Ο ιστορικός Γεώργιος Παχυμέρης αναφέρεται στην καθαίρεση του μητροπολίτη Πισιδίας Μακαρίου:
Οἱ δὲ καὶ σφίσιν ἀντέβαινον ἱκανῶς, ὡς, εἰ μὲν ὡς κοινωνήσας ἀλλοσεβέσιν ὁ πατριάρχης εὐθύνοιτο, πρῶτον μέν, ἀλλ’ ἄδηλον ὂν εἰ ἀσεβεῖς ἐκεῖνοι, τὸ ἔγκλημα συμβαίνειν ἐξασθενεῖν· εἰ δὲ καὶ ταῖς ἀληθείαις ἔξω τῆς αὐλῆς τοῦ Χριστοῦ ὁ σουλτάν, τὸν μὲν πατριάρχην καὶ οὕτως ἀνεύθυνον εἶναι, τοῦ παντὸς ἐπὶ τῷ μαρτυροῦντι κειμένου –ὁ δ’ ἦν ὁ Πισσιδίας Μακάριος–· εἰ δ’ οὖν, ἀλλὰ συνευθύνεσθαι καὶ τοὺς ἄλλους τῷ πατριάρχῃ, χριστιανούς γε ὄντας καὶ προσκεκληρωμένους τῷ θείῳ, καθ’ ὁνδηποτοῦν εὑρισκομένους βαθμόν, οἷς δὴ καὶ ὠφείλετο ἐξ ἀνάγκης ὑπομιμνῄσκειν τῷ πατριάρχῃ καὶ ἀναστέλλειν τὴν ἐκεῖθεν βεβήλωσιν· τὸ δὲ τούτους παραδραμόντας ἐπὶ μόνῳ τῷ πατριάρχῃ τὴν δίκην ἱστᾶν, μὴ εἶναι τὸ παράπαν δίκαιον, μηδ’ ἐπιεικῶς εὔλογον. Ὁ δ’ οὖν Πισσιδίας, πρὸς τὸ ἀποβησόμενον ἀφορῶν –τὸ γὰρ ἔγκλημα μαρτύριον ἦν τοῦ καὶ τοῦτον τῇ καταδίκῃ συνυπάγεσθαι· οὐ γὰρ ἂν δόξαιεν πάντως δικαίως τὸν πατριάρχην καταδικάζειν, εἰ μὴ καὶ αὐτὸν εὐθύνοιεν–, ἐφ’ ἡσυχίας καθήμενος ἦν. Τόσον δ’ ἐκείνοις ἔμελε τούτου ὥστε οὐδὲ τὸ πρῶτον συνεκαλέσαντο μαθεῖν ἐξ ἐκείνου τὰ περὶ τοῦ σουλτάν. Τέως δ’ ὅμως οὐκ ἦν αὐτὸν δέχεσθαι τοὺς δι’ αὐτὸν ἐπενεγκόντας τὴν τῆς δίκης ψῆφον τῷ πατριάρχῃ· ὃ δὴ καὶ συνέβη, ἐξορισθέντος ἅμα τῷ καθαιρεθῆναι, ἢ μᾶλλον καὶ ἐρήμην ἁλῶναι, κἀκείνου.
Γεώργιος Παχυμέρης, Συγγραφικαί Ιστορίαι, Failler, A. (ed.), Georges Pachymères, Relations historiques 1 (Corpus Fontium Historiae Byzantinae 24/1-2, Paris 1984), 349.7-25.