Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Φωκάδες

Συγγραφή : Krsmanović Bojana (28/11/2003)

Για παραπομπή: Krsmanović Bojana, «Φωκάδες», 2003,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=6634>

Φωκάδες (15/2/2010 v.1) Phokas family  (21/2/2006 v.1) 

Παραθέματα

 

Αναφορά στην οικογένεια των Φωκάδων σε νομικό κείμενο του τέλους του 10ου αιώνα:
Εἰ μὴ γὰρ τοῦτο ποιήσομεν, πάροδον δώσομεν τῷ πλεονέκτῃ τοῦ λέγειν ὅτι, ἐπεὶ ἐγὼ σήμερον εὐημερῶ καὶ οὐ δύναται κατ’ ἐμοῦ ὁ πένης κινῆσαι, ἐὰν εὐημερήσῃ καὶ ὁ υἱός μου καὶ διὰ τῆς εὐημερίας ἡμῶν διαβῇ τεσσαρακονταετία, ἢ ἐγὼ χρονίσω εὐημερῶν, ἔχομεν ἀναφαίρετα τὰ ἐπικτηθέντα καὶ συμφέροι μοι πλεονεκτεῖν. Τοῦτο δὲ φανερόν ἐστι καὶ ἀπὸ τῆς γενεᾶς τῶν Μαλεΐνων καὶ πάλιν τῶν Φωκάδων· ὁ μὲν γὰρ πατρίκιος Κωνσταντῖνος ὁ Μαλεΐνος καὶ ὁ μάγιστρος Εὐστάθιος, ὁ τούτου υἱός, μέχρι τῶν ἑκατὸν χρόνων ἢ καὶ τῶν ρκ’ τὴν εὐημερίαν ἔσχον συμπαρεκτεινομένην αὐτοῖς, οἱ δὲ Φωκάδες πολὺ τούτων ἐπέκεινα· ὅ τε γὰρ πρόπαππος αὐτῶν καὶ πάλιν ὁ πάππος, εἶτα καὶ ὁ πατήρ, μετὰ δὲ ταῦτα καὶ αὐτοὶ οἱ τούτου υἱοί, ἀδιάδοχον σχεδὸν εἰπεῖν ἕως ἡμῶν εἶχον τὴν δυναστείαν· καὶ πῶς οἱ τοιοῦτοι βοηθοῦντα τὸν χρόνον ἕξουσι;

Βασίλειος Β΄, Νεαραί, Svoronos, N. (ed.), Les novelles des empereurs Macédoniens (Athènes 1994), 203.33-45.

Βυζαντινός ιστορικός του 11ου αιώνα αναφέρεται στη μυθολογική καταγωγή των Φωκάδων:
Ἀλλ’ ὁ μὲν περὶ τοῦ κράτους αὐτοῦ λόγος ἀναμεινάτω μικρόν· ἐπεὶ δὲ περὶ τῆς τοῦ γένους αὐτοῦ μεγαλειότητος ἐπεμνήσθημεν, βραχύ τι περὶ τούτου διαλεξώμεθα, ἵνα γνῶσι πάντες οἵων αὐτῷ τῶν προγόνων ὄντων εἰς περιφάνειαν ἀνδραγαθίας καὶ δόξης ὅσον οὗτος ὑπερηκόντισε, ὡς μήτε τοῦτον ἄξιον εἶναι προγόνους ἑτέρους ἔχειν ἢ ἐκείνους μόνους, μήτ’ ἐκείνους ἀπόγονον ἕτερον ἢ τὸν νῦν εὐφημούμενον. ὅπερ δὴ καλῶς ποιοῦν καὶ συνέδραμεν. Ἡ μὲν οὖν τοῦ γένους αὐτοῦ ἀνωτάτω καὶ πρώτη σειρὰ ἐκ τῶν Φωκάδων ἐκείνων ὥρμηται, Φωκάδων ὧν κλέος εὐρὺ κατὰ πᾶσαν γῆν τε καὶ θάλασσαν. οὗτοι γὰρ ὑπερφυῶς τῶν ἄλλων τὸ κράτος ἐν βασιλείοις ἐκέκτηντο, στρατηγίαις τε καὶ δημαγωγίαις καὶ ἀνδρείῳ βραχίονι καὶ γένους ἐπισημότητι πάντας ἐπιεικῶς ὑπεραίροντες· ἐνενήκοντα γὰρ καὶ δύο γενεὰς εὐημεροῦντες κατὰ τὸ συνεχὲς κατὰ πάντων εἶχον τὰ νικητήρια, μηδενὸς ἀνθαμιλληθῆναι δυναμένου καὶ συγκριθῆναι τῷ γένει τῶν Φωκάδων ὑπὲρ ἀνδρίας ἢ ἀνδραγαθίας τινὸς ἢ ὑπατείας μεγίστης καὶ στρατηγίας ἐπιφανοῦς. εἰ δέ τις ἀναδράμοι πρὸς τὴν τῶν ἐνενήκοντα καὶ δύο γενεῶν ἀρχὴν καὶ ἀκρότητα (μέχρι γὰρ τοῦ τῆς ἀοιδίμου λήξεως βασιλέως κυρίου Νικηφόρου τοῦ Φωκᾶ τὸ ποσὸν τῶν τοιούτων συνεψηφίζετο γενεῶν), εὑρήσει κατηγμένους αὐτοὺς ἀπὸ τοῦ τρισμάκαρος καὶ μεγάλου Κωνσταντίνου, τοῦ πάντων βασιλέων ὑπέρτερον ἐσχηκότος κράτος ἐν ὑπεροχαῖς ἀγωνισμάτων πολεμικῶν καὶ τοῦ ὑπὲρ τῆς εὐσεβείας ζήλου, ὡς καὶ ἰσαπόστολον λογισθῆναι καὶ τῆς Χριστιανῶν ἀμωμήτου πίστεως κρηπῖδα τελεσθῆναι καὶ πρόβολον. οὗτος γὰρ ἀπὸ τῆς πρεσβυτέρας ῾Ρώμης μεταθεὶς τὴν βασιλείαν εἰς τὸ Βυζάντιον, ἀφ’ ὅτου τὸν Μαξέντιον περὶ τὰς κάτω Γαλλίας κατετροπώσατο, τῇ ἐπιδείξει τοῦ σταυρικοῦ σημείου τὴν νίκην ἄνωθεν μνηστευθείς, τοὺς ἀξιολόγους τῶν εὐπατριδῶν καὶ τιμίων ἐν ταύτῃ τῇ νέᾳ ῾Ρώμῃ μεθ’ ἑαυτοῦ παραλαβὼν μετῴκισέ τε καὶ συμπολίτας ἑαυτοῦ ἀπειργάσατο, λαμπρὰς οἰκίας τούτοις ἐπιδειμάμενος κατὰ τὴν ἐμφέρειαν τῶν ἐν τῇ παλαιᾷ ῾Ρώμῃ πολυτελῶς κατεσκευασμένων οἴκων, ἐκ τούτων οὖν, ὡς ὁ λόγος αἱρεῖ καὶ ἡ τοῦ γένους ἀναφορὰ περιάγει, οἱ Φωκάδες οὗτοι καταγόμενοι τήν τε περιφάνειαν ἄνωθεν ἔσχον καὶ τὸ τῆς ἀνδρίας ἀλκιμώτατον καὶ ἀνύποιστον, ἐκ τῶν ὀνομαστῶν ἐκείνων Φαβίων, ὥς που διὰ βίβλου τινὸς παλαιᾶς ἐχειραγωγήθην ποτέ, τὴν ἀρχὴν τοῦ γένους ἐφέλκοντες.

Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (ed.), Michaelis Attaliotae Historia (CSHB, Bonn 1853), 217.5-218.13.

Οι Συνεχιστές του Θεοφάνους περιγράφουν τη δράση του Νικηφόρου Φωκά του Παλαιού στην Ιταλία:
Οὕτω τοίνυν τῶν κατὰ τὴν ἑσπέραν πάλιν κρατυνομένων ἐχθρῶν, καὶ ἀπὸ τῆς παρούσης εὐτυχίας καὶ κατὰ τῶν προσεχεστέρων ἐκστρατεῦσαι προσδοκωμένων, ἀποστέλλεται Στέφανος ὁ καὶ Μαξέντιος προσαγορευόμενος, ὃς ἐκ Καππαδοκῶν, στρατηγὸς τῶν ἐν Λαγοβαρδίᾳ δυνάμεων μετὰ Θρᾳκῶν καὶ Μακεδόνων καὶ ἐπιλέκτων Χαρσιανιτῶν καὶ Καππαδοκῶν. ὃς τὴν ἀποδειχθεῖσαν τῆς ἀρχῆς χώραν καταλαβών, καὶ τὴν πόλιν Ἀμαντίας ὑπὸ τῶν Σαρακηνῶν κατεχομένην ἀφελέσθαι πειραθεὶς ἐξ αὐτῶν, καὶ διὰ τὴν προσοῦσαν αὐτῷ μέλλησιν καὶ ῥαθυμίαν, ὡς ἔοικε, μᾶλλον δε ἀνανδρίαν τε καὶ τρυφήν, μηδὲν ἄξιον λόγου καὶ τῆς περὶ αὐτὸν δυνάμεως καταπράξασθαι δυνηθείς, παραλύεται τῆς ἀρχῆς, καὶ ἀντ’ αὐτοῦ ἀποστέλλεται Νικηφόρος ὁ κατὰ τὸν Φωκᾶν προσαγορευόμενος, ἀνὴρ ἐπιμελής τε καὶ ἄγρυπνος καὶ κατὰ χεῖρά τε καὶ βουλὴν γενναῖός τε καὶ συνετός, προσεπαγαγὼν καὶ πλείονα δύναμιν ἀπὸ τῶν κατὰ τὴν ἀνατολὴν ἀρχόντων καὶ τὸν Διακονίτζην ἐκεῖνον, ὃς ὑπηρέτης ποτὲ τοῦ κατὰ τὴν Τεφρικὴν Χρυσόχειρος ἦν, στῖφος τῶν ἀπὸ Μάνεντος τὴν θρησκείαν ἑλκόντων προσεπαγόμενον. ἑνωθεὶς οὖν ὁ Νικηφόρος ταῖς μετὰ Στεφάνου δυνάμεσι πολλὰ καὶ συνέσεως ἔργα καὶ πολεμικῆς ἀνδρίας καὶ γενναιότητος ἀπεδείξατο. τήν τε γὰρ πόλιν Ἀμαντίας εὐθὺς ἐχειρώσατο, τοὺς ἀντιταξαμένους ἐχθροὺς φόνῳ πολλῷ τρεψάμενος, καὶ τὸ κάστρον ὃ Τρόπας κατωνομάζετο καὶ τὸ τῆς ἁγίας Σευερίνης πρὸς τὴν προτέραν δεσποτείαν τῆς ῾Ρωμαϊκῆς ἀρχῆς μετηγάγετο, καὶ μάχαις ἄλλαις καὶ παρατάξεσι τοὺς ἐκ τῆς Ἄγαρ νενίκηκε, καὶ τοῖς ἐξ αὐτῶν λαφύροις τὸν ὑπ’ αὐτὸν στρατὸν ἱκανῆς ὠφελείας ἐνέπλησε. καὶ ταῦτα μέν, ἕως ὁ ἐν βασιλεῦσιν ἀοίδιμος ἔζη Βασίλειος, ὁ ἀνὴρ κατεπράξατο· τὰ δὲ λείποντα προσέθηκεν ὕστερον ἐπὶ τοῦ πραοτάτου καὶ σοφωτάτου βασιλέως ἁπάντων Λέοντος τοῦ ἐκείνου υἱοῦ.

Συνεχισταί Θεοφάνους, Χρονογραφία συγγραφείσα εκ προστάγματος Κωνσταντίνου του φιλοχρίστου και πορφυρογεννήτου δεσπότου, Bekker, I. (ed.), Theophanes Continuatus, Joannes Cameniata, Symeon Magister, Georgius Monachus (CSHB, Bonn 1838), 312.12-313.17.

Οι Συνεχιστές του Θεοφάνους περιγράφουν τη δράση του Νικηφόρου Φωκά του Παλαιού στη Βουλγαρία:
ὁ δὲ βασιλεὺς διά τε γῆς καὶ θαλάττης διέγνω τοὺς Βουλγάρους πολεμεῖν. καὶ διὰ μὲν θαλάττης Εὐστάθιον δρουγγάριον ἀποστέλλει, διὰ γῆς δὲ πατρίκιον Νικηφόρον τὸν Φωκᾶν, δομέστικον τῶν σχολῶν μετὰ τὴν τελευτὴν Ἀνδρέου γενόμενον. ὧν μέχρι Βουλγαρίας καταλαβόντων, ὁ βασιλεὺς τὸν κυαίστωρα Κωνσταντινάκιν πρὸς Συμεὼν ἐξαπέστειλεν, ἔτι τὴν εἰρήνην στέργων καὶ βουλόμενος σπείσασθαι πρὸς αὐτόν· ὃν Συμεὼν κατασχὼν ἐν φρουρᾷ κατακλείει, δόλῳ πρὸς αὐτὸν ὑποπτεύσας παραγενέσθαι. τοῦ Συμεὼν οὖν ἐπὶ τὸ στράτευμα Νικηφόρου ἀσχολουμένου, οἱ Τοῦρκοι καταδραμόντες πᾶσαν τὴν Βουλγαρικὴν ἐληΐσαντο γῆν. ὃ Συμεὼν ἐκμαθὼν κατὰ τῶν Τούρκων ἐτράπετο. οἱ δὲ ἀντιπεράσαντες πόλεμον πρὸς Βουλγάρους συμβάλλουσι καὶ νικῶσι τούτους κατὰ κράτος, ὡς μόλις τὸν Συμεὼν ἐν τῇ Δίστρᾳ περισωθῆναι. ᾐτήσαντο οὖν οἱ Τοῦρκοι τὸν βασιλέα τοὺς Βουλγάρων αἰχμαλώτους ὠνήσασθαι· ὃ δὴ καὶ πεποίηκεν, τοὺς πολίτας ἐξαποστείλας εἰς τὴν τούτων ἐξώνησιν. ὁ δὲ Συμεὼν δι’ Εὐσταθίου δρουγγαρίου τὸν βασιλέα περὶ τῆς εἰρήνης ἱκέτευεν· πρὸς ἣν ὑπεῖξεν ὁ βασιλεύς, καὶ τὸν Χοιροσφάκτην Λέοντα πρὸς τὸ ταύτην ποιήσασθαι ἐξαπέστειλεν. ὁ δὲ δομέστικος Νικηφόρος καὶ ὁ δρουγγάριος Εὐστάθιος ὑποστρέψαι μετὰ λαοῦ ἐκελεύσθησαν.

Συνεχισταί Θεοφάνους, Χρονογραφία συγγραφείσα εκ προστάγματος Κωνσταντίνου του φιλοχρίστου και πορφυρογεννήτου δεσπότου, Bekker, I. (ed.), Theophanes Continuatus, Joannes Cameniata, Symeon Magister, Georgius Monachus (CSHB, Bonn 1838), σελ. 358.12-359.8.

Η στενή σχέση των πρώτων Φωκάδων με τη μακεδονική δυναστεία, όπως προκύπτει από την αφήγηση των Συνεχιστών:
Τοῦ δὲ δομεστίκου Νικηφόρου πρὸς τοῦ βασιλέως ἐξόχως ἀγαπωμένου, ὁ βασιλεοπάτωρ Ζαούτζας τοῦτον ὡς δυνάστην προεβάλλετο, γαμικὸν μετ’ αὐτοῦ ποιῆσαι συνάλλαγμα βουλόμενος. τοῦ δὲ πρὸς τοῦτο ἀπαναινομένου, μήποτε δῷ ὑπόνοιαν τῷ βασιλεῖ Λέοντι, μανεὶς ἐπὶ τούτῳ ὁ Ζαούτζας αἰτίας ἐκίνησε κατ’ αὐτοῦ καὶ τῆς ἀρχῆς τοῦτον μετέστησεν. προεβλήθη δὲ ἀντ’ αὐτοῦ δομέστικος τῶν σχολῶν ὁ μάγιστρος Κατακαλών. ἐπὶ πολὺ δὲ σχολάσας ὁ Νικηφόρος αὖθις στρατηγὸς ἐν τῷ τῶν Θρᾳκησίων θέματι προχειρίζεται. πολλὰς δὲ καὶ γενναίας ἀνδραγαθίας διὰ πάσης αὐτοῦ ἐν τοῖς πολέμοις καταπραξάμενος βιοτῆς καὶ πολλὰ κατὰ τῶν Ἀγαρηνῶν καὶ τῶν ἄλλων ἐθνῶν στησάμενος τρόπαια, τελευτᾷ τὸν βίον ἐν γήρᾳ καλῷ, υἱοὺς καταλιπὼν Βάρδαν καὶ Λέοντα, ὧν ὁ Βάρδας οἰκειότατος ὢν τῷ βασιλεῖ Λέοντι ἐστέργετό τε καὶ ἠγαπᾶτο καὶ δουλείαις ἐξυπηρετεῖτο ταῖς ἀνηκούσαις τῷ βασιλεῖ.

Συνεχισταί Θεοφάνους, Χρονογραφία συγγραφείσα εκ προστάγματος Κωνσταντίνου του φιλοχρίστου και πορφυρογεννήτου δεσπότου, Bekker, I. (ed.), Theophanes Continuatus, Joannes Cameniata, Symeon Magister, Georgius Monachus (CSHB, Bonn 1838), 359.17-360.8.

Ο ιστορικός Ιωάννης Σκυλίτζης αναφέρεται στα αξιώματα των Φωκάδων επί Κωνσταντίνου Ζ´:
ἠμείψατο δὲ καὶ τοὺς συνεργήσαντας αὐτῷ πρὸς τὴν τῶν αὐταδέλφων καθαίρεσιν ταῖσδε ταῖς εὐεργεσίαις, Βάρδαν μὲν τὸν Φωκᾶν μάγιστρον τιμήσας καὶ δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς, Νικηφόρον τε καὶ Λέοντα τοὺς τούτου υἱεῖς, τὸν μὲν τῶν Ἀνατολικῶν στρατηγόν, τὸν Νικηφόρον, τὸν δὲ τῆς Καππαδοκίας, τὸν Λέοντα, προσειρισάμενος, καὶ Κωνσταντῖνον θάτερον τῶν υἱῶν τῆς Σελευκείας.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 238.35-40.

Η πολεμική δράση των Φωκάδων επί Κωνσταντίνου Ζ´:
Ἤδη δέ, ὡς εἴπομεν, προχειρισθεὶς δομέστικος τῶν σχολῶν Βάρδας ὁ Φωκᾶς οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἀπειργάσατο. ὁπότε μὲν γὰρ ὑφ’ ἑτέρους ἐτάττετο, στρατηγὸς θαυμαστὸς ἀνεφαίνετο, ὁπηνίκα δὲ ἡ ἐξουσία τῶν στρατευμάτων ἁπάντων τῆς ἑαυτοῦ γνώμης ἐξήρτητο, ὀλίγα, ἢ οὐδὲν ὤνησε τὴν ῾Ρωμαίων ἀρχήν. νοσήσας γὰρ τὴν πλεονεξίαν ἐξέστη τῶν ἑαυτοῦ λογισμῶν. ὅθεν καί ποτε τοῖς τοῦ Χαμβδᾶν ἀπροσδοκήτως περιπεσών, πάντων, ὥς φασι, καταλελοιπότων αὐτόν, μικροῦ δεῖν αἰχμάλωτος ἐγεγόνει, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες τῆς αἰχμαλωσίας αὐτὸν ἐλυτρώσαντο. ἐτρώθη δὲ κατὰ τὸ μέτωπον γενναίῳ καὶ βαθεῖ τῷ τραύματι, ὡς καὶ μέχρι τελευτῆς ἁδρὰν τὴν οὐλὴν περιφέρειν. Νικηφόρος δὲ καὶ Λέων οἱ τούτου υἱοί, ἐφύπερθεν παντὸς ὄντες αἰσχροῦ λήμματος καὶ τοὺς ὑπηκόους ὡς γνησίους υἱοὺς περιέποντες, μεγάλα τὴν τῶν ῾Ρωμαίων ἀρχὴν ὠφέλησαν. καὶ τὰ μὲν τοῦ Νικηφόρου προτερήματα, ἵνα μὴ τὸ τῆς ἱστορίας συνεχὲς διακόπτηται, ἐν τοῖς περὶ ἐκείνου λελέξεται. ὁ δὲ Λέων Ἀπολασαεὶρ, ἐπίσημον ἄνδρα καὶ τοῦ Χαμβδᾶν συγγενῆ, σὺν ἀπείρῳ πλήθει κατὰ ῾Ρωμαίων ἐξελθόντα τρεψάμενος καὶ κατασχὼν ἐν Κωνσταντινουπόλει ἀπέστειλε, τοῦ ἄλλου πλήθους τὸ μὲν ἐν τῇ τοῦ πολέμου προσβολῇ κατακτείνας, τὸ δὲ ζωγρήσας. ὃν ἀχθέντα πρὸς τὴν βασιλίδα ὁ βασιλεὺς Κωνσταντῖνος θρίαμβον ποιήσας καὶ κατὰ τοῦ τραχήλου πατήσας τιμαῖς τε καὶ δωρεαῖς ἐφιλοφρονήσατο. Κωνσταντῖνον δὲ τὸν λοιπὸν υἱὸν τοῦ Φωκᾶ ζωγρίαν λαβὼν ὁ Χαμβδᾶν καὶ εἰς τὸ Χάλεπ ἀγαγών, καὶ πολλὰ σπουδάσας εἰς τὴν μυσαρὰν αὐτοῦ θρησκείαν τοῦτον μεταγαγεῖν, ὡς οὐκ ἔπεισε, φαρμάκοις αὐτὸν διέφθειρε. τῇ ἀκοῇ δὲ ταύτῃ περιαλγὴς γενόμενος ὁ Βάρδας πάντας, οὓς κατεῖχεν αἰχμαλώτους συγγενεῖς τοῦ Χαμβδᾶν ξίφει κατέκοψε. καὶ παρὰ τοῦτο ὁ τὸ ἀλλάγιον πεμφθεὶς ποιήσασθαι Παῦλος μάγιστρος ὁ Μονομάχος ἄπρακτος ὑπέστρεψεν. ἀσχέτῳ δὲ περιωδυνίᾳ διὰ τοὺς συγγενεῖς ληφθεὶς ὁ Χαμβδᾶν ἐκστρατεύει κατὰ ῾Ρωμαίων, ἄγων μετ’ αὐτοῦ καὶ τὸν παρὰ βασιλέως πεμφθέντα ὡς αὐτὸν πρεσβευτὴν περὶ εἰρήνης, Νικήταν πατρίκιον τὸν Χαλκούτζην, καὶ πολλοὺς κἀγαθοὺς ἄνδρας τῶν ἀνδρειοτάτων καὶ γενναίων ῾Ρωμαίων ἐζώγρησε. τοῦ δὲ Νικήτα λάθρᾳ τῷ Φωκᾷ μηνύοντος πάντα τὰ βουλευόμενα τῷ Χαμβδᾶν καὶ τὰς ὁδούς, ὅθεν μέλλει ποιήσασθαι τὴν ὑποστροφήν, λόχους ὁ Φωκᾶς ἐγκαθίζει περί τινα τόπον εἴσοδον ἔχοντα στενὴν καὶ κρημνώδη, ἐν ᾧ γενόμενος ὁ Χαμβδᾶν, ἐπεὶ κατὰ μέσην ἐγένετο τὴν στενοχωρίαν, κυκλοῦται παρὰ τῶν λόχων. ἐξαναστάντες γὰρ τῆς ἐνέδρας οἱ ἐπὶ τούτῳ τεταγμένοι πέτρας τε ὑπερμεγέθεις κατ’ αὐτῶν ἐκύλιον καὶ βέλη εἰς αὐτοὺς ἔπεμπον παντοδαπά. καὶ ὁ μὲν Χαλκούτζης προευτρεπισάμενος καὶ δώροις ὑποποιησάμενός τινας τῶν Σαρακηνῶν τῆς φυγῆς ὑπηρέτας, ἔλαθεν ἀποδρὰς μετὰ πάντων αὐτοῦ τῶν οἰκείων, τῶν Ἀγαρηνῶν δὲ πέπτωκε πλῆθος ἀμύθητον. ὁ δὲ Χαμβδᾶν οὓς εἶχε δεσμίους ἀποσφάξας, σὺν ὀλίγοις ἀκλεῶς καὶ ἀτάκτως τὸν κίνδυνον ἴσχυσε διαφυγεῖν.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 240.4-242.46.

Ο Νικηφόρος Φωκάς ονομάζεται δομέστικος των σχολών:
Ὁ δὲ πορφυρογέννητος διὰ τὸ τὸν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν Βάρδαν τὸν λεγόμενον Φωκᾶν ἀδυνάτως ἔχειν καὶ εἰς γῆρας ἐλάσαι τοῦ δομεστικάτου ἀποκινεῖ, καὶ ἀντ’ αὐτοῦ προβάλλεται δομέστικον Νικηφόρον πατρίκιον καὶ στρατηγὸν τῶν Ἀνατολικῶν, τὸν φίλτατον υἱὸν αὐτοῦ, ἄνδρα ἐν πολλοῖς καὶ διαφόροις πολέμοις εὐδοκιμήσαντα καὶ ἄριστον ἀναφανέντα· καὶ τῇ ἡδυτάτῃ διαλαλιᾷ καὶ θωπείᾳ αὐτοῦ κοσμήσας τὰ στρατεύματα καὶ πρὸς τοὺς πολεμίους Ἀγαρηνοὺς ἐχώρει, ὡς πάντα τὰ στρατεύματα θαρρεῖν καὶ ὡς ἐν ἰδίῳ χώρῳ παροικίαν ποιήσασθαι· καὶ μήτε κρυπτομένων ἢ βακχευόντων ἢ ὑποστρεφόντων, ὡς ἔθος ἦν αὐτοῖς· ἀλλὰ πάντες τομῶς ἐχώρουν πρὸς τοὺς πολεμίους ταῖς ἀσπίσι περιφραξάμενοι καὶ τοῖς δόρασιν ἀμυνόμενοι καὶ κατὰ κράτος τοὺς Ἀγαρηνοὺς ἀφανίζοντες. καὶ ἦν ἰδεῖν θάμβος καὶ ἔκπληξιν τοῖς ὁρῶσιν τὸν νικητὴν Νικηφόρον τὰς παρατάξεις καὶ δυνάμεις καὶ τὰ φοῦλκα τοῦ ἀθέου Χαμβαδᾶ συγκόπτοντα καὶ ἀπορραπίζοντα, καὶ τὴν τύχην τοῦ νικητοῦ ἀριστέως θαμβεῖσθαι καὶ μεγαλύνειν τοῖς ὁρῶσιν, ὡς τὰς πόλεις καὶ κώμας καὶ χώρας πυρὶ κατατεφρῶσαι καὶ αἰχμαλώτους ἄγειν καὶ ὑποσπόνδους τῇ βασιλείᾳ ῾Ρωμαίων προσφέρειν. καὶ δὴ πρὸς τὸν πιστὸν Κωνσταντῖνον ἀφικόμενος ἐπαίνων καὶ τιμῶν παρ’ αὐτοῦ ἠξιώθη, οἷον ἐν τοῖς πάλαι χρόνοις οἱ ῾Ρωμαίων στρατηγοὶ ἂν ἐκτήσαντο.

Συνεχισταί Θεοφάνους, Χρονογραφία συγγραφείσα εκ προστάγματος Κωνσταντίνου του φιλοχρίστου και πορφυρογεννήτου δεσπότου, Bekker, I. (ed.), Theophanes Continuatus, Joannes Cameniata, Symeon Magister, Georgius Monachus (CSHB, Bonn 1838), 459.13-460.12.

Οι Συνεχιστές του Θεοφάνους πλέκουν το εγκώμιο των αδελφών Νικηφόρου και Λέοντος Φωκά:
Ὁ δὲ βασιλεὺς τὸν πατρίκιον Λέοντα τὸν υἱὸν Βάρδα τοῦ Φωκᾶ στρατηγὸν εἰς Ἀνατολικοὺς ἀντὶ τοῦ ἀδελφοῦ αὐτοῦ Νικηφόρου προχειρίζεται, ἄνδρα ἄριστον καὶ πρὸς τοὺς Ἀγαρηνοὺς καὶ πολεμίους μαχιμώτατον. καὶ ἦν ἰδεῖν τοὺς αὐταδέλφους ὑπὲρ τῶν Χριστιανῶν ἀγωνιζομένους καὶ πρὸς τοὺς πολεμίους χωροῦντας καὶ κατασφάττοντας, καὶ τὴν αὐτῶν ὁρμὴν μὴ φέροντας.

Συνεχισταί Θεοφάνους, Χρονογραφία συγγραφείσα εκ προστάγματος Κωνσταντίνου του φιλοχρίστου και πορφυρογεννήτου δεσπότου, Bekker, I. (ed.), Theophanes Continuatus, Joannes Cameniata, Symeon Magister, Georgius Monachus (CSHB, Bonn 1838), 462.5-11.

Ο Νικηφόρος Φωκάς ανακαταλαμβάνει την Κρήτη (960-961):
Τούτῳ τῷ ἔτει Νικηφόρον μάγιστρον τὸν Φωκᾶν, δομέστικον ἤδη προβεβλημένον τῶν σχολῶν τῆς ἀνατολῆς παρὰ Κωνσταντίνου τοῦ βασιλέως, καὶ πολλὰ τρόπαια στήσαντα κατὰ τῶν ἑῴων Σαρακηνῶν, καὶ τόν τε τῆς Ταρσοῦ ἀμηρᾶν Καραμώνην καὶ Χαμβδᾶν τὸν τοῦ Χάλεπ καὶ τὸν Τριπόλεως Ἰζὴθ ὁλοσχερῶς ταπεινώσαντα, πέμπει κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν, πλῆθος ἐπιλέκτων στρατιωτῶν ἐπιδοὺς αὐτῷ καὶ στόλον κατηρτισμένον καλῶς. ἐν τῇ νήσῳ δ’ οὗτος περαιωθείς, καὶ κατὰ τὴν πρώτην ἀπόβασιν παροῦσι καὶ κωλύουσι συμπλακεὶς τοῖς Ἀγαρηνοῖς καὶ τούτους τρεψάμενος, αὐτός τε ἀσφαλῶς ἀπέβη καὶ τὸν στρατὸν ἀπεβίβασεν ἀκινδύνως. χάρακά τε οὖν ἐπήξατο καρτερόν, τάφρῳ βαθείᾳ καὶ σταυρώμασι καὶ πασσάλοις τοῦτον κατοχυρώσας, καὶ τὸν στόλον ἐν ὅρμοις γαληνοτάτοις ὁρμίσας καὶ πάντα καταστησάμενος κατὰ τὸ ἀσφαλὲς ἐνεργῶς ἥπτετο τῆς πολιορκίας τῶν ἐν τῇ νήσῳ πόλεων, καὶ δι’ ὅλων ἑπτὰ μηνῶν πάσαις μηχαναῖς πολιορκητικῶν ὀργάνων χρησάμενος καὶ τὰ τείχη καταστρέφων τάς τε πόλεις καὶ τὰ φρούρια ἐχειρώσατο. τῇ ἑβδόμῃ δὲ τοῦ Μαρτίου μηνός, τῆς τετάρτης ἰνδικτιῶνος, καὶ τὴν πασῶν ὀχυρωτέραν πόλιν, ἣν ἐγχωρίως Χάνδακα ἐκάλουν, πεπορθηκώς, καὶ τὸν ἀμηρεύοντα τῆς νήσου Κουρούπην ὄνομα λαβὼν αἰχμάλωτον καὶ Ἀνεμᾶν τὸν μετ’ αὐτὸν ἐν τῇ νήσῳ πρωτεύοντα, καὶ τὴν νῆσον ὅλην δουλωσάμενος, ἔμελλε μὲν ἐπὶ πλείονα προσμεῖναι χρόνον καὶ τὰ κατ’ αὐτὴν καταστήσεσθαι, φήμης δὲ κρατούσης, ὡς ὁ μέλλων κατασχεῖν αὐτὴν ῾Ρωμαῖος ἀνὴρ ἐξ ἀνάγκης βασιλεύσει ῾Ρωμαίων, ἅμα τῷ γνωσθῆναι τὴν τῆς νήσου κατάσχεσιν ταῖς τοῦ Ἰωσὴφ ὑποθήκαις ἀποστείλας ὁ ῾Ρωμανὸς προσεκαλέσατο τὸν Νικηφόρον ἐκεῖθεν.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 249.24-250.47.

Ο ιστορικός Λέων Διάκονος περιγράφει τη δράση του Λέοντος Φωκά εναντίον των Ούγγρων:
ὁ δὲ αὐτοκράτωρ ῾Ρωμανὸς, τὴν ἔφοδον τούτου αἰσθόμενος καὶ τὴν ὕπαιθρον καὶ βιαίαν καταδρομὴν, Λέοντα τὸν Φωκᾶν, ὁμαίμονα τοῦ Νικηφόρου τελοῦντα, καὶ τῶν τῆς Εὐρώπης στρατιωτικῶν καταλόγων κατάρχοντα (Δομέστικον δύσεως ῾Ρωμαῖοι τὴν τοιαύτην ἀρχὴν ὀνομάζουσι), τῷ Χαμβδᾶν ἀντίξουν ἐκπέμπει· ἄνδρα γενναῖον καὶ νεανικὸν, φρενήρη τε διαφερόντως, καὶ τὸ ξυνοῖσον ἐν περιστάσεσιν ἐπιφράσασθαι πάντων, ὧν ἴσμεν, ἐπιβολώτατον· ᾧ θεία τις, οἶμαι, κατὰ τὰς μάχας συνεμάχει ῥοπὴ, ἅπαν τὸ ἀντίπαλον καταστρεφομένη καὶ τιθεῖσα ὑπόσπονδον. Πολλῶν γὰρ αὐτῷ συῤῥαγέντων πολέμων παρὰ τὸν τῆς στρατηγίας καιρὸν, οὐδέποτε τοῦ ἀντικαθισταμένου ἀπῆλθε μειονεκτῶν, ἀλλ’ ἀεὶ τὸ πλέον τῆς νίκης ἀποφερόμενος. τῷ τοι καὶ Σκυθικῆς στρατιᾶς τὸν Ἴστρον περαιωθείσης τὸ κατ’ ἐκεῖνο καιροῦ (Οὕννους τὸ ἔθνος κατονομάζουσιν), ἐπεὶ μὴ οἷός τε ἦν ὁ στρατηγὸς Λέων ἐξ ἀντιπάλου ταύτῃ συμπλέκεσθαι, ὑπεράριθμον ἐπαγαλλομένης τὸ πλῆθος τῆς φάλαγγος, σπανίζουσαν αὐτὸς καὶ οὐκ ἀξιόμαχον ἴλην στρατιωτῶν ἐπαγόμενος, ἔγνω μὴ ἐς προῦπτον κίνδυνον φέρων ἐνσεῖσαι αὑτόν τε καὶ τοὺς συνεπομένους, λαθραίως δὲ μᾶλλον τοῖς Σκύθαις ἐπιπεσεῖν, καί τι γενναῖον δρᾶσαι καὶ ἀνδρικὸν, καὶ δόξαν εὐκλεᾶ σφετερίσασθαι. ἄρτι γοῦν διὰ τῶν δρυμῶν κρύβδην παραδραμὼν, καὶ τὴν ἔπαυλιν τῶν Οὕννων ἐξ ἀπόπτου περιαθρήσας, καὶ τὸ πλῆθος ἐς τὸ ἀκριβὲς κατασκοπήσας, ἀωρὶ τῶν νυκτῶν τριχῇ διαιρήσας τὴν φάλαγγα, ἐπῄει τοῖς Σκύθαις, καὶ τοσοῦτον φόνον αἰφνίδιον εἰσπεσὼν ἐν μικρᾷ καιροῦ ῥοπῇ ἀπειργάσατο, ὡς εὐαριθμήτους ἐκ τοῦ ἀμυθήτου πλήθους διαφυγεῖν.

Λέων Διάκονος, Ιστορία, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), 18.9-19.12.

Ο Λέων Φωκάς αποκρούει αραβική επιδρομή (960):
ἔτι δὲ τοῦ Νικηφόρου τῇ Κρήτῃ ἐνδιατρίβοντος, ἵνα μὴ τὴν ἑῴαν κατατρέχοιεν οἱ τῆς ἀνατολῆς Ἄραβες, καὶ μᾶλλον Χαμβδᾶν ὁ τοῦ Χάλεπ ἀμηρᾶς, πολεμικὸς ὢν καὶ τῶν ἄλλων δραστηριώτερος, Λέοντα τὸν Φωκᾶν τὸν τοῦ Νικηφόρου ἀδελφὸν μάγιστρον τιμήσας ὁ ῾Ρωμανὸς τὴν τοῦ δομεστίκου διακονίαν διέπειν ἀπέστειλεν. οὗτος δὲ διαπεράσας καὶ τῷ Χαμβδᾶν συναντήσας ἔν τινι χωρίῳ Ἀδρασσῷ λεγομένῳ τρέπεται τοῦτον κατὰ κράτος καὶ ἀφανισμῷ παραδίδωσι, τῶν μὲν ἐν τῇ προσβολῇ πεσόντων οὐδ’ ἀριθμῷ καθυποβληθηναι δυναμένων, τῶν δὲ ἁλόντων καὶ ἐν τῇ πόλει πεμφθέντων τοσοῦτον ἦν τὸ πλῆθος, ὡς πληρῶσαι δούλων καὶ τὰς ἀστικὰς οἰκίας καὶ τοὺς ἀγρούς. μόνος δὲ ὁ τούτων ἀρχηγὸς Χαμβδᾶν σὺν ὀλίγοις λίαν τὸν κίνδυνον διαδρὰς εἰς τὰ οἰκεία ἤθη ἀνεκομίσθη. εἰσελθόντα δὲ τὸν Λέοντα μάλα φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο ἐπινικίοις τε θριάμβοις τετίμηκε καὶ γερῶν τῶν κατ’ ἀξίαν ἠξίωσε τιμήσας καὶ προβιβάσας καὶ πάντας τοὺς σὺν αὐτῷ ἀριστεύσαντας.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 250.47-61.

Η κατάληψη της εξουσίας από το Νικηφόρο Φωκά, όπως περιγράφεται στο έργο του Ιωάννη Σκυλίτζη:
οὔπω παρῆλθεν ὁλόκληρος ἡμέρα, ἀφ’ οὗ τοῦτο εἴρηκε (κυριακὴ γὰρ ἦν, ἐννάτην ἄγοντος τοῦ Αὐγούστου μηνός), καὶ τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας Βασίλειος ὁ Κωνσταντίνου τοῦ βασιλέως παρακοιμώμενος, δυσμενὴς καὶ ἔχθιστος ὢν τῷ Ἰωσήφ, τοῖς ἑαυτοῦ φίλοις καὶ συγγενέσι τοὺς οἰκείους μίξας θεράποντας κατὰ πολλὰ μέρη τῆς πόλεως πέπομφεν εἰς τοὺς οἴκους τῶν ἀντιπραττόντων αὐτῷ. καὶ ἀπὸ πρώτης ὥρας τῆς δευτέρας ἡμέρας μέχρις ἕκτης κατέστρεψαν καὶ ἐξηδάφισαν οἰκίας πλείστας τῶν πολιτῶν, ὧν ἐπισημοτέρα ἦν ἡ τοῦ Ἰωσήφ. οὐ γὰρ μόνον τῶν ἀντιβαίνειν δοκούντων ἐμφανῶν καὶ πολιτικῶν ἀνδρῶν, ἀλλὰ καὶ πολλῶν ἄλλων εὐτελεστέρων, ὧν οὐκ ἀριθμητὸν τὸ πλῆθος, οἰκίαι κατεσκάφησαν. ᾧ γάρ ποτε διαφορὰ μετά τινος ἦν, πλῆθος ἀτάκτων μεθ’ ἑαυτοῦ ἐπαγόμενος, μηδενὸς κωλύοντος, τοῦτον ἠφάνιζε. πολλοὶ δ’ ἐν τῇ τοιαύτῃ ἀταξίᾳ καὶ ἄνθρωποι ἐφονεύθησαν. ταῦτα δὲ ποιοῦντες ἐν τε ταῖς πλατείαις τῆς πόλεως λεωφόροις ἔν τε ταῖς ἀγοραῖς ἔν τε τοῖς στενωποῖς Νικηφόρον ἀνευφήμουν καλλίνικον. τοῦτο τὸ ἔργον ἐξάγει μὲν τῆς μεγάλης ἐκκλησίας Βάρδαν τὸν πατέρα τοῦ Φωκᾶ, φυγάδα οἰκτρὸν καὶ ὅσον οὐδέπω τὸν κίνδυνον ἐκδεχόμενον, Ἰωσήφ τε τὸν παρακοιμώμενον, τὸν πρὸ τοῦ μεγάλα φυσῶντα καὶ ἐπαιρόμενον, εἰς αὐτὴν ἀντεισάγει ἱκέτην ἐλεεινὸν καὶ τὴν ἑαυτοῦ σωτηρίαν ἀμφίβολον ἔχοντα. οἱ δὲ περὶ τὸν παρακοιμώμενον Βασίλειον τριήρεις καταρτίσαντες καὶ τὸν βασιλικὸν εἰληφότες δρόμωνα μετὰ παντὸς τοῦ στόλου περαιούνται ἐν Χρυσοπόλει, καὶ τὸν Νικηφόρον ἐκεῖθεν ἀναλαβόμενοι ἄγουσιν εἰς τὸ Ἕβδομον, αὐτόθεν τε αὐτοί τε καὶ πᾶς ὁ δῆμος τῆς πόλεως μετ’ εὐφημιῶν καὶ κρότων καὶ σαλπίγγων καὶ κυμβάλων δημοσίας γενομένης προόδου διὰ τῆς Χρυσῆς πόρτης εἰσάγουσιν εἰς τὴν βασιλίδα.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 257.35-259.60.

Ο Λέων Διάκονος μνημονεύει το θάνατο του καίσαρα Βάρδα Φωκά (φθινόπωρο 969):
κατὰ ταύτας δὲ τὰς ἡμέρας συνέβη καὶ τὸν Καίσαρα Βάρδαν, τὸν τοῦ αὐτοκράτορος Νικηφόρου πατέρα, τοῦ βίου μεταναστῆναι, ὑπὲρ τὰ ἐννενήκοντα ἔτη διαβιώσαντα, κἀν τοῖς στρατιωτικοῖς καταλόγοις ἐξ αὐτῆς ἥβης καταγηράσαντα, καὶ πολλὰ τρόπαια καὶ νίκας ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ἀναδησάμενον. ὃν ἐπένθησεν ὁ βασιλεὺς τεθνηκότα, ὡς τὸ εἰκὸς, ἐκ τῶν ἀνακτόρων τε καὶ μέχρι τῆς ἑστίας αὐτοῦ κατὰ μεσημβρίαν κειμένης τοῦ ἄστεος, πρὸς τὸ κάταντες τῆς ἐπὶ θάλασσαν φερούσης ὁδοῦ, ἵνα ὁ τῆς Σοφίας λιμὴν ἥπλωται, τὸν τούτου νεκρὸν προέπεμψε, καὶ τῇ σορῷ περιέστειλε.

Λέων Διάκονος, Ιστορία, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), 83.16-84.2.

Έπαινος του Νικηφόρου Β΄ Φωκά από το Λέοντα Διάκονο:
τοιαύτην μὲν δὴ Νικηφόρος ὁ αὐτοκράτωρ τὴν τοῦ βίου εὗρε καταστροφὴν, πάντα μὲν τὸν τῆς ζωῆς χρόνον πεντήκοντα καὶ ἑπτὰ ἔτη διαβιοὺς, ἓξ δὲ καὶ μόνους ἐνιαυτοὺς πρὸς μησὶ τέσσαρσι τὴν τῆς βασιλείας ἰθύνας ἀρχήν· ἀνὴρ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ πᾶσαν ἀδηρίτως ὑπερβαίνων τὴν κατ’ αὐτὸν γενεὰν, ἐμπειρότατός τε καὶ δραστικώτατος τὰ πολέμια, καὶ πρὸς πᾶσαν ἰδέαν πόνων ἀνένδοτος, καὶ σώματος ἀμείλικτος καὶ ἀκολάκευτος ἡδοναῖς· μεγαλόφρων τε καὶ μεγαλοφυὴς τὰ πολιτικὰ, ἐννομώτατα δικάζων, καὶ νομοθετῶν ἀσφαλῶς, καὶ μηδενὸς τῶν ἐν τούτοις κατατριβέντων ἡττώμενος· ἐν δὲ ταῖς εὐχαῖς καὶ ταῖς παννύχοις πρὸς Θεὸν στάσεσιν ἄκαμπτός τε καὶ ἀδαμάντινος, ἀμετεώριστον ἐν ταῖς ὑμνῳδίαις τὸν νοῦν συντηρῶν, καὶ πρὸς τὰ μάταια μηδόλως ῥεμβόμενον. ἐλάττωμα δὲ τοῦτο προσῆπτον οἱ πολλοὶ τῷ ἀνδρὶ, ὅτι τε ἀπαρεγχείρητον ἐβούλετο πρὸς ἁπάντων συντηρεῖσθαι τὴν ἀρετὴν, καὶ μὴ παραχαράττεσθαι τὴν τοῦ δικαίου ἀκρίβειαν. διὸ καὶ ἀπαραίτητος ἦν εἰς τὴν τούτων ἐκδίκησιν, καὶ τοῖς ὀλισθαίνουσιν ἀδυσώπητος καὶ φορτικὸς ἐδόκει, καὶ ἐπαχθὴς τοῖς ἀδιάφορον ἀντλεῖν τὸν βίον ἐθέλουσιν. ἐγὼ δέ φημι, ὡς εἰ μή τις κατὰ ῥοῦν φερομένοις τοῖς πράγμασι βάσκανος νεμεσήσασα τύχη τὸν ἄνδρα τοῦτον ταχὺ τοῦ βίου ἀπήγαγε, μεγίστη ἂν ἡ τῶν ῾Ρωμαίων ἡγεμονία καὶ οἵαν οὐκ ἄλλοτε εὔκλειαν ἀπηνέγκατο.

Λέων Διάκονος, Ιστορία, Hase, C.B. (επιμ.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), 89.12-90.8.

Η πτώση των Φωκάδων μετά τη δολοφονία του Νικηφόρου Β΄:
ὃς εὐθὺς τὴν ἐπιτροπὴν εἰληφὼς τῶν πραγμάτων πάντας τοὺς εὔνοιαν τῷ Νικηφόρῳ φυλάττοντας ἐκ μέσου πεποίηκε, Λέοντα μὲν τὸν κουροπαλάτην ἐν Λέσβῳ περιορίσας καὶ Νικηφόρον βέστην τὸν τούτου υἱὸν ἐν τῇ Ἴμβρῳ, Βάρδαν δὲ τὸν νεώτερον δοῦκα τότε Χαλδίας καὶ Κολωνείας τυγχάνοντα τὴν ἀρχὴν ἀφελόμενος ἐν Ἀμασείᾳ παρέπεμψε γράμμασι.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 284.9-14.

Η καταστολή της στάσης του Βάρδα Φωκά (970), όπως περιγράφεται από το Σκυλίτζη:
πάσης δὲ βοηθείας ἔρημος οὗτος ἀπολειφθεὶς καὶ ἀνίᾳ βαπτισθεὶς καὶ λύπῃ κατὰ τῶν παρακινησάντων, εἶτα προδεδωκότων, κατηνέχθη πρὸς ὕπνον ἤδη νυκτὸς ἐπιστάσης. ἔδοξεν οὖν ὑπνώττων ἀγανακτεῖν καὶ ἀλύειν καὶ περὶ τῶν ἀδικησάντων διαλέγεσθαι τῷ θεῷ· «δίκασον κύριε», λέγων, «τοὺς ἀδικοῦντάς με». ἐν ᾧ δὲ ἔμελλε καὶ τὰ ἑπόμενα εἰπεῖν τοῦ ψαλμοῦ, ἤκουσε φωνῆς λεγούσης μὴ περαιτέρω προβῆναι. ἔφθασε γὰρ ὁ Σκληρὸς προειληφέναι τὸ ἐπίλοιπον τῆς ᾠδῆς. διαναστὰς οὖν σύντρομος, ὡς ἔγνω πάσης ἐλπίδος ὠλισθηκώς ὡς εἶχεν ἐξιππασάμενος μετὰ τῶν περὶ αὐτὸν πρὸς τὸ φρούριον ἔφευγε τὸν Τυροποιόν. γνωσθέντος δὲ τοῦ δρασμοῦ τῷ μαγίστρῳ Βάρδᾳ τῷ Σκληρῷ, ἱππεῖς ἀπεστέλλοντο εὔζωνοι καταταχῆσαι καὶ καταλαβεῖν αὐτὸν πρὸ τοῦ εἰς τὸ φρούριον εἰσελθεῖν. οἵτινες συντόνῳ χρησάμενοι τῇ διώξει καταλαμβάνουσιν αὐτὸν κατὰ τὸ πεδίον καὶ μέλλοντα ὅσον οὐδέπω ταῖς τοῦ φρουρίου προσεγγίζειν ὑπωρείαις. εἷς δὲ τούτων τόλμῃ προφέρων τῶν ἄλλων καὶ γενναιότητι, τοὔνομα Κωνσταντῖνος, Χάρων τὴν προσηγορίαν, τοὺς ἄλλους κατόπιν λιπὼν μετὰ συντονίας ἐπήρχετο τῷ Φωκᾷ, ὄπισθεν οὐραγοῦντι τῶν ἑαυτοῦ, καὶ ἤν τις ἐπίῃ δέξασθαι προθύμως παρεσκευασμένῳ. τοῦτον πόρρωθεν ἰδὼν καὶ γνωρίσας ὁ Χάρων ὕβρεσιν ἀσέμνοις καὶ ἀπρεπέσιν ἔβαλλεν, ἀγεννῆ καὶ ἄνανδρον ἀποκαλῶν, καὶ προσμένειν κελεύων μικρόν, ὥστε τὰ γέρα τῆς ἀποστασίας λαβεῖν. ὁ δὲ τῶν ὕβρεων ἐπακούων, καὶ ὅστις ὁ λέγων μὴ ἀγνοήσας, ἐπισχὼν τὸν χαλινὸν καὶ πρὸς ἐκεῖνον ἐπιστραφείς· «ἔδει σε, ὦ ἄνθρωπε», ἔφη, «τὸ ἀστάθμητον λογισάμενον τῆς τῶν ἀνθρώπων τύχης μὴ προσονειδίζειν, μηδ’ ἐπεμβαίνειν ἀνθρώπῳ ταῖς ἐξ αὐτῆς ἐπηρείαις ἠναγκασμένῳ, ἀλλ’ οἰκτείρειν μᾶλλον καὶ ἐλεεῖν τὸν δυστυχοῦντα ἐμέ, πατέρα μὲν ἐσχηκότα κουροπαλάτην, πάππον καίσαρα, θεῖον βασιλέα, δοῦκα δὲ καὶ αὐτὸν γεγονότα καὶ τοῖς ἀνωτάτω συναριθμηθέντα, νυνὶ δὲ ἐσχάτοις κακοῖς ὑποβεβλημένον καὶ ἀκληρήμασι». τοῦ δέ· «καλὰ ταῦτα, ὦ κακὴ κεφαλή, λέγεσθαι πρὸς παῖδας τοὺς δυναμένους ἀπατηθῆναι, ἐμὲ δὲ οὐ φενακίσεις τοῖς τοιούτοις σου λογυδρίοις», καὶ τὸν ἵππον μυωπίζοντος καὶ θρασύτερον προσιόντος, σπασάμενος ὁ Φωκᾶς τὴν ἐν τῇ ἐφεστρίδι παρῃωρημένην κορύνην καὶ ὑπαντιάσας παίει τοῦτον κατὰ τοῦ κράνους. καὶ αὐτὸν μὲν ἀποδείκνυσι νεκρὸν παραυτίκα, ἐμποδίσαι μὴ δυνηθείσης τῆς κόρυθος τῇ βίᾳ τῆς πληγῆς, ἐκεῖνος δὲ ἀποστρέψας τὸν χαλινὸν εἴχετο τῆς ὁδοῦ. οἱ δὲ διώκοντες κατόπιν ἐρχόμενοι καὶ ἔνθα ὁ Χάρων τεθνηκὼς ἔκειτο γενόμενοι, καὶ τῷ ἀνυποστάτῳ τοῦ πτώματος ἐκπληττόμενοι πάντες ἵστων τὴν δίωξιν, μηδενὸς τολμῶντος προσωτέρω ἰέναι, καὶ οὕτως ἀδείας λαβόμενος ὁ Φωκᾶς ἄνεισιν εἰς τὸ φρούριον. παρεγένετο μετὰ ταῦτα καὶ ὁ Σκληρός, συνεχῶς πρὸς ἐκεῖνον πέμπων, καὶ κήδεσθαι μεθ’ ὅρκων γράφων ὡς κηδεστοῦ (νύμφην γὰρ ἐπὶ τἀδελφῷ Κωνσταντίνῳ τὴν ἐκείνου εἶχεν ἀδελφὴν Σοφίαν) καὶ συμβουλεύων προσχωρῆσαι τῷ βασιλεῖ καὶ τὴν ἑαυτοῦ διὰ τῆς αὐτομολίας συμπάθειαν ἐπισπάσασθαι. ὅρκους λαβών, ὡς οὐδέν τι πείσεται φλαῦρον, παραδίδωσιν ἑαυτὸν τῷ Σκληρῷ σὺν τοῖς συνοῦσιν αὐτῷ. ὃν μηδὲν ἄλλο παθόντα κακόν, μόνον δὲ γενόμενον κληρικὸν ἐν τῇ νήσῳ Χίῳ ὑπερορίζει ὁ βασιλεύς.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 293.46-294.91.

Ο Σκυλίτζης αναφέρεται στο ξέσπασμα της στάσης του Βάρδα Φωκά (987):
Οἱ δὲ τῶν ῾Ρωμαίων μεγιστᾶνες μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς Βάρδας καί τινες σὺν αὐτῷ, ὅτι περ εἰς Βουλγαρίαν ἐκστρατεύσας ὑπερεῖδεν αὐτούς, μηδ’ ἐν Καρὸς λογισάμενος μοίρᾳ, ἄλλοι δὲ καὶ ἄλλοι δι’ ἄλλους προπηλακισμούς τε καὶ παροινίας, ὁ δὲ μάγιστρος Εὐστάθιος ὁ Μαλεΐνος διὰ τὸ ἀτίμως ἀπὸ τῆς εἰρημένης ἐκστρατείας ἀποπεμφθῆναι, συναθροισθέντες ἐν τῷ Χαρσιανῷ, κατὰ τὸν οἶκον τοῦ ῥηθέντος Μαλεΐνου, πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, τῆς πεντεκαιδεκάτης ἰνδικτιῶνος, Βάρδαν τὸν Φωκᾶν ἀνεῖπον βασιλέα, διάδημά τε περιθέντες αὐτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας γνωρίσματα.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 332.59-67.

Ο Λέων Διάκονος εξιστορεί τα γεγονότα της στάσης του Βάρδα Φωκά (987-989):
Μήπω δὲ τοῦ τοιούτου πάθους τελευταίως ὑπολωφήσαντος, Βάρδας Μάγιστρος ὁ Φωκᾶς κατὰ τῶν κρατοῦντων ἐτραχηλίασε, καὶ τὴν τῆς Ἀσίας ῾Ρωμαϊκὴν ὑπεποιήσατο δύναμιν, καὶ κατὰ θάλασσαν ἐπίνεια καὶ πτολίσματα πλὴν Ἀβύδου εἶλε· καὶ τριήρεις συχνὰς νεολκήσας, ἐφρούρει τὸν τοῦ Ἑλλησπόντου πορθμὸν, οὐκ ἐῶν τὰς φορτίδας ἀνάγεσθαι πρὸς τὴν βασιλεύουσαν· στρατιάν τε πλείστην, ἧς Λέων Μάγιστρος ὁ Μελισσηνὸς ἡγεῖτο, παρὰ τὴν ἤπειρον τῆς Ἀβύδου καθίδρυσε, τάς τε σφετέρας τριήρεις φρουροῦσαν, καὶ πολιορκοῦσαν τὴν Ἄβυδον. αὖθίς τε χάρακα καρτερὸν πρὸ τοῦ Βυζαντίου ἐπὶ τοῦ τῆς Χρυσῆς πόλεως λόφου ἔπηξεν, ἱππικὴν ὅτι πλείστην καὶ πεζικὴν στειλάμενος δύναμιν· ἀρχηγοὺς δὲ τῆς στρατιᾶς ταύτης τόν τε σύναιμον αὑτοῦ τὸν Πατρίκιον Νικηφόρον, καὶ Καλοκύρην Πατρίκιον, ᾧ ἐπίκλησις Δελφινᾶς προεστήσατο. τούτους ὁ αὐτοκράτωρ αὖθις Βασίλειος, μετὰ δυνάμεως ἀποχρώσης τὸν Βόσπορον περαιωθεὶς, ἐξ ἀντιπάλου μάχης ἐτρέψατο· καὶ ζωγρίας συνειληφὼς, τὸν μὲν Νικηφόρον καὶ ὁμαίμονα τοῦ Φωκᾶ πεδήτην ἀποφήνας, εἱρκτῇ συνέκλεισε· τὸν δέ γε Καλοκύρην τὸν Δελφινᾶν αὐτοῦ που παρὰ τὸν τῆς Χρυσοπόλεως λόφον, ἵνα καὶ ἡ σκηνὴ αὐτῷ ἐπήγνυτο, ἀνεσκολόπισε. Βάρδας δὲ ὁ Φωκᾶς, τὴν ἐν Χρυσοπόλει πανολεθρίαν τῆς στρατιᾶς διενηχηθεὶς, τήν τε τοῦ ὁμαίμονος σύλληψίν τε καὶ κάθειρξιν, καὶ τὴν τοῦ Δελφινᾶ ἐπὶ τοῦ ξύλου προσπαττάλευσιν, τὰς περὶ αὑτὸν δυνάμεις συνηθροικὼς, εἰς Ἄβυδον κάτεισι, τό, τε φρούριον τὸ ἐκεῖσε πειρώμενος πολιορκῆσαι, καὶ πρὸς τὴν Εὐρώπην διαπεράσαι, ὡς καὶ ταύτην ὑποποιήσαιτο. ὁ δὲ αὐτοκράτωρ Βασίλειος, τὴν ἐν Ἀβύδῳ κάθοδον τοῦ τυράννου ἐνωτισθεὶς, τὴν περὶ αὑτὸν στρατιὰν συναγηοχὼς, καὶ τὰς πυρφόρους τριήρεις ἐξαρτυσάμενος, ἀντίπαλος τούτῳ καθίσταται· καὶ, περαιωθεὶς τὸν Ἑλλήσποντον, ἐν τῷ πρὸ τῆς Ἀβύδου πεδίῳ τὴν βασίλειον σκηνὴν ἐπήξατο, ὁσημέραι τὰς φάλαγγας συντάττων καὶ ἐξασκῶν, καὶ γνωματεύων ὅτῳ τρόπῳ τῷ ἀποστάτῃ ἐπέλθοι. μιᾷ γὰρ τοιγαροῦν τῶν νυκτῶν ἐς λόχους συντάξας τὸ στράτευμα, διὰ τῆς παρὰ θάλασσαν ἀταρπιτοῦ τοῖς ἐναντίοις ἐπέθετο, καὶ, ἤδη τῆς ἡμέρας διαφαυούσης, τάς τε τριήρεις πάσας ἐνέπρησε, καὶ τοὺς ἐναντίους κατακαίνων οὐκ ἀνίει. Βάρδας δὲ ὁ Φωκᾶς, τῷ αἰφνιδίῳ τῆς ἀφίξεως καὶ ἐπιθέσεως τοῦ αὐτοκράτορος ἐκπλαγεὶς, ἀντιμέτωπος τοῦ χάρακος ἔξεισι· καὶ δῆτα κατὰ τὸ μεταίχμιον ἀντικαταστὰς, καὶ τοῦ ἵππου ἀθρόον κατενεχθεὶς, ξίφει τὸν αὐχένα ἐκκόπτεται. καὶ τὸ μὲν γιγαντῶδες τούτου σῶμα κατὰ τὴν Ἄβυδον τῇ γῇ κατορύττεται· ἡ δὲ κεφαλὴ, πρὸς τὴν βασιλεύουσαν ἐκπεμφθεῖσα καὶ τῷ δορατίῳ περιπαρεῖσα, κατὰ τὰς ἀγυιὰς θριαμβεύεται, καὶ τοῖς κατὰ τὴν Ἀσίαν ἐκπέμπεται στασιάζουσι. καὶ οὕτω τὰ τῆς ἀποστασίας εἰς σταθηρὰν γαλήνην μετεσκευάζετο.

Λέων Διάκονος, Ιστορία, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), 173.12-175.5.

Περιγραφή της στάσης του Νικηφόρου Φωκά (1022) στο ιστορικό έργο του Σκυλίτζη:
Γεωργίου δὲ τοῦ ἄρχοντος Ἀβασγίας τὰς πρὸς ῾Ρωμαίους ἀθετήσαντος συνθήκας καὶ τὰ ὅμορα κατατρέχοντος, ἔξεισι κατ’ αὐτοῦ ὁ βασιλεὺς πανστρατί, κατόπιν λιπὼν Νικηφόρον πατρίκιον τὸν Ξιφίαν καὶ Νικηφόρον πατρίκιον τὸν υἱὸν Βάρδα τοῦ Φωκᾶ. οἱ δὲ διὰ τὸ τῆς στρατείας ἀπολελεῖφθαι δεινοπαθήσαντες οὐ μικρῶς, λαόν, ὡς ἔτυχεν, ἠθροικότες ἀπό τε Καππαδοκίας καὶ ῾Ροδαντοῦ καὶ τῶν πέριξ χωρίων, ἀποστασίαν κινοῦσιν. οὗπερ ἀγγελθέντος τῷ βασιλεῖ ταραχὴ κατεῖχε τὴν παρεμβολὴν καὶ ἀγωνία, δεδοικυῖαν, μή πως ἐν μέσῳ Ἀβασγῶν τε καὶ τῶν ἀποστατῶν συνειλημμένοι (διεδίδοτο γὰρ καὶ λόγος, ὡς οἱ περὶ τὸν Ξιφίαν διεκηρυκεύσαντο περὶ τούτου πρὸς τὸν ἄρχοντα Ἀβασγίας) ἀνήκεστόν τι πάθωσιν. ὁ δὲ βασιλεὺς γράμματα πρός τε τὸν Ξιφίαν καὶ τὸν Φωκᾶν γράψας ἐξέπεμψε, παραγγείλας τῷ λαβόντι σπουδάσαι πάντα τρόπον λαθεῖν καὶ ἑκάστῳ ἀσυγγνώστως δεδωκέναι τὸ γράμμα. τοῦ δέ, ὡς ἐκελεύσθη, ποιήσαντος καὶ τὰς ἐπιστολὰς ἐγχειρίσαντος λεληθότως, ὁ μὲν Φωκᾶς εὐθὺς ὑπανέγνω τὴν ἑαυτοῦ τῷ Ξιφίᾳ, ἐκεῖνος δὲ τὴν ἑαυτοῦ ἀποκρύψας καὶ γράμμα δέξασθαι ὅλως ἀπαρνησάμενος ἐν μιᾷ τῶν ἡμερῶν καλεῖ τοῦτον ἐπὶ κοινολογίαν καὶ ἐλθόντα, λόχους ἔχων προευτρεπισμένους, ἀποκτίννυσι. καὶ ἡ ἐπισύστασις τῶν ἀποστατῶν εὐθὺς διεσκεδάσθη.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 366.32-367.50.

Ο Κωνσταντίνος Η΄ τυφλώνει το Βάρδα Φωκά, τελευταίο σημαντικό εκπρόσωπο της οικογένειας:
ἐγκοτῶν δὲ καὶ Βάρδᾳ πατρικίῳ τῷ ἐγγόνῳ τοῦ μαγίστρου Βάρδα τοῦ Φωκᾶ καί τισιν ἄλλοις, ῥάπτει διά τινος τῶν παρατρεφομένων συκοφαντῶν τυραννίδος ἐπίθεσιν κατ’ αὐτοῦ, καὶ εὐθὺς ἀποτυφλοῖ τοῦτον καὶ τοὺς συνδιαβληθέντας αὐτῷ.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), 372.70-73.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>