Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Στάση Νικηφόρου Φωκά, 963

Συγγραφή : Στουραϊτης Ιωάννης (10/12/2003)

Για παραπομπή: Στουραϊτης Ιωάννης, «Στάση Νικηφόρου Φωκά, 963», 2003,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=6233>

Στάση Νικηφόρου Φωκά, 963 (17/3/2008 v.1) Rebellion of Nikephoros Phokas, 963 (21/5/2010 v.1) 

Παραθέματα

 

Περιγραφή της έναρξης της στάσης του Νικηφόρου Φωκά (963)

Ὁ δὲ Βρίγγας, ὃν εἴπομεν τρόπον, ἀπατηθεὶς ὑπὸ τοῦ Νικηφόρου, καὶ τοῦτον ἐάσας οἴκαδε ἀπελθεῖν, μετεμέλετο, καὶ ἐν δεινῷ ἐποιεῖτο, ὅτιπερ ἐντὸς ἀρκύων ἔχων τὸ θήραμα ἔλαθε τοῦτο φρενοβλαβῶς προηκάμενος. ἐμερίμνα γοῦν πῶς καὶ ποίᾳ μηχανῇ τῆς ἀπὸ τούτων ἀπολυθείη φροντίδος. ἔδοξεν οὖν αὐτῷ λυσιτελέστατον εἶναι πρὸς Ἰωάννην μάγιστρον γράψαι τὸν Τζιμισκήν, ἄνδρα θυμοειδῆ καὶ δραστήριον ὄντα, καὶ μετὰ τὸν Φωκᾶν ἐν τοῖς ῾Ρωμαίων ἐπισημότατον στρατηγοῖς, στρατηγὸν τηνικαῦτα τῶν Ἀνατολικῶν ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς τὸν μάγιστρον ῾Ρωμανὸν τὸν Κουρκούαν, φανερώτατον καὶ ἐπίσημον καὶ αὐτὸν στρατηλάτην ὄντα τῆς ἀνατολῆς, γράμματα πέμψαι, καὶ φιλοτιμιῶν ὑποσχέσεσι καὶ δωρεῶν καὶ τιμῶν διεγεῖραι τούτους πρὸς καθαίρεσιν τοῦ Φωκᾶ. ἐγένοντο δὲ τὰ γράμματα, καὶ ὁ νοῦς τῶν γεγραμμένων ὑπῆρχεν οὗτος. εἰ διαναστάντες καθαιρήσουσι τὸν Φωκᾶν καὶ μοναχὸν ἀποκείρουσιν, ἢ τρόπον ἄλλον ἐκ μέσου ποιήσουσι, τὴν μὲν τοῦ δομεστίκου τῶν σχολῶν τῆς ἀνατολῆς μεγίστην ἀρχὴν λήψεται ὁ Ἰωάννης, τὴν δὲ τοῦ δομεστίκου τῆς δύσεως ὁ ῾Ρωμανός. κομισθέντων οὖν τῶν γραμμάτων τοῖς δηλωθεῖσιν ἀνδράσιν, ἐπείπερ σχετικῶς ἐκεῖνοι εἶχον πρὸς τὸν Φωκᾶν, ὑποαναγινώσκουσί τε αὐτῷ εὐθέως τὰ γράμματα, καὶ διαναστῆναι πρὸς ἀλκὴν καὶ γενναῖόν τι καὶ νεανικὸν ἐννοήσασθαι παρεκάλουν. ὀκνοῦντα δὲ καὶ ἀναδυόμενον καὶ αὐτοχείρως ἠπείλουν διαχειρίσασθαι. διὸ καὶ πρὸς τὸν τοῦ θανάτου ἀποδειλιάσας κίνδυνον τὴν πρόκλησιν ὑπεδέξατο. καὶ δευτέρᾳ τοῦ Ἰουλίου μηνός, τῆς αὐτῆς ἕκτης ἰνδικτιῶνος, ὑπὸ τῶν ἐν τῇ ἕῳ στρατευμάτων ἁπάντων παρακεκινημένων ὑπὸ τοῦ Τζιμισκῆ ῾Ρωμαίων ἀναγορεύεται βασιλεύς.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), σελ. 256.

Η εξέλιξη της στάσης του Νικηφόρου Φωκά μέσα από ιστορικό έργο της εποχής

εὐθὺς οὖν εἰς τὴν τῶν Καισαρέων ἐκκλησίαν νέων, ἐκεῖθεν ἐπὶ τὴν σκηνὴν ἐπανέστρεφε, καὶ τὸν Ἰωάννην τῷ τοῦ Μαγίστρου τιμήσας ἀξιώματι, Δομέστικον τῆς Ἀνατολῆς ἀνηγόρευσεν, ἐντάλματά τε καὶ διατάγματα πανταχοῦ τῆς ῾Ρωμαϊκῆς ἡγεμονίας ἐξέπεμπε, καὶ στρατηγοὺς προχειρισάμενος ἐπὶ τὸν Εὔξεινον, καὶ τὰ παράκτια πάντα, καὶ Ἄβυδον ἔστελλεν, ἀπτέρῳ τάχει ἀπιέναι τούτοις ἐγκελευσάμενος· τοῦτο τάχα, ὡς ἔοικε, προμηθούμενος, πρὸ τοῦ διαπτῆναι τὴν φήμην τῆς ἀναῤῥήσεως, τῆς ὑγρᾶς τοὺς πορθμοὺς καὶ τοὺς πόρους προκατασχεῖν. οὕτω γὰρ ᾤετο κατὰ νοῦν αὑτῷ χωρήσειν τὰ πράγματα, καὶ μὴ ἐπινεμεσήσειν τὴν τύχην αὑτῷ, ἐπιμειδιᾶσαι δὲ μᾶλλον ἱλαρόν τι καὶ ἥμερον, εἴ γε προτερήσοι τὴν τῶν ἐπικαιροτάτων χωρίων κατάληψιν. ταῦτα ὁ Νικηφόρος διαπραξάμενος, καὶ εἰς ἀῤῥαγῆ συνασπισμὸν καταπυκνώσας τὰς φάλαγγας, καὶ ὁπλισμοῖς αὐτὰς εὐερκέσιν ἀσφαλισάμενος, τῆς Καισαρείας ἀπάρας ἐπὶ τὴν βασιλεύουσαν ἴετο· ἐπιστολήν τε χαράξας καὶ Φιλοθέῳ τῷ Εὐχαΐτων ἐπισκόπῳ ἐγχειρίσας, πρός τε τῶν ἐκκλησιαστικῶν ἐπειλημμένον οἰάκων Πολύευκτον ἔστειλε, καὶ Ἰωσηφ τὸν τῶν τυραννείων κατάρχοντα, καὶ τὴν σύγκλητον. ὡς ἐν κεφαλαίῳ δὲ ταυτί πως διαπήγγελλεν ἡ γραφή· δέξασθαί τε αὐτὸν αὐτοκράτορα, περιφρουρήσοντα καὶ εἰς αὔξησιν ηλικίας σωμασκήσοντα τοὺς τοῦ ἄνακτος ῾Ρωμανοῦ παῖδας· καὶ προσέτι τὰ μέγιστα τὴν πολιτείαν ὀνήσοντα, καὶ τῆς ῾Ρωμαϊκῆς ἀρχῆς τὴν ἐπικράτειαν αὐξήσοντα τοῖς κατὰ πολέμους ἀνδραγαθήμασιν. εἰ δὲ μὴ τοῦτο βουληθεῖεν, αὐτοῖς μεταμελήσειν τῆς ἀβελτερίας μετέπειτα, ὁπηνίκα σιδήρῳ καὶ σφαγαῖς τὰ πράγματα διακρίνοιντο· καὶ καιρὸς οὐ μέτεστι δικαιολογίας τοῖς αἱρετισαμένοις τῶν βελτιόνων τὰ χείριστα.

Λέων Διάκονος, Ιστορία, Hase, C. B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), σελ. 44.7 - 45.11.

Η επικράτηση του Νικηφόρου Φωκά

Κατελθόντος οὖν ἐν Χρυσοπόλει μετὰ παντὸς τοῦ στρατοῦ Νικηφόρου τοῦ Φωκᾶ μετ’ εὐφημιῶν, ἐβουλεύσατο ὁ Βρίγγας βασιλέα τινὰ προβαλέσθαι, διὰ τούτου οἰόμενος τὸν τόνον ἐκλῦσαι τῆς ὁρμῆς τοῦ στρατοῦ. τέως δὲ τῆς ἀναρρήσεως, ὡς εἴπομεν, γενομένης τοῦ Φωκᾶ, Βάρδας μὲν ὁ τούτου πατήρ (ἔτυχε γὰρ ἐνδημῶν τῇ βασιλίδι) ἱκέτης εἰσέρχεται πρὸς τὴν μεγάλην ἐκκλησίαν, Λέων δὲ ὁ ἐκείνου ἀδελφός, καίπερ φυλαττόμενος ἀκριβῶς, λαθὼν ἀπέδρα καὶ τῷ οἰκείῳ ἡνώθη ὁμαίμονι. οὗ γενομένου παρείθη τὴν ψυχὴν καὶ ἐν πάσῃ ἀμηχανίᾳ κατέστη ὁ Βρίγγας. ἦν γὰρ καὶ ἀνεπιτήδειος ἐν καιροῖς δυσκόλοις ὄχλον κολακεῦσαι καὶ καταδημαγωγῆσαι πλῆθος. δέον γὰρ προσηνέσι λόγοις καὶ θωπευτικοῖς τὴν τοῦ πλήθους καταμαλάξαι ὁρμήν, ὁ δὲ μᾶλλον καὶ ἐξετράχυνε καὶ ἠγρίωσε. πάντων γὰρ ἐν τῇ μεγάλῃ συντρεχόντων ἐκκλησίᾳ, αὐτὸς τὸ πλῆθος ἐκδειματῶν λόγους ἐπαφῆκεν ὑπερηφάνους τε καὶ τραχεῖς, «ἐγώ», φήσας, «καταπαύσω ὑμῶν τὴν ἱταμότητα καὶ ἀναισχυντίαν. ποιήσω γὰρ τὸν τοῦ νομίσματος ὠνουμένους σῖτον ἀποφέρεσθαι ἐν τῷ κόλπῳ.» οὔπω παρῆλθεν ὁλόκληρος ἡμέρα, ἀφ’ οὗ τοῦτο εἴρηκε (κυριακὴ γὰρ ἦν, ἐννάτην ἄγοντος τοῦ Αὐγούστου μηνός), καὶ τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας Βασίλειος ὁ Κωνσταντίνου τοῦ βασιλέως παρακοιμώμενος, δυσμενὴς καὶ ἔχθιστος ὢν τῷ Ἰωσήφ, τοῖς ἑαυτοῦ φίλοις καὶ συγγενέσι τοὺς οἰκείους μίξας θεράποντας κατὰ πολλὰ μέρη τῆς πόλεως πέπομφεν εἰς τοὺς οἴκους τῶν ἀντιπραττόντων αὐτῷ. καὶ ἀπὸ πρώτης ὥρας τῆς δευτέρας ἡμέρας μέχρις ἕκτης κατέστρεψαν καὶ ἐξηδάφισαν οἰκίας πλείστας τῶν πολιτῶν, ὧν ἐπισημοτέρα ἦν ἡ τοῦ Ἰωσήφ. οὐ γὰρ μόνον τῶν ἀντιβαίνειν δοκούντων ἐμφανῶν καὶ πολιτικῶν ἀνδρῶν, ἀλλὰ καὶ πολλῶν ἄλλων εὐτελεστέρων, ὧν οὐκ ἀριθμητὸν τὸ πλῆθος, οἰκίαι κατεσκάφησαν. ᾧ γάρ ποτε διαφορὰ μετά τινος ἦν, πλῆθος ἀτάκτων μεθ’ ἑαυτοῦ ἐπαγόμενος, μηδενὸς κωλύοντος, τοῦτον ἠφάνιζε. πολλοὶ δ’ ἐν τῇ τοιαύτῃ ἀταξίᾳ καὶ ἄνθρωποι ἐφονεύθησαν. ταῦτα δε ποιοῦντες ἐν τε ταῖς πλατείαις τῆς πόλεως λεωφόροις ἔν τε ταῖς ἀγοραῖς ἔν τε ταῖς στενωποῖς Νικηφόρον ἀνευφήμουν καλλίνικον. τοῦτο τὸ ἔργον ἐξάγει μὲν τῆς μεγάλης ἐκκλησίας κίνδυνον ἐκδεχόμενον, Ἰωσήφ τε τὸν παρακοιμώμενον, τὸν προ τοῦ μεγάλα φυσῶντα καὶ ἐπαιρόμενον, εἰς αὐτὴν ἀντεισάγει ἱκέτην ἐλεεινὸν καὶ τὴν ἑαυτοῦ σωτηρίαν ἀμφίβολον ἔχοντα. οἱ δὲ περὶ τὸν παρακοιμώμενον Βασίλειον τριήρεις καταρτίσαντες καὶ τὸν βασιλικὸν εἰληφότες δρόμωνα μετὰ παντὸς τοῦ στόλου περαιοῦνται ἐν Χρυσοπόλει, καὶ τὸν Νικηφόρον ἐκεῖθεν ἀναλαβόμενοι ἄγουσιν εἰς τὸ Ἕβδομον, αὐτόθεν τε αὐτοί τε καὶ πᾶς ὁ δῆμος τῆς πόλεως μετ’ εὐφημιῶν καὶ κρότων καὶ σαλπίγγων καὶ κυμβάλων δημοσίας γενομένης προόδου διὰ τῆς Χρυσῆς πόρτης εἰσάγουσιν εἰς τὴν βασιλίδα.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), σελ. 257.20 - 259.60.

Ο ιστορικός Λέων Διάκονος περιγράφει τη στέψη του Νικηφόρου Φωκά

Ὁ δὲ Νικηφόρος, ἐπεὶ κατὰ τὸ δοκοῦν ἑαυτῷ τέλος ἐχώρει τὰ πράγματα, τὸ ἰδιωτικὸν περιελὼν καὶ ἀποσφενδονήσας χιτώνιον, τὴν αὐτοκρατορικὴν καὶ βασίλειον ἐφεστρίδα ἐμπορπησάμενος, εἰς τὸ βασιλικώτερον ἑαυτὸν μετεσεκεύασεν· ἵππου τε ἀγερώχου τῶν λευκῶν ἐπιβάς, φαλάροις κεκοσμημένου βασιλικοῖς καὶ τάπησιν ἁλουργοῖς, διὰ τῆς χρυσῆς πύλης εἰσήλαυνεν, ὑπὸ παντὸς τοῦ δήμου καὶ τῶν ἐν τέλει κροτούμενός τε καὶ γεραιρόμενος. ἑκκαιδεκάτην ὁ Αὔγουστος ἤλαυνε μήν, ἐπὶ τῆς ἕκτης ἰνδίκτου, ἐν τῷ στυο’ ἔτει, ὅτε ταῦτα ἐπράττετο. ἄρτι δὲ, ἐπεὶ πρὸς τὸν τοῦ θείου περίπυστον σηκὸν εἰσεφοίτησε, καὶ ὑπὸ τοῦ τῶν ἱερέων πληρώματος ἀξιοχρέους τιμὰς ὑπεδέξατο, πρὸς τοῦ τὴν πατριαρχίαν ἰθύνοντος Πολυεύκτου τῷ βασιλικῷ διαδήματι στέφεται, ἓν καὶ πεντηκοστὸν ἔτος τῆς ἡλικίας ἐλαύνων.

Λέων Διάκονος, Ιστορία, Hase, C. B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), σελ. 47.22 - 48.10.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>