Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Νικηφόρος Μηδικίου

Συγγραφή : Μπάνεβ Γκέντσο (27/11/2002)

Για παραπομπή: Μπάνεβ Γκέντσο, «Νικηφόρος Μηδικίου», 2002,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=5550>

Νικηφόρος Μηδικίου (30/1/2012 v.1) Nikephoros of Medikion - προς ανάθεση 

Παραθέματα

 

Η οικογένεια και η ανατροφή του Νικηφόρου, όπως περιγράφονται στο Βίο του:

Τοίνυν ἀφέμενοι μακρηγορεῖν ἀκίχητα φειδοῖ τῶν ἁψικόρων εἴτουν νωθροκαρδίων, φέρε προὔργου εἰς τὴν ἀρχῆθεν ἐπαναζεύξαιμεν βραχέα διαλαβόντες ἀναγωγὴν τοῦ ἀνδρός, τίς τε ὢν καὶ ὅθεν καὶ ἐκ τίνων προελθὼν ἔφυ γονέων καὶ προηγουμένως μέντοι ποίου γένους ὑπῆρχεν ἔκπαλαι περιβλέπτου, ἔν τε ἀξιώμασιν διαφόροις σχεδὸν πάντων καὶ πλούτῳ οὐ μετρίῳ κομώντων, οὐκ ἀσήμου δέ, ἀλλὰ τῆς προὔπτου καὶ πανευδαίμονος Κωνσταντινουπόλεως αὐτόχθων πολίτης, γονέων δὲ εὐσεβῶν καὶ φιλοχρίστων καὶ αὐτῶν ὡσαύτως ἐν περιουσίᾳ βριθόντων, ὧν τὰ ὀνόματα Ἀνδρέας καὶ Φωτοῦ, ἥτις ὕστερον Θεοδώρα μετεκλήθη, οἳ ἐκέκτηντο υἱοὺς τρεῖς ἄρρενας· ὄνομα τῷ πρώτῳ Θεόδωρος, δεύτερος δὲ ὁ ἀοίδιμος καὶ σεβάσμιος πατὴρ ἡμῶν Νικηφόρος, ὁ νῦν ὁσίως πρὸς ἡμῶν μνημονευόμενος, ὁ δέ γε ὕστατος Γρηγόριος (εἰ δέοι τὴν ἀναγωγήν, οὐ μὴν δὲ δισχέτλιον μυθεύρημα ἐπεισάγειν ἀκροαταῖς)· οὕσπερ καταλείψας τῇ μητρὶ ὁ πατὴρ κομιδῇ νέους τὸν ἀνθρώπινον ὑπέξεισι βίον. Ἡ δὲ φιλόπαις οὗσα, πλείω δὲ φιλόθεος, ἀνῆγεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ καὶ φόβῳ κυρίου, ἐκτρέφουσα χάριτι μᾶλλον αὐτοὺς ἢ γάλακτι καὶ μὴ ἐῶσα αὐτοὺς ἀνειμένως κίδνασθαι τῇδε κἀκεῖσε κοπρομόχθου κανθάρου δίκην, ἀλλ’ ἀντὶ τερετισμάτων παιδαγωγοῖς τισιν εἴτουν διδασκάλοις ἐκδέδοτο πρὸς μάθησιν τῶν ἱερῶν γραμμάτων, δυοῖν ὑφειμένως ἀπείργουσα τὸ τηνικάδε ἀκμάζουσι κώμοις πελάζειν καὶ ἱπποδρομικαῖς θεωρίαις, ἔτι μὴν θεάτροις εἰκαίων καὶ ὀψιμαθῶν εἴτουν ἀγυρτωδῶν, οἷς ἥδονται παῖδες.

B
ίος Nικηφόρου Mηδικίου, Halkin, F. (ed.), “La Vie de Saint Nicephore, fondateur de Medikion en Bithynie (+813)”, Analecta Bollandiana 78 (1960), κεφ. 5.5-29.

Ο αγιογράφος του Νικηφόρου περιγράφει το τέλος του οσίου (813):

Καὶ τέλος εὐξάμενος πάντας ἠσπάσατο· καὶ παραθέμενος τῷ κυρίῳ ἐνέβη εἰς τὸ πλοῖον καὶ ἤχθη ἐν τῇ πόλει. Πελάσαντες δὲ τούτῳ οἱ ἰητροὶ ἐκεῖσε φοιτήσαντι, διϊσχυρίζετο ἕκαστος περιοδεύειν εὔεικτα. Αὐτὸς δ’ ἐκ θείας αἰσθόμενος ἀποκαλύψεως τὴν ἀπὸ γῆς αὐτοῦ εἰς οὐρανὸν ἐκδημίαν κἀπὸ κόσμου πρὸς θεὸν ἐνδημίαν· «Ἄπειμι τοῖς ἐκεῖ πατράσιν συνταξόμενος, ἐφ’ οἷς με θεὸς καλεῖ, τὴν ὁδὸν τῶν πατέρων μου, τοῖς συνοῦσι φήσας. Σπεύσωμεν ἐν τῷ μοναστηρίῳ, τέκνα, εἰ ἄρα γε προσχαρισθῇ μοι θεόθεν ζῶντα τοῖς ἀδελφοῖς ἀποδοθῆναι. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἔλεγεν, ἀλλ’ ὡς σύ, κύριε.» Καὶ ἐξῄει σπέρχων τοῦ ἄστεος. Καταλαβόντες δὲ τὴν Χάλκιδον νῆσον, πλείω ἀνωμαλίσας τῇ νόσῳ καὶ εἰδὼς τὴν ἑαυτοῦ προθεσμίαν ἐγγίσασαν, ᾐτήσατο μεταλαβεῖν τῶν θείων καὶ ἀχράντων μυστηρίων τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προσειπὼν τὸ ἀμὴν καὶ μεταλαβών, μακαρίῳ καὶ ζηλωτῷ τέλει ἐν γήρει καλῷ μεταλλάττει τὸν βίον, μηνὶ μαΐῳ τετάρτῃ, ὥρᾳ ἕκτῃ, ἰνδικτιῶνι ἕκτῃ, ὢν ἐτῶν πεντήκοντα καὶ ὀκτώ, περαιώσας ἐν τῷ μονήρει βίῳ χρόνους τριάκοντα τρεῖς, ἔτους ἀπὸ κτίσεως κόσμου ἑξακισχιλιοστοῦ τριακοσιοστοῦ <εἰκοστοῦ> πρώτου. Ἐξαυτῆς δὲ γλωσσοκόμον τεύξαντες ἐν σανίσιν χρησίμοις, ἃς ἔδωκεν Ἰωάννης ὁ τῆς Χαλκίδου ἡγούμενος, ἐνέβαλον τὸ τίμιον αὐτοῦ ἐκεῖσε λείψανον. Ἀνέμου δὲ βιαίου νότου πνεύσαντος ἐν ἄλλαις τέσσαρσιν ἡμέραις μόγις κατήχθησαν, ἐνέγκαντες αὐτὸν ἐν τῷ αἰγιαλῷ. Φημισθείσης δὲ ταῖς πέριξ κώμαις τῆς ἁγίας κοιμήσεως τοῦ ὁσίου πατρὸς ἡμῶν Νικηφόρου καὶ ὅτι ἤχθη ἐν τῷ αἰγιαλῷ τὸ τίμιον αὐτοῦ λείψανον, συνέρρει σὺν κλαυθμῷ παμπληθεῖ ὁ λαὸς τῇ ταχύτητι ἀσθμαίνοντες· καὶ εἶθ’ οὕτως ἀνεκομίσθη μεθ’ ὑμνῳδίας ἱερᾶς καὶ κηρῶν καὶ θυμιαμάτων· καὶ ἀπετέθη ἐν τῷ σηκῷ τοῦ ἀρχαγγέλου ἐν τῷ νάρθηκι τῷ λαιῷ μέρει, ἣν αὐτὸς ἔτι ζῶν διετάξατο θήκην.

Bίος Nικηφόρου Mηδικίου, Halkin, F. (ed.), “La Vie de Saint Nicephore, fondateur de Medikion en Bithynie (+813)”, Analecta Bollandiana 78 (1960), κεφ. 17.39-18.28.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>