|
|
|
|
|
Παραθέματα
|
|
Σχετικά με την καταγωγή της οικογένειας των Φωκάδων
[...] τοὺς ἀξιολόγους τῶν εὐπατριδῶν καὶ τιμίων ἐν ταύτῃ τῇ νέᾳ Ῥώμῃ μεθ’ ἑαυτοῦ παραλαβὼν [ο Κωνσταντίνος] μετῴκισέ τε καὶ συμπολίτας ἑαυτοῦ ἀπειργάσατο, λαμπρὰς οἰκίας τούτοις ἐπιδειμάμενος κατὰ τὴν ἐμφέρειαν τῶν ἐν τῇ παλαιᾷ Ῥώμῃ πολυτελῶς κατεσκευασμένων οἴκων. ἐκ τούτων οὖν, ὡς ὁ λόγος αἱρεῖ καὶ ἡ τοῦ γένους ἀναφορὰ περιάγει, οἱ Φωκάδες αὐτοὶ καταγόμενοι τήν τε περιφάνειαν ἄνωθεν ἔσχον καὶ τὸ τῆς ἀνδρίας ἀλκιμώτατον καὶ ανύποιστον, ἐκ τῶν ὀνομαστῶν ἐκείνων Φαβίων, ὥς που διὰ βίβλου τινὸς παλαιᾶς ἐχειραγωγήθην ποτέ, τὴν ἀρχὴν τοῦ γένους ἐφέλκοντες.
Μιχαήλ Ατταλειάτης, Ιστορία, σελ. 218, στο Bekker, I. (επιμ.), Michael Attaliotae, Historia (Bonnae 1853).
Τα τελευταία χρόνια του Νικηφόρου Φωκά του Παλαιού σύμφωνα με τον Σκυλίτζη
Ἐξόχως δὲ τὸν δομέστικον Νικηφόρον τὸν Φωκᾶν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ὁ βασιλεοπάτωρ Ζαουτζᾶς γαμβρὸν ἐσπούδαζε ποιῆσαι. ἀπαναινομένου δὲ πρὸς τοῦτο καὶ ὀργὴν ὑποπτεύοντος ἐκ βασιλέως θυμωθεὶς ὁ Ζαουτζᾶς καὶ αἰτίας κατ’ αὐτοῦ ῥάψας παρέλυσε τοῦτον τῆς ἀρχῆς. προβαλλόμενος δὲ ἀντ’ αυτοῦ Κατακαλὼν μάγιστρον τὸν Ἀβίδηλαν. ἐπ’ ὀλίγον δὲ σχολάσας ὁ Νικηφόρος στρατηγὸς τῶν Θρᾳκησίων προβάλλεται. ἀριστείας δὲ πολλὰς ἐν πάσαις ταῖς αὐτοῦ ἀρχαῖς διαπραξάμενος καὶ πολλὰ κατὰ τῶν Ἀγαρηνῶν καὶ ἄλλων ἐθνῶν στήσας τρόπαια τελευτᾷ τὸ βίον ἐν γήρει βαθεῖ, δύο παῖδας καταλιπὼν, Βάρδαν καὶ Λέοντα.
Σκυλίτζης, VΙ, 13, στ. 1-10, στο Thurn, J. (επιμ.), Ioannes Scylitzes, Synoposis historiarum. Corpus Fontium Historiae Byzantinae Series Berolinensis 5 (Berlin-New York 1973), σελ. 176.
|
|
|
|
|
|