάνατον διασώζεσθαι τὴν μνήμην αὐτῆς ἐν τοῖς τῶν ἀπογόνων ὀνόμασι· τὸ δὲ καινότερον, ὅτι οὐ μοναρχίας τρόπῳ κατὰ τὴν ἐπικρατήσασαν Ῥωμαίοις ἀρχῆθεν συνήθειαν, ἀλλὰ τρόπον Λατινικὸν διανειμαμένους τὰς Ῥωμαίων πόλεις καὶ χώρας ἄρχειν κατὰ μέρη τῶν υἱέων ἕκαστον, ὡς οἰκείου κλήρου καὶ κτήματος τοῦ λάχοντος... Λατίνων γὰρ οὖσα γέννημα καὶ παρ’ ἐκείνων εἰληφυῖα τουτὶ τὸ ναώτερον ἔθος Ῥωμαίοις ἐπάγειν ἐβούλετο.
Νικηφόρος Γρηγοράς, Ρωμαϊκή Ιστορία, ed. Bekker, I. – Schopen, L. (Bonn 1829), σελ. 233-34.
Ο Ανδρόνικος Β' υπογράφει ότι παραιτείται από το θρόνο
... ἀκούων τὸν δῆμον ὁ πρωτοστάτωρ διαψιθυρίζοντα... πανταχῆ περὶ τοῦ γηραιοῦ βασιλέως, ὡς ἄδικα ἐπεπόνθει καὶ βασιλεὺς ἦν καὶ ἔσται τελευτήσαντος τοῦ ἐγγόνου καὶ οὐχ ἕτερος τῶ ἀπάντων... δεινὰ ἐπὶ δεινοῖς ἐμελέτησεν αὖθις· καὶ πέμψας ὅρκον ἀπῄτησεν ἔγγραφον ἐξ αὐτοῦ διαβεβαιούμενον, μηδέποτε μήτε ζητῆσαι βασίλειον κράτος, μήτε μὴν διδόμενον δέξασθαι... ὁ δ’ αὖθις δείσας περὶ τῇ ζωῇ ἄκων καὶ τοῦτ’ ἐπεπράχει· καὶ ἐπεὶ τυφλὸν εἶναι τοῦτον εἰρήκειμεν, ὑφ’ ἑτέρου λοιπὸν τὴν χεῖρα χειραγωγούμενος ἄνω μὲν ἐρυθρὸν προὔθηκε τὸν τοῦ θείου σταυροῦ τύπον, κάτω δὲ μέλανα.
Νικηφόρος Γρηγοράς, Ρωμαϊκή Ιστορία, ed. Bekker, I. – Schopen, L. (Bonn 1829), σελ. 446.