Αναφορά του Γεώργιου Ακροπολίτη στην Ειρήνη σχετικά με τα γεγονότα του 1261
«Περὶ γοῦν τὸ Μετεώριον τότε σκηνουμένου τοῦ βασιλέως ἐξαπίνης φήμη τις νύτκτωρ τὰς τῶν πολλῶν περιεβόμβησεν ἀκοάς. Ἡ δὲ φήμη παρὰ παιδαρίου τινὸς τῆς αὐταδέλφης τοῦ βασιλέω τῆς ὀνομαζομένης μὲν Εἰρήνης, διὰ δὲ τοῦ μοναδικοῦ σχήματος μετανομασθείσης Εὐλογίας, ἐκ τῶν τῆς Βιθυνίας μερῶν παρ’ αὐτὴν ἀφικομένου, ὡς καθ’ ὁδὸν ἐμαμαθήκει παρά του, παρὰ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἁλῶναι τὴν Κωνσταντίνου. Ὡς εἶχε γοῦν τάχους ἡ τοῦ βασιλέως αὐτοκασιγνήτη παρὰ τὸν βασιλέα ἀφιγμένη καταδαρθάνοντα τοῦτον εὗρε, καὶ ἠρέμα πως ἐκίνει αὐτὸν χειρί, ὅπως ἄν γε καὶ γρηγορήσειεν, ἰσχνοτέρᾳ τῇ φωνῇ ὑπολέγουσα ὡς ‘κατέσχες, ὦ βασιλεῦ, τὴν Κωνσταντινούπολιν’ καὶ πολλάκις τοῦτο εἰρήκει, καὶ ὁ βασιλεὺς ἐπέμενε μηδέν τι πρὸς ταύτην ἀνταποκρινόμενος. ὡς δὲ τὸν λόγον μετέβαλε καὶ εἰρήκει. ‘ανάστηθι βασιλεῦ, ὁ γὰρ Χριστὸς ἀπεχαρίσατό σοι τὴν Κωνσταντινούπολιν’. τῆς κλίνης ἀναστὰς καὶ τάς χεῖρας εἰς οὐρανὸν ἀνατείνας ‘τοῦτον μεν” ἔφη “τὸν λόγον, ὦ ἀδελφή, καὶ αὐτὸς δέχομαι.’».
Γεώργιος Ακροπολίτης, Χρονική Συγγραφή (Annales), Heisenberg, A., Georgii Acropolitae Opera, 1, (Leipzig 1903), 86. 1-20