Ευχάιτα, ο οικισμός τειχίζεται
«Ὁ ψήφῳ Θεοῦ τῶν ὅλων κρατῶν ἀναστάσιος εὐσεβὴς αὐτοκρά/τωρ τόνδε τὸν ἱερὸν χῶρον πολίζει καὶ τὸ κάλλιον ἐμπνευσ/θεὶς παρὰ τοῦ μάρτυρος ἐγίρει τῷ πολίσματι τεῖχος/ ἄσυλον μὲν ἐπὶ πᾶσιν ἢν πρῶτος αὐτὸς εἴδρυσεν/ ἀρχιερατικὴν καθέδραν τηρῶν ἄξιον δὲ δῶρον θεῷ προσ/ενέγκας καὶ μάρτυρας τῆς εὐσεβείας τοὺς εὖ παθόν/τας πτωχοὺς τοῦτον φυλάττοιο Τριὰς ὁμούσιος ἐν/ τοῖς σκήπτροις νικητὴν ἀναδικνύσα».
Mango, C. – Ševčenko, I., “Three Inscriptions of the Reign of Anastasius I and Constantine V”, Byzantinische Zeitschrift 65 (1972), σελ. 380.
Οι Άραβες λεηλατούν τα Ευχάιτα
«τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς θεοφυλάκτου καὶ φιλοχρίστου βασιλείας Κωνσταντίνου, τῆς μεταξὺ Ῥωμαίων καὶ Σαρακηνῶν περαιωθείσης εἰρήνης, ἐν ἀρχῇ τῆς ἑβδόμης ἰνδικτιῶνος καταστρατεύσαντες οἱ ἀλιτήριοι Ἀγαρηνοὶ τὴν γῆν ἡμῶν πᾶσαν ἠρήμωσαν διὰ τάς ἁμαρτίας ἡμῶν. ἐπ’ ἀληθείας γὰρ τὰ ἀκόλουθα τὰ τοῖς πολεμουμένοις κακὰ κρίσει Θεοῦ δικαία γίνεται τοῖς ἀξίοις κολάσεως…»
Delehaye, H., Les legendes grecques des saints militaires (Paris 1909, ανατ. New York 1975), σελ. 196.