Η μυθική καταγωγή των Δουκών, όπως αναφέρεται στο ιστορικό έργο του Νικηφόρου Βρυέννιου:
Οὕτω γὰρ καὶ ὁ Κομνηνὸς καὶ οὐχ ἕτερον τρόπον τὴν βασίλειον ἀνακαλεῖται ἀρχήν, δικαίῳ τε δηλαδὴ τῆς πρὸς τὸ Κομνηνικὸν γένος ἐξ αἵματος γνησιότητος καὶ τῆς πρὸς τὸ Δουκικὸν ἐξ ἀγχιστείας ἐγγύτητος· ἐκ Δουκῶν γὰρ ἁρμοσάμενος τοῦ βίου τὴν κοινωνόν, εἰς μίαν συμφωνίαν ἄμφω τὰ γένη συνῆψε καὶ εἰς ἓν φυτὸν συνεδένδρωσεν, ἅμα δὲ ἐπὶ τῷ ἀρχαιότητι διαφέρειν αἰδεσιμώτερον, ὥς φασι. Διὰ τοῦτο καὶ πάντες τήν τε Κομνηνικὴν ἀρχαιογονίαν καὶ Δουκικὴν αἰδούμενοι καὶ τὸν ἐντεῦθεν ἐπὶ τὴν βασιλείαν μᾶλλον ἑτέρου τινὸς δικαιούμενον, τὸν Κομνηνὸν δηλονότι Ἀλέξιον, ἀσμένως ὑπ’ ἐκείνου βασιλεύεσθαι εἵλοντο. Εἰ γάρ τις ἀνὰ ῥοῦν ὥσπερ ἀναδραμεῖν βούλοιτο, εὑρήσει τὸ τῶν Δουκῶν γένος ὥσπερ ἐκ πρώτης ἀναβλύσαν τῆς τοῦ μεγάλου Κωνσταντίνου φυλῆς, καθότι καὶ ὁ πρῶτος Δούκας ἐκεῖνος, εἷς ὢν τῶν μετὰ τοῦ μεγάλου Κωνσταντίνου τῆς πρεσβυτέρας ῾Ρώμης ἀπαναστάντων καὶ πρὸς τὴν νεωτέραν μετοικησάντων, καθ’ αἷμα τῷ μεγάλῳ Κωνσταντῖνῳ καὶ γνησιώτατα προσῳκείωτο· ἐκείνου τε γὰρ ἐξάδελφος ἦν καὶ τὴν τοῦ δουκὸς Κωνσταντινουπόλεως ἀξίαν παρ’ αὐτοῦ ἐγκεχείριστο, κἀντεῦθεν καὶ πάντες ἐξ αὐτοῦ κατωνομάσθησαν οἱ Δουκώνυμοι.
Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (επιμ.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), σελ. 67, 12-69, 4.
Η πρώτη αναφορά σε μέλος της οικογένειας των Δουκών τον 9ο αιώνα:
ἐφ’ οἷς ἀγαλλομένη ἐκείνη, καὶ οἷον τρόπαια ἐπιθεῖναι μείζω δι’ ἐφέσεως ἔχουσα, καὶ τοὺς κατὰ τὴν ἀνατολὴν Παυλικιανοὺς ἐπειρᾶτο μετάγειν ὡς βούλοιτο πρὸς εὐσέβειαν ἢ ἐξαιρεῖν καὶ ἀπ’ ἀνθρώπων ποιεῖν· ὃ καὶ πολλῶν κακῶν τὴν ἡμετέραν ἐνέπλησεν. ἡ μὲν γὰρ πέμψασά τινας τῶν ἐπ’ ἐξουσίας (ὁ τοῦ Ἀργυροῦ καὶ ὁ τοῦ Δουκὸς καὶ ὁ Σουδάλης οἱ ἀποσταλέντες ἐλέγοντο) τοὺς μὲν ξύλῳ ἀνήρτων, τοὺς δὲ ξίφει παρεδίδουν, τοὺς δὲ τῷ τῆς θαλάσσης βυθῷ.
Συνεχισταί Θεοφάνους, Χρονογραφία, Bekker, I. (επιμ.), Theophanes Continuatus (Bonn 1838), σελ. 165, 12-19.
Συνωμοσία εναντίον της οικογένειας των Δουκών επί Λέοντος ΣΤ΄ (αρχές 10ου αιώνα):
Στόλου δὲ τῶν Ἀγαρηνῶν κατὰ ῾Ρωμαίων ἐξελθόντος, ὁ βασιλεὺς Ἡμέριον λογοθέτην τοῦ δρόμου τοῦ στόλου παντὸς ἀρχηγὸν προβάλλεται. ἐδέξατο καὶ Ἀνδρόνικος ὁ δοὺξ συνεισελθεῖν τῷ Ἡμερίῳ καὶ τοὺς Ἀγαρηνοὺς καταπολεμῆσαι. ὁ δὲ Σαμωνᾶς ἀδιάλλακτος ἐχθρὸς ὢν Ἀνδρονίκῳ βόθρον αὐτῷ ὑπώρυττεν καὶ τοῖς ποσὶ παγίδας ὑπετίθει, δυσμενῶς ἔχων αὐτῷ διὰ τὴν ὑπέρθεσιν τῆς φυγῆς· ὑπέβαλε δέ τινα γράψαι λαθραίως Ἀνδρονίκῳ μὴ ἐν τοῖς πλοίοις εἰσελθεῖν, ὅτι, φησίν, παραγγελίας ὁ Ἡμέριος εἴληφεν παρὰ βασιλέως, ὑποβληθέντος παρὰ Σαμωνᾶ, κατασχεῖν καὶ τυφλῶσαί σε. πολλὰ δὲ τοῦ Ἡμερίου προτρεπομένου τὸν Ἀνδρόνικον ἐν τοῖς πλοίοις εἰσελθεῖν τῶν Ἀγαρηνῶν ἐπικειμένων, ἀπεσκίρτησε, μὴ τοῦτο ποιῆσαι καταδεξάμενος. Ἡμέριος δὲ μόνος τῇ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μνήμῃ συμβαλὼν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν μεγάλην νίκην εἰργάσατο. τοῦτο μαθὼν Ἀνδρόνικος, καὶ ἀπογνούς, ἅμα συγγενέσι καὶ δούλοις αὐτοῦ πόλιν κατέσχεν τὴν λεγομένην Καβάλαν, εἰς ἀποστασίαν ὁρμήσας. ὁ δὲ Σαμωνᾶς πάλαι ποτὲ τοιούτου ἐπιλαβέσθαι καιροῦ ἐπιθυμῶν πρὸς βασιλέα ἔλεγεν «οὐκ ἀεί, δέσποτα, ἔλεγον ὅτι ἀντάρτης καὶ ἀποστάτης ἐστὶν ὁ δοὺξ καὶ τῇ βασιλείᾳ σου πολέμιος;» παραυτίκα γοῦν ἀπέστειλεν Γρηγορᾶν Ἰβηρίτζην λεγόμενον, δομέστικον ὄντα τῶν σχολῶν καὶ συμπένθερον Ἀνδρονίκου, καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο Ανδρόνικος, καὶ πῶς ὁ πατριάρχης Νικόλαος τῆς ἐκκλησίας ἐξεδιώχθη, τοῖς Ἀγαρηνοῖς ἐξέφυγεν πανοικί, τηνικαῦτα κατὰ ῾Ρωμαίων ἐξεληλυθόσιν· ὃν ἀμερμουμνῆς ἐντίμως καὶ μεγαλοπρεπῶς προσεδέξατο.
Συνεχισταί Θεοφάνους, Χρονογραφία, Bekker, I. (επιμ.), Theophanes Continuatus (Bonn 1838), σελ. 371, 19-372, 20.
Η καταγωγή του αυτοκράτορα Κωνσταντίνου Ι΄ Δούκα σύμφωνα με τον ιστορικό Ιωάννη Ζωναρά:
Οὗτος ὁ βασιλεὺς ηὔχει μὲν ὡς ἐπὶ προγόνοις τοῖς πάλαι τῇ τῶν δουκῶν κεκλημένοις ἐπωνυμίᾳ, τῷ Ἀνδρονίκῳ δηλαδὴ καὶ τῷ Πανθηρίῳ καὶ ἐπὶ τούτοις τῷ Κωνσταντίνῳ. ἀλλὰ τοῦ γένους ἐκείνων πάλαι πανοικὶ ἐξολοθρευθέντος, ὅτε Κωνσταντῖνος τυρρανίδι ἐπικεχείρηκεν, ὡς ἔμπροσθεν εἴρηται, τοῦ πορφυρογεννήτου Κωνσταντίνου τοῦ παιδὸς τοῦ ἄνακτος Λέοντος, τοῦ φιλοσόφου φημί, βασιλεύοντος καὶ ὑπὸ ἐπιτρόπους τελοῦντος ἔτι διὰ τὴν νηπιότητα, καὶ μηδενὸς ἄρρενος περιλειφθέντος, ἐκ θηλείας οἱ τούτου κατήγοντο πρόγονοι, ὅθεν οὐδὲ Δοῦκας λελόγιστο καθαρός, ἀλλ’ ἐπίμικτος καὶ κεκιβδηλευμένην ἔχων τὴν πρὸς τοὺς Δούκας συγγένειαν.
Ιωάννης Ζωναράς, Επιτομή Ιστοριών, Bütner-Wobst, T. (επιμ.), Ioannis Zonarae Epitomae Historiarum 3 (Bonn 1897), σελ. 675, 18-676, 8.
Η Άννα Κομνηνή περιγράφει την επαμφοτερίζουσα στάση των Δουκών έναντι των Κομνηνών το 1081:
πολλοὶ μὲν οὖν, ὡς ἄνωθεν εἴρηται, τὴν τῆς βασιλίδος περὶ τὰ βασίλεια καρτερίαν ὑποπτεύοντες ὑπετονθόρυζον, ὡς εἰς κῆδος ταύτην ἀγάγεσθαι μέλλει ὁ νῦν τῆς βασιλείας ἐπιδραξάμενος. οἱ δὲ Δοῦκαι οὐδὲν μέν τι τοιοῦτον ἐνενόουν (οὐ γὰρ συνεφέροντο ταῖς τυχούσαις ἐννοίαις), ἀλλὰ τὴν τῆς μητρὸς τῶν Κομνηνῶν ἀπροφάσιστον κατ’ αὐτῶν μῆνιν ἐκ μακροῦ γινώσκοντες περιδεεῖς ἦσαν ὑποπτεύοντες αὐτήν, ὡς κἀγὼ πολλάκις διηγουμένων ἀκήκοα. ἐπεὶ δὲ καὶ ὁ Παλαιολόγος Γεώργιος μετὰ τοῦ στόλου φθάσας τῆς εὐφημίας ἐξῆρχεν, οἱ περὶ τοὺς Κομνηνοὺς προκύπτοντες ἄνωθεν κατεσίγαζον, μὴ τὴν Εἰρήνην τῷ Ἀλεξίῳ κἀν τῇ εὐφημίᾳ συνάψαντας κοινῶς εὐφημεῖν. ὅ δ’ ἐμβριμησάμενος κάτωθεν αὐτοῖς φησίν· «οὐ δι’ ὑμᾶς τὸν τοσοῦτον ἀγῶνα ἀνεδησάμην αὐτός, ἀλλὰ δι’ ἣν φατὲ Εἰρήνην». ἅμα δὲ καὶ τοῖς ναυτικοῖς παρεκελεύετο Εἰρήνην σὺν τῷ Ἀλεξίῳ ἀνευφημεῖν. ταῦτα ταῖς μὲν ψυχαῖς τῶν Δουκῶν πολὺν ἐνέβαλε θόρυβον, τοῖς δέ γε μωμοσκόποις λοιδωρίας ὕλη κατὰ τῆς βασιλίδος Μαρίας ἐγίνετο.
Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin – New York 2001), σελ. 89, 72-90, 86.