Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Συγκρούσεις Βυζαντινοσελτζουκικές, 1045-1073

Συγγραφή : Μαρκούρης Γιάννης (16/10/2003)

Για παραπομπή: Μαρκούρης Γιάννης, «Συγκρούσεις Βυζαντινοσελτζουκικές, 1045-1073», 2003,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=6254>

Συγκρούσεις Βυζαντινοσελτζουκικές, 1045-1073 - δεν έχει ακόμη εκδοθεί Conflicts between Byzantines and Seljuks, 1045-1073 - προς ανάθεση 

Παραθέματα

 

Ο ιστορικός Ιωάννης Σκυλίτζης περιγράφει την πρώτη σύγκρουση μεταξύ Βυζαντινών και Σελτζούκων:
ἀναρρηθεὶς δὲ πέμψας καθαιρεῖ τὴν ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος φυλακήν, καὶ ἄνετον δίδωσι τῷ βουλομένῳ τῶν Τούρκων τὴν ἐς τὴν Περσίδα πορείαν. ἀπολυθέντες δὲ οὗτοι εἰσέδραμον παμπληθεί, πλὴν τῶν ὅσοι τῆς ἑαυτῶν ἀντεποιοῦντο πατρίδος, καὶ καθελόντες Πέρσας καὶ Σαρακηνοὺς αὐτοὶ κύριοι τῆς Περσίδος ἐγένοντο, τὸν Ταγγρολίπηκα σουλτάνον ὀνομάσαντες, τουτέστι παντοκράτορα καὶ βασιλέα βασιλέων· ὃς πάσας τὰς ἀρχὰς τοὺς ἐγχωρίους ἀφελόμενος εἰς Τούρκους μετήνεγκε καὶ τὴν Περσίδα πᾶσαν πρὸς αὐτοὺς διένειμεν, ἐς τὸ παντελὲς κατασπάσας καὶ ταπεινώσας τοὺς ἐγχωρίους. Ὡς δὲ καλῶς ἔχειν ἐδόκει τούτῳ τὰ πράγματα, πρότερον μὲν τοῖς ὁμόροις δυνάσταις ἤρξατο πολεμεῖν, καὶ πρὸς μὲν τὸν Πισσασίριον τὸν Βαβυλῶνος ἄρχοντα αὐτὸς δι’ ἑαυτοῦ παρετάξατο καὶ διαφόροις μάχαις τοῦτον ἡττήσας καὶ ἀνελὼν κύριος καὶ τῆς Βαβυλωνίων χώρας ἐγένετο, πρὸς δὲ Καρβέσην τὸν τῶν Ἀράβων ἀρχηγὸν Κουτλουμοὺς ἐκπέμπει, υἱὸν ὄντα τοῦ ἀδελφοῦ τοῦ οἰκείου πατρός, χεῖρα βαρεῖαν δοὺς αὐτῷ· ὃς ἀπελθὼν καὶ τοῖς Ἄραψι συμβαλὼν ἡττήθη καὶ αἴσχιστα ἔφυγεν. ὑποστρέφων δὲ ἀπὸ τῆς τροπῆς καὶ μέλλων διοδεύειν ἀπὸ τῆς Μηδίας ἤτοι τοῦ Βαασπρακᾶν (ἦρχε δὲ τότε τῆς τοιαύτης χώρας ἐκ βασιλέως πεμφθεὶς Στέφανος πατρίκιος ὁ Κωνσταντίνου τοῦ παραδυναστεύοντος τῷ βασιλεῖ τῆς Λειχουδίας υἱός) στέλλει πρεσβευτὰς πρὸς αὐτόν, ἀξιῶν συγχωρηθῆναι διελθεῖν ἀκωλύτως, ὑπισχνούμενος μεθ’ ὅρκων φρικωδεστάτων ἄψαυστον καὶ ἀσινῆ διατηρῆσαι τὴν χώραν. ὁ δὲ τοὺς πρέσβεις δεξάμενος καὶ τὴν παράκλησιν δειλίαν εἶναι ὑποτοπάσας, τὸν ἐγχώριον ἀθροίσας στρατὸν ὡς εἰς πόλεμον ὑπαντιάζει τοῖς Τούρκοις. ὁ δὲ Κουτλουμοὺς περιαλγὴς μὲν ἐπὶ τοῖς πραττομένοις ἐγένετο (ἦν γὰρ ὁ κατ’ αὐτὸν λαὸς ἅπας, ὡς ἐκ τροπῆς ἐπανήκων, πεζὸς καὶ ἄνοπλος), ὅμως δὲ καὶ ἄκων ἠναγκάσθη ἀντιπαρατάξασθαι. καὶ συμβολῆς γενομένης τρέπονται οἱ περὶ τὸν Στέφανον, ἁλίσκεται δὲ καὶ αὐτὸς αἰχμάλωτος σὺν ἄλλοις πολλοῖς. καὶ τοῦτον μὲν διερχόμενος κατὰ τὸ Ταβρέζιον ἀπεμπολεῖ τῷ τοπάρχῃ τῆς χώρας, αὐτὸς δὲ πρὸς τὸν σουλτάνον ἐπανελθὼν καὶ περὶ τῆς τροπῆς ἀπολογούμενος μετετίθει τὰς αἰτίας εἰς ἄλλους καὶ ἐπηγγέλλετο, εἰ αὖθις δύναμιν λαβὼν ἐκστρατεύσει κατὰ τοῦ Καρβέσου, ῥᾷον αὐτῷ παραστήσει τὴν Ἀραβίαν. ὡς ἐν παρόδῳ δὲ ἀφηγεῖτο καὶ περὶ τοῦ Βαασπρακᾶν, ὡς εἴη μὲν χώρα πάμφορος, κατέχεται δὲ ὑπὸ γυναικῶν, τοὺς πεπολεμηκότας πρὸς αὐτὸν στρατιώτας ὑπαινιττόμενος. ἀλλ’ ἐκεῖνον μὲν ὁ σουλτάνος κατασχεῖν ἐμελέτα διὰ τὸ αἶσχος μηνίσας τῆς ἥττης καὶ ἀποκτεῖναι, πρὸς δὲ ῾Ρωμαίους ὅπλα κινῆσαι ἀπεδειλία, δεδιὼς καὶ φρίττων ἐκ μόνης τῆς φήμης τὰ τῶν προηγησαμένων τριῶν βασιλέων ἀνδραγαθήματα, Νικηφόρου, Ἰωάννου καὶ Βασιλείου, καὶ ὑποπτεύων τὴν αὐτὴν ἀρετὴν ἔτι καὶ δύναμιν προσεῖναι ῾Ρωμαίοις. ὅμως ἀμφίρροπος ἦν καὶ διχογνώμων, καὶ ἐμελέτα τὸ ποιητέον.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin - New York 1973) σελ. 445, 63-447, 9.

Περιγραφή της άλωσης του Άρτζε και της μάχης του Καπετρού (1049) από τον μεταγενέστερο ιστορικό Ιωάννη Ζωναρά:
καὶ ὁ μὲν σουλτὰν τῇ πολιορκίᾳ τοῦ Πασὰρ προσησχόλητο· στέλλει δὲ κατὰ Μηδίας Ἀσὰν σὺν ἀξιομάχῳ δυνάμει. ὁ δὲ προσβαλὼν τῇ χώρᾳ καὶ συμμίξας ῾Ρωμαίοις, πίπτει μὲν αὐτός, ἡττᾶται δὲ τὸ σὺν αὐτῷ στρατιωτικὸν καὶ βραχίστων ἄτερ τὸ ἅπαν ἀπόλλυται. ὃ μαθὼν ὁ σουλτὰν ἠθύμησε μέν, ἐπαναλαβεῖν δ’ αὖθις ἔσπευδε τὸ δυστύχημα καὶ Ἀλὶμ Ἀβραμίῳ ἑτεροθαλεῖ ἑαυτοῦ ἀδελφῷ στρατιὰν ἐγχειρίσας εἰς ἑκατὸν ἀριθμουμένην χιλιοστύας κατὰ ῾Ρωμαίων ἐξέπεμψεν. ὁ δὲ τοῦ Βαασπαρκᾶν στρατηγὸς τῷ βασιλεῖ περὶ τούτων διὰ γραμμάτων δεδήλωκε, συμμαχίαν αἰτῶν. καὶ ὃς τῷ Λιπαρίτῃ δυνάστῃ μοίρας τῶν Ἰβήρων τυγχάνοντι ἐπέστειλε συνελθεῖν τοῖς ῾Ρωμαίοις καὶ ἐπαρῆξαι κατὰ τῶν Τούρκων. τῶν Τούρκων δὲ ἐπιστάντων ἤδη, οἱ ῾Ρωμαῖοι πολεμῆσαι σφίσιν οὐκ ἔκριναν, εἰ μὴ ἑνωθεῖεν κατὰ τὴν βασιλικὴν ἐντολὴν καὶ τοῖς Ἴβηρσιν. ἀτρεμούντων δὲ τῶν στρατιωτῶν, μὴ δυνάμενος αὐτοῖς ὁ Ἀλὶμ συμβαλεῖν εἰς ὀχύρωμά τι προσκαθήμενος ἔπεισι τῷ Ἄρτζε (κωμόπολις δ’ ἦν τοῦτο, πληθὺς δ’ ἐνῴκει αὐτῷ, ἵν’ οὕτως εἴποιμι, καὶ ἀριθμὸν ὑπερβαίνουσα, ἔμποροι δ’ ἦσαν οἱ ἄνθρωποι, καὶ πλοῦτος ἦν αὐτοῖς περιττός). ὡς γοῦν ἀτείχιστον τὴν κωμόπολιν ἐξ ἐφόδου ἑλεῖν αὐτὴν οἱ βάρβαροι ἤλπιζον, ἀλλ’ ἔγνωσαν παραβουκολούμενοι ταῖς ἐλπίσιν, ἐπείπερ ταύτῃ προσέβαλον. ταῖς γὰρ διόδοις ὕλας ἐπαγαγόντες οἱ ταύτης κάτοικοι καὶ ταύταις αὐτὰς ἀποφράξαντες, ἐκ τῶν δωμάτων ἔβαλλον τοὺς ἐναντίους καὶ ἀνῄρουν πολλούς, καὶ τοῦτο ἐφ’ ἡμέραις ἐγίνετο ἕξ. ὡς δ’ ἔγνω ὁ τῶν Τούρκων στρατηγὸς ὁ Ἀλὶμ ἐρρωμενέστατα τοὺς Ἀρτζηνοὺς ἀντεχομένους καὶ πολιορκίᾳ ῥᾷστα μὴ ἁλωτούς, πυρὶ τῶν ἀνδρῶν περιγενέσθαι διέγνωκεν· αὐτίκα τοίνυν ἀνῆπτο τοῦτο καὶ τοῖς οἰκήμασιν ὑπεβάλλετο. ὡς δ’ ἐξήφθη πανταχόθεν πυρκαϊά, τρέπονται μὲν οἱ ἐγχώριοι, οἱ δὲ βάρβαροι κρατοῦσι τῆς κωμοπόλεως καὶ πολὺν ἐν αὐτῇ χρυσὸν καὶ ἄλλον πλοῦτον εὑρήκασιν, ὅσος μὴ κατηνάλωτο τῷ πυρί. ἐντεῦθεν αὖθις κατὰ τῆς ῾Ρωμαϊκῆς ὡρμήκασι στρατιᾶς· ἤδη δὲ καὶ τοῦ Λιπαρίτου σὺν τοῖς Ἴβηρσι παραγεγονότος, συμβολὴ τῶν στρατευμάτων ἐγένετο περὶ βουλυτόν. ὁ μὲν οὖν Ἀλὶμ καὶ ὁ Χοροσάνης (ἕτερος δ’ οὗτος ἦν στρατηγὸς τῶν βαρβάρων) μετὰ τῶν ὑπ’ αὐτοὺς τραπέντες ἐνέκλιναν εἰς φυγήν, καὶ σφᾶς οἱ ἀντιτεταγμένοι ῾Ρωμαῖοι μέχρι πόρρω νυκτῶν κατεδίωκον. ὁ δὲ Λιπαρίτης κατ’ ἄλλο κέρας μαχόμενος ἑάλω τοῖς ἐναντίοις. ὡς δ’ ἐπαύσαντο τῆς διώξεως οἱ ῾Ρωμαῖοι, τὸν Λιπαρίτην προσέμενον, μὴ εἰδότες ὃ περὶ ἐκεῖνον συμβέβηκεν. ἐν τοσούτῳ δέ τις αὐτοῖς ἀγγέλλει τοῦ Λιπαρίτου τὴν ἅλωσιν, καὶ ὅτι λαβόντες αὐτὸν οἱ ἑλόντες ἀπίασι σὺν σπουδῇ. οἱ μὲν οὖν ῾Ρωμαιοι ταῦτα μαθόντες ἐν ἀθυμίαις ἦσαν· οἱ βάρβαροι δὲ τῷ σουλτὰν τὸν Λιπαρίτην ἐκόμισαν. ὁ μέντοι βασιλεὺς μαθὼν τοῦ Λιπαρίτου τὴν ἅλωσιν, πέμπει πρὸς τὸν σουλτάνον, ἐλευθερίας ἀξιῶσαι τὸν Λιπαρίτην ζητῶν καὶ λύτρα τούτου πέμψας πολλὰ καὶ δῶρα δὲ τῷ σουλτὰν καὶ σπονδὰς μέσον ῾Ρωμαίων καὶ Τούρκων ζητῶν γενέσθαι. ὁ δὲ σουλτὰν τὸν μὲν Λιπαρίτην δῶρον στέλλει, τὰ δέ γε λύτρα πάντα τῷ ὑπὲρ οὗ ἐπεπόμφεισαν δέδωκε καὶ μηκέτι ὅπλα κατὰ Τούρκων ἄρασθαι παρηγγύησεν. ἐκπέπομφε δὲ κἀκεῖνος πρέσβυν πρὸς βασιλέα, ὃν ἐκάλουν σερίφην. οὗτος δ’ ἐστὶ παρ’ αὐτοῖς ὅπερ πάλαι ἦν παρ’ ἡμῖν ὁ λεγόμενος σύγκελλος· ὡς γὰρ ὁ σύγκελλος τοῦ πατριάρχου θανόντος εἰς τὸν ἐκείνου τόπον ἀντικαθίστατο, οὕτω καὶ ὁ σερίφης τοῦ χαλιφᾶ φθαρέντος ἐκεῖνος τὸν τελευτήσαντα διεδέχετο. εἰσελθὼν οὖν εἰς τὴν μεγαλόπολιν ὁ σερίφης καὶ εἰς ὁμιλίαν τῷ κρατοῦντι ἐλθὼν καὶ ὁμιλήσας ὑπερηφάνως φόρους τε τελεῖν ἀπαιτῶν τῷ σουλτάν, ἀπεπέμφθη. ἐντεῦθεν βαρυθυμήσας ὁ σουλτὰν αὐτὸς κατὰ ῾Ρωμαίων ἐχώρησε, καὶ ἔκτοτε προχωροῦν τὸ τῶν Τούρκων ἔθνος τῆς ἑῴας πάσης ἐκράτησε καὶ μέχρι τῆς ἀντιπόρθμου τῇ Βυζαντίδι ἠπείρου κατήντησε.
Ιωάννης Ζωναράς, Επιτομή Ιστοριών, Bütner-Wobst Th. (επιμ.), Ioannis Zonarae Epitomae Historiarum 3 (Bonn 1897) σελ. 637, 12-641, 3.

Σελτζουκικές επιδρομές των αρχών της δεκαετίας του 1050:
Ὁ δὲ σουλτάνος ἐγκοτῶν, ὡς ἐρρέθη, Ἀβραμίῳ τῷ ἀδελφῷ καὶ διὰ παντὸς ἐπιβουλεύων τῇ τούτου ζωῇ, ἐμελέτα διηνεκῶς ἀνελεῖν αὐτόν. ὅπερ προγνοὺς ἐκεῖνος ἀπέδρα πρὸς Κουτλουμούσην τὸν ἑαυτοῦ ἀνεψιόν, καὶ ἅμα ἐκείνῳ τὸν κατὰ τοῦ σουλτάνου ἀναδέχεται πόλεμον. οἷς συμβαλὼν κατὰ τὸ λεγόμενον Πάσαρ ἐκεῖνος τρέπεται, καὶ τὸν μὲν Ἀβράμιον ἀναιρεῖ κατασχεθέντα· ὁ δὲ Κουτλουμούσης φυγὼν μετὰ χιλιάδων ἓξ καὶ Μέλεχ τοῦ υἱοῦ τοῦ Ἀβραμίου διαπρεσβεύεται πρὸς βασιλέα, ἱκετεύων προσδεχθῆναι καὶ σύμμαχος καὶ φίλος γενέσθαι ῾Ρωμαίων. καὶ ἐλθὼν πρὸς τὴν Περσαρμενίαν κατὰ τὸ λεγόμενον Κάρσε προσέμενε τὰς τῆς πρεσβείας ἀποκρίσεις. ἐν τῷ μεταξὺ δὲ πολιορκήσας τὸ Κάρσε πλὴν τῆς ἀκροπόλεως παρειλήφει τὴν πόλιν. κατόπιν δὲ τούτων διώκων ὁ σουλτάνος ἦλθε μετὰ τῶν αὐτοῦ δυνάμεων ἐν Ἰβηρίᾳ· ὅπερ μαθὼν ὁ Κουτλουμούσης ἔφυγε πρὸς τὸ Σάβα καὶ τὴν εὐδαίμονα Ἀραβίαν. ὁ δὲ σουλτάνος ἐν Ἰβηρίᾳ γενόμενος ἐληΐζετο τὰ παρατυχόντα καὶ ἐπυρπόλει. διὸ καὶ κατὰ σπουδὴν ὁ βασιλεὺς τὸν Ἀκόλουθον Μιχαὴλ μεταπεμψάμενος ἐκ τῆς ἑσπέρας ἐς Ἰβηρίαν ἐκπέμπει. ὃς ἐκεῖσε γενόμενος καὶ τοὺς διεσπαρμένους ἔν τε Χαλδίᾳ καὶ Ἰβηρίᾳ Φράγγους καὶ Βαράγγους ἀγηοχώς, κωλύειν ἠπείγετο τὸν ἐνόντα τρόπον τὰς ἐκδρομὰς τοῦ σουλτάνου. ἀλλ’ ἐκεῖνος τὴν ὀξεῖαν ἔφοδον τούτου μαθών, καὶ ὅτι λαὸν ἀθροίσας σπεύδει τούτῳ συμπλέκεσθαι, λογισάμενος, ὅπερ ἦν εἰκός, τὸ ἑκατέρωθεν τοῦ πράγματος ἄδοξον, καὶ ὅτι νικήσας μὲν δοῦλον ἔσται βασιλέως νενικηκώς, νικηθεὶς δὲ οὐ μικρὰν αἰσχύνην ἀποίσεται, ἄρας παντὶ τῷ στρατῷ ἀνέζευξε πρὸς τὸ Ταβρέζιον.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin - New York 1973) σελ. 474, 85-475, 12.

Η πολιορκία του Μαντζικέρτ από τους Σελτζούκους (1054), όπως περιγράφεται από τον Σκυλίτζη:
Ὁ δὲ σουλτάνος, ὡς εἴπομεν, βαρυθυμήσας, διὰ τὴν τῶν αὐτοῦ καταφρόνησιν πρέσβεων καὶ τὴν τῶν θελημάτων ἀστοχίαν, ἄρας μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως ἔξεισι κατὰ τῆς ὑπηκόου ῾Ρωμαίοις· καὶ κατελθὼν ἄχρι τοῦ λεγομένου Κωμιοῦ, καὶ μηδὲν ὅ τι καὶ λόγου ἄξιον διαπράξασθαι δυνηθείς (ἔφθασαν γὰρ οἱ τῆς χώρας προασφαλίσασθαι ἑαυτούς τε καὶ τὰ αὐτοῖς ἀναγκαιότατα ἐν τοῖς φρουρίοις· γέμει δὲ ἡ Ἰβηρία φρουρίων ἐρυμνωτάτων), προσωτέρω δὲ προβῆναι μὴ θαρρήσας τῷ πυθέσθαι τὰς ῾Ρωμαϊκὰς ἐν Καισαρείᾳ δυνάμεις ἀθροίζεσθαι, ὑπέστρεψε τῷ θυμῷ φλεγμαίνων καὶ μέγα τι ζητῶν κατεργάσασθαι. γενόμενος δὲ κατὰ τὸ Βαασπρακάν, καὶ παραπλησίως κἀκεῖ τὰ πάντα τειχήρη εὑρών, ἐπέβαλε ταῖς πολιορκίαις, καὶ ἀπεπειράσατο πρότερον τοῦ λεγομένου Μανζικίερτε. πόλις δὲ τὸ Μανζικίερτε ἐν τῇ ὁμαλῇ μὲν κειμένη, τείχεσι δὲ τρισὶ στεφανουμένη καὶ ὕδασι πολλοῖς ἔνδον κατάρρυτος πηγιμαίοις· τότε δὲ καὶ ἔτυχεν ἀφθόνως εἰσκομίσασα τὰ ἀναγκαῖα. ταύτην οἰηθεὶς ὁ σουλτάνος ῥᾳδίως ἐκπολιορκῆσαι τῷ ἐν ἐπιβουλεύτῳ ἱδρύσθαι τόπῳ, χάρακα πηξάμενος ἔγγιστα ἐπεχείρει πολιορκεῖν, καὶ διέμεινεν ἐπὶ τριάκοντα ἡμέρας ταύτην ἀνενδότως πολιορκῶν, ποικίλαις ἑλεπόλεσι χρώμενος καὶ παντοίοις εἴδεσι μηχανημάτων. εὐρώστως δὲ τῶν ἔνδον ἀποκρουομένων τὰς προσβολὰς ἐμπειρίᾳ καὶ συνέσει τοῦ στρατηγοῦ (ἦν δὲ Βασίλειος πατρίκιος ὁ Ἀποκάπης), ἐπείπερ ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἐβουλεύσατο λῦσαι τὴν πολιορκίαν καὶ ὑποστρέψαι. ἀνέκοψε δὲ τῆς ὁρμῆς αὐτὸν Ἀλκὰν ὁ τῶν Χωρασμίων ἡγεμών, αἰτησάμενος μίαν ἔτι προσμεῖναι ἡμέραν καὶ αὐτῷ ἐπιτρέψαι τὸν κατὰ τῆς πόλεως πόλεμον. ἡσθεὶς δὲ τῷ αἰτήματι ἐπέσχε τὴν ἀναζυγήν. ἕωθεν οὖν ὁ Ἀλκὰν τὸν ἀμφ’ αὐτὸν ἀθροίσας ἅπαντα λαόν, καὶ θεωρὸν ἐπί τινος γεωλόφου κατὰ τὴν ἑῴαν στήσας πύλην τὸν σουλτάνον αὐτὸν καὶ τοὺς ὅσοι τῶν Τούρκων ἦσαν ἐπισημότατοι, τὰς ἑλεπόλεις λαβὼν ἄπεισιν εἰς τὴν εἰρημένην πύλην· ἐκεῖσε γὰρ ἐδόκει τὰ τείχη τῆς πόλεως ταπεινότερά τε καὶ ἀσθενέστερα, καὶ ὁ τόπος ἀνάστημα ἔχων καὶ τῇ πολιορκίᾳ προσβοηθῶν, ἄνωθεν διδοὺς βάλλεσθαι τοὺς εἴσω τείχους ὑπὸ τῶν ἔξω. διελὼν οὖν δίχα τὴν δύναμιν, καὶ τὴν μὲν στήσας ἐπὶ τοῦ ἀναστήματος ἐπιμόνῳ χρῆσθαι κελεύει τοξείᾳ, αὐτὸς δὲ σκηνὰς ἐκ λύγων ἔχων πεπλεγμένας, βοείαις βύρσαις ἄνωθεν ἐσκεπασμένας καὶ τροχοὺς ἐχούσας ὑπὸ τὰς τῶν βασταζόντων κιόνων βάσεις (λέσας τὰς τοιαύτας ὀνομάζουσι μηχανάς), λαοῦ πλήσας δικέλλας φέροντος καὶ σκαπάνας καὶ ἄλλα γεωργικὰ ὄργανα, ᾤετο κατὰ μικρὸν ὑπωθεῖν τὰς σκηνὰς καὶ τοῖς τείχεσι προσαρμόσαι καὶ οὕτως ὑπορύττειν ἀνέτως καὶ ἀδεῶς τὰ θεμέλια, πιστεύσας, ὡς οὐδεὶς προκύψαι τοῦ τείχους συγχωρηθήσεται ὑπὸ τοῦ πλήθους τῶν βελῶν· καὶ τοῦτον ἐφαντάζετο τὸν τρόπον παραλήψεσθαι τὴν πόλιν. ταῦτα δὲ βλέπων ἀπὸ τοῦ τείχους ὁ Ἀποκάπης τοῖς μὲν τειχοφυλακοῦσιν ἀτρεμεῖν καὶ μηδένα προκύπτειν διεγκελεύεται, μόνον δὲ λίθους χειροπληθεῖς ἔχειν ηὐτρεπισμένους καὶ τόξα καὶ ἄλλα ἑκηβόλα ὄργανα, καὶ προσμένειν τὸ ἐξ αὐτοῦ σύνθημα (ἦν δὲ τὸ «Χριστὲ βοήθει»), οὗ δοθέντος ἔργου ἔχεσθαι· εἶχε δὲ παρ’ ἑαυτῷ καὶ δοκοὺς μεγίστας, κατὰ τὴν βάσιν ὀξεῖς. καὶ ὁ μὲν διετάττετο ὧδε, ὁ δ’ Ἀλκὰν τῶν ἐκτὸς Τούρκων χαλαζηδὸν ἐκπεμπόντων τὰ βέλη καὶ τοὺς εἴσω τείχους ἀνακόπτειν δοκούντων, κατ’ ὀλίγον ὑπωθῶν τὰς λέσας προσέρειδε τῷ τείχει. ἐπεὶ δὲ ἔφθασαν αἱ σκηναὶ προσεγγίσαι καὶ ἐδόκει ἀδύνατος αὐταῖς εἶναι ἡ εἰς τοὐπίσω ἀναστροφή, αἰφνίδιον τοῦ Ἀποκάπου τὸ σύνθημα δόντος οἵ τε ἐπὶ τῶν δοκῶν τεταγμένοι τὰς δοκοὺς ἠφίεσαν κατὰ τῶν σκηνῶν καὶ οἱ λοιποὶ τόξοις καὶ λίθοις ἔβαλλον. τότε δὴ οὖν ἡ τὸν Ἀλκὰν ἔχουσα σκηνὴ πολλαῖς περιπαρεῖσα κατὰ τὴν στέγην δοκοῖς ἀνετράπη ὑπὸ τοῦ βάρους τούτων περιτραπεῖσα· ἧς περιτραπείσης οἱ ἔνδον ταύτης ἀπογυμνωθέντες ἐβάλλοντο πάντοθεν λίθοις καὶ τόξοις, μηδενὸς ἐπαμῦναι τούτοις ἰσχύοντος. καὶ οἱ μὲν ἄλλοι πάντες ἔπεσον ἐκεῖσε, ἐλήφθη δὲ ὁ Ἀλκὰν ζωγρίας, γνώριμος ἀπὸ τῆς λαμπρότητος τῶν ὅπλων ὑπάρχων· δύο γάρ τινες καλοὶ κἀγαθοὶ νεανίαι προπηδήσαντες τῶν πυλῶν τῆς πόλεως καὶ τῶν τριχῶν τούτου δραξάμενοι σύροντες εἰσήγαγον εἰς τὴν πόλιν. καὶ τούτου μὲν εὐθὺς τὴν κεφαλὴν ἀποτεμὼν ὁ Βασίλειος ἀκοντίζει τοῖς Τούρκοις, ὁ δὲ σουλτάνος περιαλγήσας τῷ πάθει λύει τὴν πολιορκίαν καὶ ἀναζεύγνυσι, πλασάμενος ἀναγκαῖά τινα πράγματα κατεπείγειν αὐτὸν οἴκαδε ὑποστρέφειν, ἀπειλῶν εἰς τοὐπιὸν ἔαρ μετὰ μείζονος κατὰ τῶν ῾Ρωμαίων ἐπιστρατεῦσαι δυνάμεως.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin - New York 1973) σελ. 462, 43-464, 10.

Σύγχρονος με τα γεγονότα Βυζαντινός ιστορικός περιγράφει την κατάσταση που επικρατούσε στη Μικρά Ασία τη δεκαετία του 1060:
Προσκειμένου δὲ αὐτοῦ τοῖς τοιούτοις διηνεκῶς, τῶν δὲ στρατιωτικῶν ἠμεληκότος καὶ καταρραθυμήσαντος, τὰ τῆς ἀνατολῆς καὶ μᾶλλον τὰ ἐν τοῖς τέρμασι τῶν μερῶν τῶν ῥωμαϊκῶν ὑπὸ τῶν πολεμίων ἐφέροντό τε καὶ ἤγοντο καὶ ἐληίζοντο, καὶ διεφθείροντο ἅπαντα τῇ τε τῶν Τούρκων ἐπιδρομῇ καὶ κατισχύσει καὶ τῇ βιαίᾳ ὑποχωρήσει καὶ δειματώσει τῶν ἠμελημένων στρατιωτῶν· συνεχεῖς γὰρ ὑπῆρχον ἐκδρομαὶ καὶ λεηλασίαι συχναί, ἀφανιζομένου τοῦ προστυχόντος παντός. Διὸ καὶ ἡ εὐδαίμων χώρα τῆς Ἰβηρίας ἠπείρωτο παντελῶς καὶ ἠδάφιστο, ἤδη προκατειργασμένη καὶ ἠσθενηκυῖα καὶ κατὰ μικρὸν ἐκλείπουσά τε καὶ φθίνουσα. Συμμετελάμβανον δὲ τοῦ δεινοῦ καὶ ὅσαι ταύτῃ παρέκειντο, Μεσοποταμία τε καὶ Χαλδία, πρὸς δὲ Μελιτηνὴ καὶ Κολώνεια καὶ τὰ τῷ Εὐφράτῃ συγκείμενα ποταμῷ, ἀλλὰ μὴν τό τε Ἀρμενιακὸν καὶ τὸ Βαασπρακάν. Καὶ εἰ μὴ πολλάκις στρατεύμασιν, ἐνίοτε δὲ καὶ φήμαις μόναις δυνάμεων, ἀνείργοντο τὰ τῶν βαρβάρων, καί τινες ἀρχηγοὶ τούτων, Χωροσάν τις σελάριος καὶ Σαμούχ, ἀγαθῇ τινι τύχῃ τὴν ἧτταν συμβαλόντες ἐκπληρώσαντο, κἂν μέχρι Γαλατίας καὶ Ὁνωριάδος καὶ αὐτῆς Φρυγίας τὸ ἀντίπαλον περιέδραμεν. Ἐστέλλετο μὲν γὰρ στρατιωτικόν, ψιλὸν δὲ καὶ ἄοπλον καὶ γυμνόν, τῶν κρειττόνων ἀπελαυνομένων ἑκάστοτε τῆς στρατείας τοῦ πλήθους τῶν ὀψωνίων ἕνεκα καὶ τῶν μειζόνων βαθμῶν. Ἃ καὶ καταγνώσεως ἐκτὸς οὐκ ἦν, μηδενὸς γενναίου καὶ ἀξιολόγου πραττομένου διὰ τοῦτο. Συνέβαινε δὲ ἐκ τούτου τοὺς μὲν ῾Ρωμαίους ταπεινοῦσθαι καὶ κατεπτηχέναι, τοὺς βαρβάρους δὲ φυσᾶσθαί τε καὶ ἐπαίρεσθαι καὶ μετὰ πολλῆς προσρήγνυσθαι πεποιθήσεως.
Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης Εύ. (επιμ.), Η Συνέχεια τῆς Χρονογραφίας τοῦ Ιωάννου Σκυλίτζη (Ioannes Scylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου τοῦ Αίμου 105, Θεσσαλονίκη 1968) σελ. 112, 17-113, 13.

Ο ιστορικός Μιχαήλ Ατταλειάτης περιγράφει την άλωση του Αννίου από τους Σελτζούκους (1064):
Τὸ Ἀννίον πόλις ἐστὶ μεγάλη καὶ πολυάνθρωπος, καὶ πανταχόθεν τάφροις οὐ χειροποιήτοις ἀλλὰ φυσικαῖς κοιλάσι καὶ ἀδιεξοδεύτοις καὶ πέτραις ἀποτόμοις συμπεριειλημμένη, καὶ ποταμῷ βαθυδίνῃ καὶ ἀβάτῳ περιεζωσμένῃ τὸ μέρος καθ’ ὅπερ ἀπορρῶγες καὶ φάραγγες ἐπιλείπουσι· καὶ βραχύς ἐστι τόπος ὁ τὰς ἀμφόδους ἔχων τῆς πόλεως, καὶ οὗτος μετεώροις καὶ ἰσχυροῖς κατωχύρωται τείχεσι. ταύτην ὁ τῆς ἀοιδίμου λήξεως βασιλεὺς ὁ Μονομάχος ἀξιομάχῳ πρότερον στρατιᾷ παραστήσασθαι διαγωνισάμενος οὐκ ἠδυνήθη· συνθήκαις δὲ καὶ μεγίσταις ἐπαγγελίαις τὸν ἄρχοντα ταύτης καταστησάμενος εὔελπιν, συνέπεισε μεταθέσθαι πρὸς τὰ ἡμέτερα καὶ τὴν πόλιν θέσθαι ῾Ρωμαίοις. καὶ ὁ μὲν μὴ διαψευσθεὶς τὰς ἐλπίδας ἐν εὐπαθείαις καὶ ἁβρότησι καὶ ἀντιδόσεσι κτήσεων καὶ ἀξιωμάτων μεγίστων τὸν βίον εἷλκεν ἐπέραστον· ἡ δὲ πόλις, χώραν τε πολλὴν ἔχουσα καὶ πολίχνια ὑπ’ αὐτήν, δουκικῇ κατεκοσμήθη ἀρχῇ, πρὸς τοῖς Συριακοῖς τοῦ Τιβίου διακειμένη ὁρίοις, καὶ ἦν ἡμῖν χαράκωμα μέγιστον καὶ ἀποτροπὴ τῶν ἐκεῖθεν εἰσβάλλειν μελλόντων βαρβάρων εἰς τὴν Ἰβηρικήν. τὸ δὲ φειδωλὸν τοῦ κρατοῦντος καὶ ταύτης τοὺς ῾Ρωμαίους ἐστέρησεν. ἐπεὶ γὰρ σιτηρέσιον καὶ ὁ ἐν ταύτῃ σατράπης ἐλάμβανε, προσελθών τις Ἀρμένιος Παγκράτιος οὕτω καλούμενος τῷ βασιλεῖ, συντίθεται τούτῳ καὶ ὑπισχνεῖται χωρίς τινος ἀπολήψεως τὴν τοιαύτην ἀρχὴν μετελθεῖν καὶ κρειττόνως συντηρῆσαι τὸ ἄστυ, καὶ ὅση τούτῳ παραπέφυκε σύγκτησις. καὶ λαμβάνει τὸν βασιλέα τῇ ὑποσχέσει συνεπινεύοντα, καὶ δοὺξ ἀποδείκνυται, καὶ καταλαμβάνει τὴν ἐν τούτοις ἡγεμονίαν. ἀναξίως δὲ τὰ πράγματα διοικῶν, καὶ μήτε τῇ ἀκροπόλει σῖτον ὡς τὸ εἰκὸς προμηθούμενος μήτε ἄλλο τι ἢ πολεμικὸν ἢ πολιτικὸν ὀρθῶς καὶ βεβαίως ἐμπορευόμενος, εἰς μεγάλους κινδύνους τὴν θαυμασίαν παρενέβαλε πόλιν. παροδεύων γὰρ ὁ σουλτάνος ἐκεῖθεν πανστρατιᾷ (τοῦτο γὰρ ἦν ὄνομα τῷ τούτων ἐξάρχοντι) παρ’ αὐτοῦ καὶ τοῦ ἐπαποσταλέντος βασιλικοῦ ἀνδράποδος εἰς οὐδὲν δέον κατὰ τῆς τοιαύτης ἐκπεπολέμωται πόλεως. τούτου γὰρ ἀθιγῆ τὴν ὑπὸ ῾Ρωμαίους παρεχομένου, οὗτοι τῆς οὐραγίας καὶ τῶν ὑστερούντων τῷ κόπῳ φιλοκερδῶς ἐξαπτόμενοι πολλοὺς ἀνῄρουν καὶ τούτους ἐσκύλευον, ἕως ἡ φήμη ταχύτατα πρὸς τὸν σουλτάνον διέδραμεν. ὁ δὲ τὴν ὕβριν μὴ ἐνεγκὼν (ἀνῆπτε γὰρ τὴν ὀργὴν καὶ τὸ τῶν συνόντων αὐτῷ στρατιωτῶν πλῆθος, μὴ ἀνεχομένων τὴν παροίνιαν καταλιπεῖν ἀτιμώρητον) θυμοῦ πνέων καὶ ἰταμότητος εἰς τὸ Ἀννίον ἐπάνεισι, καὶ καταστρατοπεδεύει πρὸ τούτου, καὶ τῆς πολιορκίας μετὰ πολλῆς ἀπάρχεται τῆς παρασκευῆς. οἱ δ’ ἔνδον φρουρὰν ἱκανὴν μὴ ἔχοντες (περιεῖλε γὰρ καὶ ταύτην χρηματισμὸς οὐκ ἀκίνδυνος ὑποσχομένου τοῦ ἀμίσθου τουτουὶ στρατηγοῦ καὶ ταύτης χωρὶς φυλάξαι καὶ κέρδος τῷ δημοσίῳ ποιῆσαι τὰ ἐν αὐτῇ δαπανώμενα) ἀντέσχον μὲν πρὸς καιρόν, οἷα δ’ ἔμποροι καὶ πολεμικῶν μηχανημάτων καὶ προβλημάτων ἀπείρατοι, καὶ ἄρχοντος χηρεύοντες εὐγενοῦς, μᾶλλον δὲ τὴν ἀρχὴν ὁρῶντες διχοστατουμένην καὶ τεμνομένην τῷ τὸ μὲν βασιλικὸν ἀνδράποδον τὸ πᾶν μεθέλκειν εἰς ἑαυτό, τὸν δὲ Παγκράτειον εἰς ἑαυτὸν τὸ κράτος ἀντισφαιρίζειν, καὶ στασιάζον ὁρῶντες τὸ κρατοῦν, ἄλλως τε καὶ πληγέντες ζημίᾳ τὸ πρότερον ἐφ’ ᾧ δώροις ἐκμειλίξασθαι τὴν τοῦ πολεμήτορος ἀγριότητα, ταῖς συχναῖς ἀπειρηκότες προσβολαῖς καὶ κατασεισθέντες τοῖς σπαραγμοῖς τῶν τειχῶν εἰς φυγὴν ὥρμησαν, καὶ γνόντες τὴν τούτων προαίρεσιν οἱ πολέμιοι ὁμόσε ταῖς πύλαις σὺν ἀλαλαγμῷ πολλῷ καὶ βοῇ διωθήσαντο, καὶ ταύτας καὶ μέρη τοῦ τείχους ἐπιθετικῶς καταστρέψαντες αἱροῦσιν ἀνὰ κράτος τὴν πόλιν, καὶ γίνεται φόνος τῶν ἔνδον ἀμύθητος. οὔτε γὰρ ἡλικίας οὔτε φύσεως οὔθ’ αἱρέσεως ἔλεος ἦν, ἀλλὰ πάντες ἡβηδὸν ἀνῃροῦντο, καὶ ποταμὸς αἵματος τὴν οἰκτρὰν ταύτην καὶ δύστηνον κατεδίαινε πόλιν. περιεσώθη δὲ τοῦ κρατίστου ταύτης πολλοστημόριον, σὺν τοῖς κακίστοις ἡγεμόσιν εἰς τὴν ἀκρόπολιν ἀνιόν. τῶν δ’ ἐν χερσὶ γενομένων ὅσοι κατά τινα χρηστοτέραν συγκύρησιν τὸν ἐκ τοῦ σιδήρου διέφυγον ὄλεθρον, αἰχμαλωσίᾳ πικρᾷ παρεδόθησαν. ἀλλὰ καὶ οἱ τῆς ἀκροπόλεως μητ’ ἐπισιτισμὸν ἔχοντες, καὶ τῇ σπάνει τῶν ἀναγκαίων τρυχόμενοι, ὁμολογίαις ὕστερον ὑποσπόνδοις καὶ μόνης τῆς ζωῆς ἐχούσαις τὴν ἔφεσιν καὶ αὐτοὶ παραδεδώκασι τὸ κρησφύγετον, καὶ γέγονεν ὑπὸ πολεμίοις τοιαύτη πόλις μετὰ τῶν πολιχνίων καὶ τῶν ὑπαίθρων αὐτῶν δι’ ἀπληστίαν καὶ χρημάτων ἄκαιρον φυλακήν, μὴ εἰδότος τοῦ βασιλεύοντος ὅτι πολλάκις μὲν ὤνησε καὶ διαφόρως ἄφθονος χείρ, ἐν δὲ τοῖς ἀναγκαίοις διὰ παντός, ὀλιγάκις δὲ κἀν μὴ τοῖς ἀναγκαίοις κατέβλαψε, καὶ ὡς αὐτὸ τὸ ὄνομα τῶν χρημάτων χρῆσιν ἅμα παρυπεμφαίνει καὶ χρησιμότητα.
Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker I. (επιμ.), Michaelis Attaliotae Historia (Bonn 1853) σελ. 79, 14-82, 22.

Επιδρομές των Σελτζούκων εναντίον του δουκάτου Αντιοχείας (1067):
Γενόμενοι γοῦν ἓν οἵ τε Τοῦρκοι καὶ οἱ Χαλεπῖται, καὶ ὁμολογίαν δόντες ἀλλήλοις, τὴν ἐν Συρίᾳ Ἀντιόχειαν καὶ τὰ περὶ αὐτὴν κακῶς διετίθεσαν σφάττοντες, πυρπολοῦντες, ἀνδραποδίζοντες, λεηλατοῦντες, αἰχμαλωτίζοντες καὶ πᾶν, εἴ τι χείριστον, διαπραττόμενοι. Συνηθροίσθη μὲν γὰρ στράτευμα ἐπ’ αὐτοὺς ἀξιόλογον, Νικηφόρου ὄντος τοῦ Βοτανειάτου ἐν ταύτῃ δουκός, ἡ δὲ φειδωλία καὶ ἡ γλισχρότης ἄπρακτα πάλιν τὰ πάντα ἀπέδειξεν. Οὐ γὰρ ὁλόκληρον τὸ ὀψώνιον, ἀλλὰ μερικὸν αὐτοῖς καὶ μέτριον δοθὲν ναρκῆσαι τοὺς στρατιώτας ἐποίησε· λαβόντες γὰρ τὸ δοθὲν εἰς τὰ οἰκεῖα διεσκεδάσθησαν, καὶ πάλιν ἦσαν οἱ βάρβαροι τὴν χώραν δῃούμενοι καὶ ἀδεῶς κατατρέχοντες. Νεολαίαν δέ τινα βραχεῖαν, ἄρτι τῶν οἰκημάτων οἷς ἐνετρέφοντο ἐκπεπηδηκυῖαν, μικροῖς καὶ ἐλαχίστοις ἀθροίσαντες ἀναλώμασι τῷ τῆς Ἀντιοχείας ἡγεμόνι ἐνεχείρισαν. Οἳ δρᾶσαι μέν τι προεθυμοῦντο ἀπονοίᾳ νεωτερικῆς θρασύτητος στρατηγούμενοι, ἀπειροπόλεμοι δὲ ὄντες καὶ ἄφιπποι καὶ σχεδὸν ἄοπλοι καὶ γυμνοὶ καὶ μηδὲ τὸν ἡμερήσιον ἄρτον ἔχοντες, πολλὰ παθόντες ἀνήκεστα εἰς τὴν σφῶν δυσκλεῶς ἐπανέστρεψαν γῆν, τοῦ δουκὸς Βοτανειάτου μετὰ τῶν οἰκείων ὑπασπιστῶν καί τινων ξενικῶν δυνάμεων μετρίως αὐτοὺς ἀποσοβησαι ἰσχύσαντος. Παραλυθέντος δὲ τῆς ἀρχῆς ἐκείνου τὰ τῶν βαρβάρων ἐπὶ πλέον ἐθρασύνθη, σιτοδείας πιεζούσης τὰς πόλεις καὶ τῶν ἄλλων ἐπιτηδείων ἐνδείας.
Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης Εύ. (επιμ.), Η Συνέχεια τῆς Χρονογραφίας τοῦ Ιωάννου Σκυλίτζη (Ioannes Scylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου τοῦ Αίμου 105, Θεσσαλονίκη 1968) σελ. 120, 17-121, 8.

Επιχειρήσεις εναντίον των Σελτζούκων επί Ρωμανού Διογένη:
Μανουήλ, ὡς εἴρηται, ὁ κουροπαλάτης στρατηγὸς αὐτοκράτωρ τῶν ἑῴων ταγμάτων πρὸς τοῦ Διογένους ἀποδειχθείς, περὶ τὴν Χαλτικὴν διατρίβων ἐφυλάττετο τὰς τῶν Τούρκων ἐπιδρομάς. Ἐπεὶ δ’ ἀπηγγέλη αὐτῷ παρὰ τῶν σκοπῶν ὡς πλῆθος Τούρκων στρατηγὸν ἔχοντες τὸν Χρυσόσκουλον, ὃς ἐκ σουλτάνων σειρᾶς ὥρμητο, τῆς δ’ ἐξουσίας ἀντεποιεῖτο Περσῶν αὐτῷ προσηκούσης, ἐπίασι τὰς τοῦ Ἀρμενιακοῦ κωμοπόλεις πορθήσοντες, τὰς δυνάμεις ἀναλαβὼν ἐχώρει κατὰ τῶν Τούρκων καὶ διεσκεδασμένοις αὐτοῖς ἐντυχὼν ὡς εἰς προνομὴν ἐξιοῦσι ῥᾳδίως τούτους ἐτρέψατο. Ἔγγιστα δὲ τοῦ στρατοπέδου τῶν Τούρκων ἐν τῷ διώκειν γενόμενος καὶ λόχοις αὐτομάτοις περιπεσὼν καὶ ἐπιπολὺ ἀντισχὼν καὶ γενναίως ἀγωνισάμενος, ἐπεὶ μὴ οἷός τε ἦν καρτερεῖν ἔτι, τῆς ῾Ρωμαίων φάλαγγος εἰς φυγὴν τραπείσης καὶ διασκεδασθείσης, ὥρμησε καὶ αὐτὸς εἰς φυγήν, κυκλωθεὶς δ’ ὑπὸ τῶν Τούρκων ἁλίσκεται ἅμα τοῖς δυσὶν αὐτοῦ γαμβροῖς τῷ τε Μελισσηνῷ καὶ Ταρωνίτῃ· ἔπεσον δὲ καὶ τῶν λοιπῶν ῾Ρωμαίων ὀλίγοι. Ἀπαχθεὶς οὖν πρὸς τὸν Χρυσόσκουλον, δεινὸν ᾤετο μὴ δρᾶσαί τι τοῦ γένους ἐπάξιον, καὶ μέντοι καὶ δέδρακεν ἔργον ἀξιαφήγητον. Διαγνοὺς γὰρ ὡς ἀποστάτης ἐστὶ τοῦ σουλτάνου ὁ τοῦτον νικήσας καὶ τῆς Περσῶν ἐφίεται δυναστείας, δεῖν ᾠήθη ἀπόπειραν ποιήσασθαι τούτου. Καὶ προσελθὼν αὐτῷ καταμόνας καὶ τὰ κατ’ αὐτὸν ἐξετάζων, ἐπείπερ ἔγνω τὸν ἄνδρα ἐν φόβῳ πολλῷ καθεστῶτα ‒ ἠπόρει γὰρ ὡς πρὸς τὸν σουλτάνον ἀξιομάχου δυνάμεως ‒, ἠπίων ἥπτετο λόγων πρὸς αὐτὸν καὶ δὴ μαλάξας τὸ τούτου σκληρόγνωμον δραστικωτέρων ἐχρῆτο λόγων φαρμάκοις πρὸς τὴν δευτέραν ἀπόπειραν. Τὰ δὲ ἦν ὡς ἐπείπερ τῆς βασιλείας ἐρᾷ Περσῶν καὶ πρὸς τὸν κρατοῦντα ταύτην ἀδυνατεῖ παρατάξασθαι, ἅτε σπανίζων ἀξιολόγου δυνάμεως, οὐκ ἄν ποτ’ αὐτῷ τὰ κατὰ σκοπὸν ἀποβαίη, εἰ μὴ πρὸς τὸν βασιλέα ῾Ρωμαίων αὐτομολήσειε κἀκεῖνον ξύμμαχον σχοίη καὶ πρὸς τὸ προκείμενον συνεργόν. Ὁ δὲ ξυμβούλῳ τε ἅμα τούτῳ καὶ ὁδηγῷ χρησάμενος ἅμ’ αὐτῷ ταχέως τὴν βασιλίδα κατέλαβε καὶ ὁ τοῖς ὅπλοις κρατήσας ἑάλω λόγων δεινότητι. Τοῦτο τὸ ἔργον εἰς μέγα κλέος τὸν κουροπαλάτην ἀνήγαγεν, καὶ γὰρ ἦν ὄντως ἀξιεπαίνετον. Φιλοφρόνως οὖν καὶ ἄμφω ὁ βασιλεὺς ὑπεδέξατο καὶ δωρεαῖς μεγάλαις τετίμηκεν.
Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier P. (επιμ.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975) σελ. 101, 1-103, 8.

Η αιχμαλωσία του Ρωμανού Διογένη στο Μαντζικέρτ (1071), όπως την περιγράφει ιστορικός της εποχής:
Τὸν δὲ βασιλέα περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ’ ἅτε στρατιωτικῶν καὶ πολεμικῶν εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς καρτερῶς ἠμύνατο, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα, τοῦ τε ἵππου κατακοντισθέντος ἐκ ποδὸς ἱστάμενος διεμάχετο. Καμὼν δ’ ὅμως πρὸς ἑσπέραν ἁλώσιμος―φεῦ τοῦ πάθους―καὶ αἰχμάλωτος ὁ περιώνυμος βασιλεὺς ῾Ρωμαίων γίνεται. Καὶ τῇ μὲν νυκτὶ ἐκείνῃ ἐπ’ ἴσης τοῖς πολλοῖς ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδαρθε, μυρίοις περικλυζόμενος λυπηρῶν κύμασι. Τῇ δ’ ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλώσεως χαρά τις ἄπληστος καὶ ἀπιστία κατέσχεν αὐτὸν οἰόμενον <ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι>, ὥσπερ καὶ ἦν, μετὰ νίκην τοσούτου καὶ τηλικούτου στρατοῦ καὶ αὐτὸν τὸν βασιλέα ἁλώσιμον λαβεῖν καὶ ὑποχείριον. Ἀνθρωπίνως δὲ ὅμως τὸ γεγονὸς λογισάμενος καὶ τὴν νίκην μετριοφρόνως ἐνεγκὼν καὶ τὸ γεγονὸς εὐτύχημα συστολὴν μᾶλλον καὶ ψυχῆς ἀγαθῆς ἔνδειξιν καὶ τρόπων καλοκαγαθίας μεστῶν θέμενος, Θεῷ τὸ πᾶν ἀνετίθει, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτοῦ ἰσχὺν ἀποτελέσας τρόπαιον. Διὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ Ἀξὰν τοῦ βασιλέως ῾Ρωμαίων ἐν εὐτελεῖ καὶ στρατωτικῇ ἀμπεχόνῃ διαπορῶν ἦν καὶ περὶ τούτου μαρτυρίαν ζητῶν. Ὡς δ’ ἐπληροφορήθη παρὰ τῶν πρέσβεων καὶ τοῦ Βασιλακίου, πεσόντος μὲν πρὸ τῶν ποδῶν αὐτοῦ, οἰκτρὸν δέ τι καὶ γοερὸν ἀνοιμώξαντος, εὐθὺς ὥσπερ ἐμμανὴς ἀνέθορε τοῦ θρόνου καὶ ἔστη ὀρθός. Τεθέντα τοῦν ὅμως πρὸ τῶν ποδῶν αὐτοῦ, πατήσας, ὥσπερ ἔθος, καὶ ἀναστήσας καὶ περιπτυξάμενος “μὴ δέδιθι” ἔφη “ὦ βασιλεῦ, ἀλλ’ εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ, τιμηθήσῃ δ’ ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. Ἄφρων γὰρ ἐμοὶ λογίζεται ἐκεῖνος, ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς λογιζόμενός τε καὶ εὐλαβούμενος”. Ἐπιτάξας οὖν αὐτῷ σκηνὴν ἀποταχθῆναι καὶ θεραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν τηνικαῦτα καὶ ὁμοδίαιτον ἀπειργάσατο, μὴ παρὰ μέρος καθίσας, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκκρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. Δὶς τῆς ἡμέρας συνερχόμενος αὐτῷ καὶ συλλαλῶν καὶ παρακλήσεσιν ἀνακτώμενος, μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων ἐκοινώνει αὐτῷ λόγων τε καὶ ἁλῶν μηδ’ ἄχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον πεπαρῳνηκώς, περί τινων δὲ δοκούντων σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας.
Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης Εύ. (επιμ.), Η Συνέχεια της Χρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Scylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968) σελ. 150, 6-151, 13.

Η ιστορικός Άννα Κομνηνή περιγράφει την κατάσταση που επικρατούσε στη Μικρά Ασία κατά την τελευταία φάση των σελτζουκικών επιδρομών:
καὶ γὰρ ἐξότου τῶν ὁρίων τῆς ῾Ρωμαίων ἀρχῆς ἐξ αὐτῆς τοῦ Διογένους ἀναρρήσεως οἱ βάρβαροι ἐπέβησαν, οὐκ εὐτυχῶς ἐκ πρώτης, ὅ φασι, βαλβίδος κατ’ αὐτῶν ἐξορμήσαντος, οὐ μέχρι τῆς τοὐμοῦ πατρὸς αὐτοκρατορίας ἡ βαρβαρικὴ χεῖρ συνέσταλτο, ἀλλὰ καὶ ξίφη καὶ δόρατα κατὰ Χριστιανῶν ἐξεθήγετο, καὶ μάχαι καὶ πόλεμοι καὶ σφαγαί. ἠφανίζοντο μὲν πόλεις, ἐληίζοντο δὲ χῶραι καὶ πᾶσα ἡ ῾Ρωμαίων ἀρχὴ Χριστιανῶν αἵμασιν ἐμιαίνετο. οἱ μὲν γὰρ βέλεσί τε καὶ δόρασιν οἰκτρῶς ἔπιπτον, οἱ δὲ τῶν σφετέρων ἀπελαυνόμενοι δορυάλωτοι πρὸς τὰς πόλεις Περσίδος ἀπήγοντο. καὶ δρόμος ἅπαντας εἶχεν ἐπὶ τὰ ἄντρα καὶ τὰ ἄλση καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς ἀπὸ τῶν εἰσπιπτόντων δεινῶν κρύπτεσθαι ἐπειγομένους. ἐν τούτοις οἱ μὲν ἐποτνιῶντο ἐφ’ οἷς ἔπασχον πρὸς Περσίδα ἀπαγόμενοι, οἱ δ’ ἔτι περιόντες, εἴ που τινὲς τοῖς ρωμαϊκοῖς ὁρίοις ἐναπέμειναν, βύθιον στένοντες ὁ μὲν υἱόν, ὁ δὲ θυγατέρα ἐθρήνει, ὁ δὲ ἀδελφόν, ὁ δὲ ἀδελφιδοῦν ἀπεκλαίετο πρὸ καιροῦ θνῄσκοντα καὶ οἷα γυναῖκες θερμὸν κατέσταζον δάκρυον· καὶ οὐκ ἦν τότε οὐδεμία τίς σχέσις ἄδακρυς οὐδ’ ἀστένακτος.
Άννα Κομνηνή, Αλεξιάς, Reinsch D. R. - Kambylis A. (επιμ.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin - New York 2001) σελ. 493, 94-15.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>