|
|
|
|
|
Παραθέματα
|
|
Η επικράτηση του Θεόδωρου Α΄ Λασκάρεως στην Παφλαγονία εναντίον του Δαβίδ Κομνηνού
Δαβὶδ Κομνηνὸς Παφλαγονίας ὅλης, Ἀλεξίου σύναιμος ὢν τοῦ πρὸ χρόνων κατατυραννήσαντος Τραπεζουντίων, ὅστις ἐπωνόμαστο Κομνηνὸς μέγας· κατηγέτην ἄμφω δὲ σειρὰν τοῦ γένους ἐξ Ἀνδρονίκου τοῦ βεβασιλευκότος, ἐκ τοῦδε παιδὸς Μανουὴλ πεφυκότες. ἀλλ’ εὐχερῶς μὲν Θεόδωρον καὶ Σάβαν ἄναξ μετῆλθε τῇ Θεοῦ συμμαχίᾳ, κἀντεῦθεν ὦπτο Κελβιανοῦ δεσπότης, Φιλαδελφείας Μαιάνδρου, Νεοκάστρων. καὶ Παφλαγονίας δὲ κρατεῖ τῷ χρόνῳ, καταπαλαίσας Κομνηνὸν Δαβὶδ μάχῃ· ὅθεν παρεστήσατο σὺν Ἡρακλείᾳ Ἀμάστριδα, Κύτωρον, Κρῶμναν τὰς πόλεις πρὸς τοῖς πέριξ ἅπασι καὶ πολιχνίοις, καὶ κατεκυρίευσε καὶ Παφλαγόνων.
Εφραίμ Αίνιος, Χρονογραφία, στ. 7545-61, εκδ. Ο. Lampsides, Ephraem Aenii, Historia Chronica (Αθήνα 1990).
|
|
|
|
|
|