Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Στάση Βαρδάνη Τούρκου, 803

Συγγραφή : Κιαπίδου Ειρήνη - Σοφία (17/1/2003)

Για παραπομπή: Κιαπίδου Ειρήνη - Σοφία, «Στάση Βαρδάνη Τούρκου, 803», 2003,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=6222>

Στάση Βαρδάνη Τούρκου, 803 (10/11/2007 v.1) Rebellion of Bardanes Tourkos, 803 (21/2/2006 v.1) 

Παραθέματα

 

Η στάση του Βαρδάνη Τούρκου

Βαρδάνης δέ, ὁ πατρίκιος καὶ στρατηγὸς τῶν Ἀνατολικῶν, τὸ ἐπίκλην Τοῦρκος, ἀνηγορεύθη βασιλεὺς ὑπὸ τῶν περατικῶν θεμάτων. ὅς γε τοῦτο πολλὰ παρῃτήσατο, διαδρᾶσαι δὲ μὴ δυνηθείς, βίᾳ κατελθὼν ἐν Χρυσοπόλει, εἶτα φοβηθεὶς τὸν Θεόν, μήπως δι’ αὐτοῦ γένηται σφαγὴ Χριστιανῶν, λαβὼν παρὰ Νικηφόρου λόγον ἀπαθείας νυκτὸς λάθρᾳ τοῦ λαοῦ ἦλθε πρὸς τὴν μονὴν Ἡρακλείου ἐν τῷ Καταβόλῳ καὶ παρευθὺ γέγονε μοναχός. ἐρχομένου δὲ αὐτοῦ διὰ τοῦ σταλέντος βασιλικοῦ χελαντίου ἐν τῇ Πρώτῃ νήσῳ εἰς τὸ μοναστήριον αὐτοῦ, ὃ ἦν αὐτὸς προκατασκευάσας, τυφλοῦται, Λυκαόνων τινῶν τοῦτο ὑπὸ γνώμην τοῦ βασιλέως ποιησάντων. διὸ καὶ ἐπὶ τῇ τοιαύτῃ ὑποκρίσει ὡς δῆθεν λύπῃ συσχεθεὶς πάντας μεθ’ ὅρκων ἐπληροφόρει ἀναίτιον εἶναι τοῦ τοιούτου δράματος.

Συμεών Μάγιστρος, Χρονικόν, επιμ. S. Wahlgren, Symeonis Magistri et Logothetae Chronicon (Corpus Fontium Historiae Byzantinae 44/1, Berlin-New York 2006), σελ. 205.26-37.

Περιγραφή της στάσης του Βαρδάνη Τούρκου από Βυζαντινό χρονογράφο της εποχής

τῇ δὲ ιθ΄ τοῦ Ἰουλίου μηνός, ἡμέρᾳ δ΄, ὥρᾳ α΄, Βαρδάνης, ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν, ὁ ἐπίκλην Τοῦρκος, ἀνηγορεύθη εἰς βασιλέα ὑπὸ τῶν περατικῶν θεμάτων· ὅστις πολλὰ παραιτησάμενος διαδρᾶσαι αὐτοὺς οὐκ ἴσχυσεν. καὶ κατελθὼν ἕως Χρυσοπόλεως καὶ περιπολεύσας ἡμέρας η΄ καὶ μὴ δεχθεὶς ὑπὸ τῆς πόλεως ὑπέστρεψεν ἕως τῶν Μαλαγίνων. φοβηθεὶς δὲ τὸν θεὸν καὶ λογισάμενος, μήποτε δι’ αὐτὸν σφαγὴ γένηται Χριστιανῶν, ἀποστείλας πρὸς Νικηφόρον καὶ λαβὼν λόγον ἐνυπόγραφον ἐξ ἰδιοχείρου αὐτοῦ, ἐν ᾧ καὶ Ταράσιος, ὁ ἁγιώτατος πατριάρχης, καὶ πάντες οἱ πατρίκιοι καθυπέγραψαν, ὥστε ἀβλαβῆ αὐτὸν διατηρηθῆναι καὶ ἀζήμιον καὶ πάντας τοὺς σὺν αὐτῷ, τῇ η΄ τοῦ Σεπτεμβρίου μηνὸς ὥρᾳ μεσονυκτίου λάθρα διαδρὰς κατῆλθεν ἐν τῇ Κίῳ τῆς Βιθυνίας εἰς τὴν μονὴν τοῦ Ἡρακλείου, καὶ εὑρὼν τὸ ἀπολυθὲν χελάνδιον τοῦ βασιλέως ἐπὶ τούτῳ ἀπεκάρθη καὶ ἐνεδύσατο στολὴν μοναδικήν, καὶ εἰσελθὼν ἐν αὐτῷ ἀπῆλθεν ἐν τῇ νήσῳ τῇ λεγομένῃ Πρώτῃ, ἐν ᾗ οἰκοδομήσας ἦν μοναστήριον, οἰόμενος ὅτι αἰδεσθήσεται τὸν φοβερὸν λόγον, ὃν ἔδωκεν αὐτῷ ὁ παραλογιστὴς Νικηφόρος, καὶ οὐ μὴ βλάψει αὐτὸν ἐν οὐδενί. ὁ δὲ πρῶτον μὲν γυμνοῖ αὐτὸν τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἀφορμῆς δραξάμενος πάντας τῶν θεμάτων τοὺς ἄρχοντας καὶ κτήτορας, τινὰς δὲ καὶ ἐκ τῆς βασιλίδος πόλεως, ᾐχμαλώτευσεν, τὸν δὲ στρατὸν ἅπαντα ἀρόγευτον εἴασεν.

Θεοφάνης, Χρονογραφία, επιμ. C. de Boor, Theophanis Chronographia (Leipzig 1883), σελ. 479.15-480.3.

Η τύφλωση του Βαρδάνη Τούρκου

ὁ δὲ μηδέποτε ἐν μηδενὶ φυλάξας ἀλήθειαν Νικηφόρος Λυκάονάς τινας, ἢ λυκανθρώπους, ὁμογνώμονας καὶ ὁμόφρονας ἀποστείλας εἰς τὴν Πρώτην ἐκέλευσε νυκτὸς ἐπιβῆναι τῇ νήσῳ καὶ τὸν προρρηθέντα ἐκτυφλῶσαι Βαρδάνιον, ὡς δῆθεν ἀγνοοῦντος αὐτοῦ, καὶ μετὰ τὸ δρᾶμα προσφυγεῖν τῇ ἐκκλησίᾳ. τούτου δὲ γεγονότος ὅ τε πατριάρχης καὶ ἡ σύγκλητος δεινῶς ἤλγησαν καὶ πάντες οἱ φοβούμενοι τὸν θεόν. ὁ δὲ παρανομώτατος βασιλεὺς Νικηφόρος ὅρκοις τοὺς ἐν τέλει Λυκάονας, τὸ δοκεῖν, ἐπεζήτει ἀνελεῖν, ἀμύνασθαι σχηματιζόμενος, ὁ πάντα κατ’ ἐπίδειξιν ἀεί, καὶ μηδὲν κατὰ θεὸν πράττων. ἦν γὰρ αὐτῷ μετὰ τῶν λοιπῶν παρανομιῶν καὶ τὸ τοιοῦτον τῆς γνώμης ἐξαίρετον ἰδίωμα, δι’ οὗ καὶ πρὸ τῆς βασιλείας πολλοὺς ἠπάτησε. πλὴν γελοιότατος ἦν τοῖς εἰδόσιν ἀκριβῶς τὸ ἐπιτήδευμα, ὥστε κἀκεῖνον ἀναιδείᾳ πολλῇ ζεζοφωμένον τὸ μιαρώτατον αὐτοῦ πρόσωπον ἀεί, τότε ἀπρόϊτον γενέσθαι ἐπὶ ἡμέρας ζ΄ <ἐπὶ> τοῦ βασιλικοῦ κοιτῶνος δολίως κλαυθμυριζόμενον, ἐπεὶ καὶ φυσικῶς αὐτῷ γυναικώδη προσῆσαν δάκρυα, ἃ τοῖς πολλοῖς τῶν φαύλων καὶ ψευδοχρήστοις προσεῖναι πέφυκεν. ἀλλ’ οὐκ ἔλαθε τοὺς πολλούς.

Θεοφάνης, Χρονογραφία, επιμ. C. de Boor C. (επιμ.), Theophanis Chronographia (Leipzig 1883), σελ. 480.15-481.1.

Μεταγενέστερος χρονογράφος περιγράφει τη στάση του Βαρδάνη Τούρκου

χαίρειν οὖν εἰπὼν τοῖς ἐκείνου λόγοις, τῇ ἐννεακαιδεκάτῃ τοῦ Ἰουλίου μηνὸς τῆς ια' ἰνδικτιῶνος κατὰ τοῦ βασιλεύοντος Νικηφόρου χεῖρα συναθροίσας πολλήν, καὶ τὰ ὑφ’ ἑαυτὸν τέσσαρα θέματα τοῖς ἑαυτοῦ λόγοις ὑπαγαγών, τῶν Ἀρμενιακῶν χωρὶς (οὐδὲ γὰρ ὑπεῖξαν αὐτῷ), τῆς ἐπαναστάσεως ἄρχεται. ἐμίσει μὲν οὖν τότε τὸν Νικηφόρον τὸ ὑπήκοον τῷ βάρει πιεζόμενον τῶν δημοσίων τελῶν, ὃ γέγονέ πως καὶ ἀφορμὴ καὶ σύνδρομον ἐκείνῳ τῆς ἐπαναστάσεως· γέγονε δέ τι καὶ ἕτερον αἴτιον. ὡς γὰρ κατὰ τῶν Ἀγαρηνῶν ὁ Βαρδάνιος ἠνδραγάθησεν καὶ τῆς γενομένης πολλῆς λαφυραγωγίας δικαίᾳ προνοίᾳ πεποίηκε τὴν διανομήν, κατάλληλα τοῖς ἀγωνιζομένοις ἐν πολέμῳ ἀλλ’ οὐ κατὰ πρόσωπον τὰ ἆθλα προθείς, ἔδοξε καὶ βασιλείας τούτοις ἄξιος μεταλαχεῖν. ὅθεν ἀναρρηθεὶς δημοσίᾳ φωνῇ βασιλεύς, καὶ πολλῶν ἄλλων ἀπολαύσεών τε καὶ γερῶν ἐκ τοῦ δήμου καταξιωθείς, ὡς καὶ ναὸν ἐπ’ ὀνόματι αὐτοῦ ἀνεγεῖραί τε καὶ κατασκευάσαι, τὴν ἐπὶ Νικομήδειαν φέρουσαν ᾔει ὁδόν. ἀλλ’ ἀποχρῶσαν καὶ ἐφάμιλλον ὁ βασιλεύων Νικηφόρος δύναμιν ἐκστρατεύσας, καὶ περὶ τοῦ μέλλοντος δύσελπιν ποιήσας αὐτὸν τῷ πλήθει τῶν ἀντιπαραττομένων, ἔπεισεν αὐτὸν συγγνώμην φθάσαντα ἐξαιτήσασθαι. ἄρτι μὲν γὰρ Λέων ἄρτι δὲ καὶ Μιχαὴλ ἀπορρυέντες πρὸς βασιλέα, ἆθλον ὁ μὲν τὴν φοιδεράτων καὶ βασιλικὸν οἶκον τοῦ Ζήνωνος καὶ τὸν Δαγισθέα, ὁ δὲ τὴν τῆς κόρτης κόμητος ἀρχὴν καὶ τοῦ Καριανοῦ οἶκον ἀπενεγκάμενοι. οὐκ ἀγαθὰ φρονεῖν αὐτὸν περὶ ἑαυτοῦ πεποιήκασιν. ὅθεν αὐτῷ τε καὶ τῷ λαῷ συγγνώμην αἰτούμενος ἐκ βασιλέως μέχρι τῶν Μαλαγίνων ὑπέστρεφεν· κἀκεῖ τοὺς τῆς ἀπαθείας λόγους δεξάμενος καὶ τὸ χρυσοῦν σταυρίδιον, ὃ παρὰ τοῦ Νικηφόρου φορούμενον αὐτῷ ἀπέσταλτο πρὸς ἀσφάλειάν τε καὶ πίστωσιν, πρὸς τὴν τοῦ Ἡρακλείου μονὴν νύκτωρ, τὸν Θωμᾶν μόνον συγκινδυνεύοντα ἔχων, ἀπέφυγεν, τὸν τῆς κεφαλῆς κόσμον ἀφαιρῆσαι σπουδάζων. καὶ ὁ μὲν τῆς μονῆς προεστὼς τοῦτο δρᾶσαι τοῦτον οὐ συνεχώρει· αὐτὸς δὲ τῇ ᾗ περιεζώννυτο σπάθῃ τὸν πλόκαμον αὐτοῦ ἀφελών, καὶ πενιχρὰν ἐσθῆτα ἀμφιασάμενος, εἴχετο τῆς πρὸς τὴν Πρώτην νῆσον πορείας, ἔνθα δὴ τούτῳ κτῆμα καλῶς πεπονημένον ἐνῆν, καὶ ὁ βασιλεὺς ἐκεῖ μένειν περιωρισμένον ἐπέτρεψεν. ἐκεῖσε γοῦν περαιωθείς, καὶ τὰς συνήθεις εὐχὰς καὶ τὸ τῶν μοναχῶν θεῖον σχῆμα δεξάμενος, μετωνομάσθη Σάββας, ἀγῶνας ἀσκητικοὺς πολλοὺς ἐνδεικνύμενος. οὐ πολὺ τὸ ἐν μέσῳ, καί τινες τῶν ἐκ τῆς Λυκαονίας αὐτῷ ἐπιθέμενοι καὶ ποιήσαντες ἔρημον τῶν ὀφθαλμῶν, γνώσει καὶ εἰδήσει τοῦ βασιλεύοντος, τῶν τοῦ θεοῦ προσφεύγουσι θείῳ καὶ μεγάλῳ ναῷ· καὶ τέλος εἶχεν καὶ ἡ πρόρρησις τοῦ τὸ Φιλομίλιον ἐνδιαιτωμένου μονάζοντος. ἀλλ’ ἐκεῖνος μὲν ὡς εὐεργέταις αὐτοῖς ἐπευξάμενος τῆς σκληροτέρας εἴχετο ἀγωγῆς, οἴνου τε καὶ ἰχθύων καὶ ἐλαίου ὁλοσχερῶς ἀπεχόμενος, γυμνήν τε ἀεὶ φέρων τὴν κεφαλὴν καὶ τοὺς ἑαυτοῦ πόδας, κἂν εἴ τις σφοδρότερος ἐγεγόνει χειμών. ἔτι δὲ μονοχίτων διετέλει, τῷ θέρει μὲν δερμάτινον χιτῶνα ἀμφιεννύμενος, τῷ χειμῶνι δὲ τρίχινον περιβαλλόμενος. ἔζη δὲ οὐ σιτίνῳ, κρίθης δὲ ἀλεύρῳ ἐγκρυφίαν ποιῶν. καὶ οὕτω παρέπεμπεν τὸν ἑαυτοῦ βίον, διαρκέσας ἕως ὁ Λέων τῆς βασιλείας ἐγένετο ἐγκρατής. ἀποκαρῆναι δὲ καὶ τὴν ἑαυτοῦ σύμβιον Δομνίκαν ἅμα θυγατρὶ καὶ τοῖς ἑαυτοῦ παισὶν ἐν τῷ ἰδίῳ οἴκῳ ἐποίησεν, μετονομάσας αὐτὴν Ἀθανασίαν, ἅπαντα δηλαδὴ τὸν πλοῦτον διανείμας πτωχοῖς.

Συνεχισταί Θεοφάνους, Χρονογραφία, επιμ. I. Bekker, Theophanes Continuatus (Bonn 1838), σελ. 8.12-10.19.

Το επεισόδιο της πρόρρησης του μοναχού μέσα από την περιγραφή του ιστορικού Ιωάννη Σκυλίτζη

ἀνήρ τις τῶν ἄγαν διαφανῶν Βαρδάνιος τοὔνομα, Τοῦρκος τὴν προσηγορίαν, ἐν τοῖς πρώτοις τῆς συγκλήτου τελῶν, πατρικιότητι τετιμημένος καὶ δομέστικος τυγχάνων τῶν σχολῶν τῆς ἀνατολῆς, ἀεὶ τυρρανίδι μελετῶν ἐπιθέσθαι καὶ τῆς βασιλείας, εἰ δύναιτο, γενέσθαι ἐγκρατὴς καὶ ἐναντίοις διὰ παντὸς βαλλόμενος λογισμοῖς καὶ φλεγόμενος μὲν ὑπὸ τοῦ τῆς βασιλείας ἔρωτος, δεδιὼς δὲ καὶ φρίσσων πρὸς τὸ τοῦ συμπεράσματος ἄδηλον, ἐπείπερ ἐπύθετο κατὰ τὸ Φιλομίλιον ἔγκλειστόν τινα εἶναι μοναχὸν ἀρετῆς τε εἰς ἄκρον ἐληλακότα καὶ προλέγειν τὰ μέλλοντα φήμην ἔχοντα, ἐγνώκει δέον εἶναι κοινώσασθαι τούτῳ τὸ βούλευμα καὶ τὴν ἐξ αὐτοῦ δέξασθαι κρίσιν. σκεψάμενος δ’ οὔτως καὶ σκηψάμενος κυνηγέσιον μεθ’ ἑαυτοῦ τε λαβὼν τὸν Λέοντα, δι’ εὐπρέπειάν τε προσώπου καὶ γενναῖον κατάστημα καὶ τὸ πολλοῖς ἐμπρέψαι πολιτικοῖς προτερήμασιν ὑπηρετοῦντά τε αὐτῷ καὶ τῶν ἱπποκόμων κατάρχοντα, σὺν τούτῳ δὲ καὶ Μιχαὴλ τὸν ἐξ Ἀμωρίου τὸν τραυλόν, ὃν προείπομεν, καί τινα πρὸς τούτοις Θωμᾶν ἕλκοντα μὲν τὸ γένος ἐξ Ἀρμενίων, τὴν οἴκησιν δ’ ἔχοντα κατὰ τὴν λίμνην τοῦ Γαζουροῦ, τὸ παρεπόμενον αὐτῷ πολὺ πλῆθος ἔν τινι τόπῳ προσμένειν παραγγείλας, αὐτὸς μετὰ τῶν εἰρημένων ἀνδρῶν τὸν φωλεὸν καταλαμβάνει τοῦ μοναχοῦ, πρὸς ἐκεῖνόν τε μόνος εἰσελθὼν κοινοῦται τὰ τῆς μελέτης. καὶ ὁ μοναχὸς τούτων ῥηθέντων αὐτῷ εὐθύς τε ἀπέτρεπε τῶν δεδογμένων καὶ διεμαρτύρετο, ὡς, εἰ μὴ πεισθεὶς ἀπόσχοιτο τοῦ σκοποῦ, τό τε φῶς τῶν οἰκείων ὀφθαλμῶν ἀποβαλεῖται καὶ περιουσίας ἔκπτωσιν ὑποστήσεται. τούτων ῥηθέντων ὁ στρατηγὸς ἀθυμίᾳ τε κατεσχέθη πολλῇ καὶ μικροῦ δεῖν καὶ αὐτῶν ἐξεστηκὼς ἐγένετο τῶν φρενῶν. ὅμως τῆς συνήθους ἀποδοθείσης εὐχῆς, καὶ μέλλοντος ἀπαίρειν ἤδη τοῦ στρατηγοῦ, καὶ τοῦ ἵππου, ᾧ ἐπωχεῖτο, διακομισθέντος, οὗ τὸν μὲν χαλινὸν κατεῖχεν ὁ Μιχαὴλ, τὴν δὲ δεξιὰν τῆς ἐφεστρίδος βάσιν ὁ Θωμᾶς, ὁ δὲ Λέων ἀνεβάσταζεν ἀναβαίνοντα τὸν ἵππον τὸν στρατηγόν, προκύπτων ἐκ τῆς θυρίδος ὁ μοναχὸς καὶ ἄνωθεν κατιδὼν τοὺς ἄνδρας ὑποστρέφειν ἐκέλευε τὸν Βαρδάνιον. ὁ δὲ μετὰ περιχαρείας ἐδέξατο τὴν ἀνάκλησιν καὶ θᾶττον ἢ λόγος ἀποβὰς τοῦ ἵππου εἴσεισι δρομαῖος πρὸς τὸν μονάζοντα, προσδοκήσας καταθύμιόν τι ἀκούσεσθαι. ἔγγιον δὲ τοῦτον πάλιν παραστησόμενος «σοὶ μέν, ὦ στρατηγέ», ἔφη ὁ μοναστής, «καὶ πάλιν συμβουλεύω καὶ παραινῶ, μηδ’ εἰς ἐνθύμιον ὅλως ἀγαγεῖν τὰ βεβουλευμένα, ἢ μὴν εἰδέναι, ὡς πήρωσίς τε ὀμμάτων καὶ οὐσίας ἀφαίρεσις ἕψεταί σοι. οἱ δὲ τρεῖς ἄνδρες οἱ κομίσαντές σοι τον ἵππον, ὅ τε μετεωρίσας σε ἐποχεῖσθαι μέλλοντα πρῶτος, καὶ ὁ τὸν χαλινὸν δὲ κατέχων δεύτερος ἐπιλήψεται τῆς βασιλείας, καὶ ὁ τρίτος ὁ τὴν τοῦ δεξιοῦ σου ποδὸς βάσιν κατέχων ἐπιτεύξεται μὲν ἀναρρήσεως, οὐ μήν γε καὶ βασιλείας, ἀλλ’ οἰκτίστῳ θανάτῳ καταστρέψει τὸ ζῆν». τοῦτων ἀκούσας ὁ Βαρδάνιος ἐν γέλωτι τὰ λελεγμένα ἐτίθετο καὶ τῆς ἐπὶ τῷ μοναχῷ μετέπιπτεν ὑπολήψεως, ἀντὶ θεοπρόπου καὶ τῶν μελλόντων προβλεπτικοῦ γόητα τοῦτον ἀποκαλῶν καὶ μηδενὸς τῶν ἔσεσθαι μελλόντων προγνωστικόν, συλλογιζόμενος, ὡς εἰκός, ἀπὸ τῆς τῶν προσώπων ποιότητος καὶ κακίζων τὴν πρόρρησιν, εἰ ὁ μὲν ἀνὴρ πατρίκιος καὶ ἐς τὸν τῶν δομεστίκων θρόνον κεκαθικὼς καὶ πλείστην ὅσην δύναμιν περιεζωσμένος καὶ γένους λαμπροῦ καὶ οἰκίας ἐπιφανοῦς ἀστοχήσει τοῦ ἐφετοῦ, ἄνδρες δὲ ἀφανεῖς καὶ θητεύοντες καὶ μηδ’ εἰπεῖν ἔχοντες, ἐξ οἵων ἔφυσαν τῶν προγόνων, εἰς τὸ βασίλειον ἀναχθεῖεν ὕψος. οὕτω δὲ διαπαίξας καὶ μυκτηρίσας τὰ λεγόμενα ἐπάνεισι πρὸς τὴν οἰκείαν ἀρχὴν καὶ τοῖς συνωμόταις διαλεχθεὶς ἀνταίρει χεῖρα κατὰ τοῦ βασιλέως (Νικηφόρος ἦν ὁ ἀπὸ γενικῶν τὰς ἡνίας τότε τῆς βασιλείας ἰθύνων) χεῖρά τε οὖν ὡς πλείστην ἀθροίσας καὶ βασιλεὺς ἀναγορευθεὶς περὶ Βιθυνίαν στρατοπεδεύεται. καὶ ὁ βασιλεὺς ἄρτι τὴν κίνησιν τοῦ Βαρδανίου μεμαθηκὼς ἀξιόχρεων αὐτῷ ἐπαφίησι δύναμιν. συρράξαι δὲ μελλόντων ἀλλήλοις τῶν στρατευμάτων συγγνώμην ὁ Βαρδάνιος ἐξαιτεῖ καὶ ἀμνηστίαν κακῶν, ἣν αὐτῷ ἐνωμότως ὁ Νικηφόρος παρεσχηκὼς ἐν τῇ νήσῳ Πρώτῃ εἰς τὸν ἐκεῖσε φιλοπονηθέντα αὐτῷ ἀγρὸν ὑπερόριον τίθησι. χρόνος οὐ πολύς, καὶ στρατιῶταί τινες ἐκ Λυκαονίας εἴτ’ ἐξ οἰκείας ὁρμῆς, εἴτε καὶ τοῦ βασιλέως ἀφανῶς ἐπισκήψαντος, ἐπιθέμενοι τῷ ἀγρῷ τὸν Βαρδάνιον ἐκτυφλοῦσι καὶ τῇ μεγάλῃ τοῦ θεοῦ προσφεύγουσιν ἐκκλησίᾳ. Λέων δὲ καὶ Μιχαὴλ καὶ Θωμᾶς, ὡς ἔφαμεν, τῷ Βαρδανίῳ διακονοῦντες, τῆς στάσεως ἀναφθείσης τῷ βασιλεῖ προσεχώρησαν Νικηφόρῳ, ὧν ὁ μὲν Λέων τοῦ τῶν φοιδεράτων ἡγεμὼν ἀνεδείχθη τάγματος, Μιχαὴλ δ’ ὁ τραυλὸς τὴν τοῦ κόμητος κόρτης ἀρχὴν ἐγχειρίζεται, Θωμᾶς δὲ καὶ μέχρι τέλους τὴν πίστιν τῷ οἰκείῳ δεσπότῃ τηρῶν διέμεινεν.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, επιμ. I. Thurn, Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), σελ. 9.90-11.61.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>