The Battle of Poemaninon by George Acropolites
τῆς μάχης οὖν συρραγείσης ἐν τοῖς μέρεσι τοῦ Ποιμανηνοῦ, ὅπου καὶ ὁ ναὸς τοῦ ἀρχιστρατήγου τῶν ἄνω δυνάμεων ἐγκαθίδρυται Μιχαήλ, νικᾷ κατὰ κράτος ὁ βασιλεύς, τῶν μὲν πλείστων Ῥωμαίων σχεδὸν ἐξηττημένων τὸ πρῶτον, αὐτοῦ δὲ τοῦ βασιλέως μετ’
ὀλίγων πάνυ τὴν νίκην ἐξειργασμένου πᾶσαν. αὐτός τε γὰρ δόρατος ἥψατο καὶ πολέμιον ἔβαλε καὶ ἀνδρεῖον ἐν ἐκείνῳ τῷ πολέμῳ φρόνημα ἐνεδείξατο, οὐδὲ τοῖς πρὸ τοῦ ἀγνοούμενον. ἡ τιαύτη γοῦν νίκη εἰς μεγάλην αὔξησιν ἐγεγόνει τῆς τῶν Ῥωμαίων ἀρχῆς, τῶν Ἰταλῶν δὲ συστολὴν καὶ κατάπτωσιν.
Georgii Acropolitae, Annales, Opera, ed. A. Heisenberg, I, (Leipzig 1903), p. 34-35.