|
|
|
|
|
Παραθέματα
|
|
Εγκώμιο του Ιωάννη Παλαιολόγου από τον Γεώργιο Παχυμέρη
Τὸν μέντοι γε δεσπότην Ἰωάννην μετακαλεσάμενος ἐκ Θεσσαλονίκης ὁ βασιλεύς, μικρὸν ὅσον συνδιατρίψαντα οἱ, ἅμα ταῖς δυνάμεσι πρὸς ἀνατολὴν ἐκπέμπει, τοῖς Πέρσαις ὡς ἦν συμμίξοντα. Ἦν γὰρ ταῖς ἀληθείαις ὁ ἀνὴρ ὀξύτατος, ὡς νῦν μὲν ἐνταῦθα ἀκούεσθαι, νῦν δὲ παρεῖναι ὅπου τις μηδὲ προσεδόκησεν ἂν πώποτε. .. Διὰ ταῦτα καὶ ἠνδραγάθει τὰ μέγιστα, φοβερὸς ἅπασιν ὤν, ἅμ’ ἀκουόμενος καὶ ἅμ’ ἐφιστάμενος. Τὸ μέντοι γε στρατιωτικὸν καὶ λόγοις ἔθαλπε καὶ δώροις ἐθεράπευε καί, τὸ μέγιστον, οὐ δεσποτικῶς ἐκείνοις, ἀλλ’ ἀδελφικῶς προσεφέρετο, ἀνὴρ θεοφιλὴς καὶ πρᾶος καὶ χρηστὸς ἀνυπόκριτος. Εἰς δὲ φιλοδωρίαν καὶ πάντας ἐνίκα... Τὰ δ’ ἄλλα μέτριος ἦν καὶ καρτερικὸς ἐφ’ ἅπασιν, εἰς δ’ οἰκειακὴν τάξιν καὶ λίαν φιλότιμος καὶ τὸ σύμπαν περιφανής.
Failler, A. (επιμ.), Georges Pachymérès relations historiques, I (Paris 1984), σελ. 285-286.
|
|
|
|
|
|