Βιαιοπραγίες εναντίον της εικόνας του αυτοκράτορα Θεοδοσίου Α':
«…βλέψαν τες δὲ εἰς τὰς πολλὰς τὰς ἐν ταῖς σανίσιν εἰκόνας βλασφημίας πρὸ λίθων ἐπ’ αὐτὰς ἀφέντες ἐπὶ μὲν ταῖς ῥηγνυμέναις ἐγέλων, πρὸς δὲ τὰς ἀντεχούσας ἠγανάκτουν. ἔπειθ’ ἡγούμενοι τὰς ἐν τῷ χαλκῷ τιμιωτέρας καὶ τὴν εἰς ἐκείνας παροινίαν ἀφορητοτέραν δραμόντες ἐπ’ αὐτὰς ἅμα σχοινίοις περιθέντες τοῖς αὐχέσι καταβαλόντες εἷλκον, οἱ μὲν οὐ διατεμόντες, οἱ δὲ καὶ τοῦτο ποιήσαντες. καίτοι περὶ μὲν τοῦ πατρὸς ἴσως ἂν εἴποιεν τὸ χρυσίον, Ἀρκαδίῳ δὲ τί ἄν τις ἐγκαλέσειε; τῷ δὲ μετ’ ἐκεῖνον τί; τῇ δὲ τούτων μητρί; τῷ δὲ τοῦ βασιλέως πατρί; περὶ ὧν οὐκ ἔστιν εἰπεῖν, ὡς μετεῖχον τῶν περὶ τὴν φοράν. παραδόντες τοίνυν τοῖς παιδαρίοις ἐν τοῖς οὕτως αἰδεσίμοις παίζειν ἐχώρουν αὐτοὶ μετὰ πυρὸς ἐπ’ οἰκίαν ἀνδρὸς ἀδικοῦντος μὲν οὐ- δέν, δοκοῦντος δὲ τοῖς οὐ βουλομένοις ἀκούειν τῶν γραμμάτων, καὶ τὰ μὲν ἔκαον, …»
Λιβάνιος, Libanii opera omnia, εκδ. Förster R., vv 12 (Leipzig – Teubner 1903-1927), Or. XXII. 8, 9.