Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Bardas Phokas (Doux of Chaldia)

Συγγραφή : Stouraitis Ioannis (10/12/2003)
Μετάφραση : Velentzas Georgios

Για παραπομπή: Stouraitis Ioannis, "Bardas Phokas (Doux of Chaldia)",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=7372>

Βάρδας Φωκάς (Δούκας Χαλδίας) (6/7/2009 v.1) Bardas Phokas (Doux of  Chaldia) (15/7/2009 v.1) 

Παραθέματα

 

The Byzantine historian Leo the Deacon refers to the exile of Bardas Phokas (969-970):
τότε δὴ καὶ Βάρδαν, τὸν τοῦ Κουροπαλάτου Λέοντος υἱὸν, ἐν πατρικίοις τελοῦντα, καὶ τὴν τοῦ Δουκὸς ἀξίαν ὑπεζωσμένον, κἀν τοῖς τῆς Χαλδαίας ὁρίοις διατρίβοντα, τῆς ἀρχῆς παγανώσας, εἰς Ἀμάσειαν περιορίζει.
Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Corpus scriptorum historiae Byzantinae, Bonn 1828), p. 96, 8-11.

Description of the exile of Bardas Phokas (969-970) by the historian John Scylitzes:

ὃς εὐθὺς τὴν ἐπιτροπὴν εἰληφὼς τῶν πραγμάτων πάντας τοὺς εὔνοιαν τῷ Νικηφόρῳ φυλάττοντας ἐκ μέσου πεποίηκε, Λέοντα μὲν τὸν κουροπαλάτην ἐν Λέσβῳ περιορίσας καὶ Νικηφόρον βέστην τὸν τούτου υἱὸν ἐν τῇ Ἴμβρῳ, Βάρδαν δὲ τὸν νεώτερον δοῦκα τότε Χαλδίας καὶ Κολωνείας τυγχάνοντα τὴν ἀρχὴν ἀφελόμενος ἐν Ἀμασείᾳ παρέπεμψε γράμμασι.
John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis ScylitzaeSynopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), p. 284, 9-14.

The outset of Bardas Phokas' rebellion (970), as being described by Leo the Deacon:
Ἐν ᾧ δὲ ταῦτα Ἰωάννῃ τῷ βασιλεῖ κατὰ τῶν ῾Ρῶς διεσπούδαστο, Βάρδας ὁ Δοὺξ, ὁ τοῦ Κουροπαλάτου μὲν Λέοντος υἱὸς, Νικηφόρου δὲ τοῦ αὐτοκράτορος αὐτανεψιὸς, ἐς νεωτερισμὸν ἀσυμφανῶς ἀποκλίνας, ἐξ Ἀμασείας, καθ’ ἣν περιώριστο, φυγαδείᾳ ἐχρήσατο, Θεοδώρου Βάρδα τε καὶ Νικηφόρου, τῶν Πατρικίων καὶ αὐταδέλφων, ἐς τοῦτο συναραμένων αὐτῷ· οἳ ἐκ τῆς ἐνεγκαμένης αὐτοὺς Παρσακούτης ἐπίκλησιν εἰλήφεσαν Παρσακουτηνοὶ, ἐξάδελφοι τῷ Δουκὶ Βάρδᾳ τυγχάνοντες. τῆς οὖν Ἀμασείας ἀωρὶ τῶν νυκτῶν λαθρηδὸν ὁ Δοὺξ ἀποδρὰς, διὰ τῶν προετοιμασθέντων ἀμοιβαίων ἵππων ἐς τὴν τῆς Καππαδοκίας ἀφῖκτο Καισάρειαν. ἐνταῦθα δὴ ἐπὶ εὐαριθμήτοις ἡμέραις ἐναυλισάμενος, πλῆθος ἀπονενοημένων ἀνδρῶν ἐπ’ ἀποστασίαν ῥεπόντων συνειλόχει, τῶν ἐκ γένους αὐτῷ καὶ συνήθων μάλιστα συνεισρεόντων ὁσημέραι. καὶ γὰρ ταῖς καινοτομίαις ἐκτόπως οἱ ἄνθρωποι χαίρειν εἰώθεσαν, δόξης ὀνειροπολουμένης ἐλπίσι, τιμαῖς τε ἀξιωμάτων, καὶ χρημάτων διανομαῖς ὑπαγόμενοι. συνεκρότουν δὲ τὴν ἀποστασίαν, συναγηοχότες πάσῃ σπουδῇ τὰ στρατεύματα, οἵ τε ῥηθέντες Παρσακουτηνοὶ, καὶ Συμεὼν, ὃς γεωργὸς ἀμπέλων καθεστηκὼς, ἐκ τῆς ἐργασίας αὐτῆς τὸ ἐπώνυμον εἴληφεν, Ἀμπελᾶς κατονομασθείς· ἀνὴρ ἐξ ἀσήμων μὲν φὺς καὶ τῶν ἀγενῶν, ἀνδρείᾳ δὲ καὶ χειρῶν ἰσχύϊ μηδενὶ εἴκων τῶν ἐπ’ ἀλκῇ και ῥώμῃ μεγαλαυχουμένων ἀνδρῶν. ἐπεὶ δὲ ἱκανὸν ὁ Βάρδας περὶ αὑτὸν ἑώρα στίφος συνεῤῥυηκὸς, ὡς οἷόν τε εἶναι καὶ εἰς συνασπισμὸν ἀῤῥαγῆ παρατάττεσθαι, ἐξ ἀντιπάλου τε διαμιλλᾶσθαι τοῖς ἀντιπίπτουσι, τὸ μελαμβαφὲς παραιτησάμενος πέδιλον, τὸ ἐρυθρὸν παραυτίκα μετημφιάσατο, καὶ ῾Ρωμαίων αὐτοκράτωρ ἀναφανδὸν ἀνεῤῥήθη πρὸς τῶν συστασιωτῶν. χρημάτων οὖν διανομὰς ὑπισχνεῖτο, καὶ ἀξιωμάτων παρεῖχε τιμὰς, ταξιάρχους καὶ στρατηγοὺς προβαλλόμενος, ἀρχάς τε τὰς εὐκλεεῖς, ὅσας καὶ βασιλεὺς εἰώθει τοῖς εὔνοις φιλοτίμως προτείνεσθαι. συνεκρότει δὲ τὴν ἀποστασίαν καὶ Λέων Κουροπαλάτης, ὁ τοῦ Βάρδα τοκεὺς, ἐς μὲν τὴν νῆσον Λέσβον φρουρούμενος, διὰ Στεφάνου δὲ, τοῦ ἐπισκόπου Ἀβύδου, τοῖς Μακεδόσι χρήματα καὶ τιμὰς ὑπισχνούμενος, καὶ δέχεσθαι αὑτὸν ἐκ τῆς νήσου ἀναγόμενον προτρεπόμενος, καὶ συνεπιτίθεσθαι, καὶ συνεργάζεσθαι αὑτῷ τὴν τοῦ Ἰωάννου τῶν ἀνακτορίων καθαίρεσιν.
Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Corpus scriptorum historiae Byzantinae, Bonn 1828), pp. 112, 1-114, 6.

Scylitzes describes the escape from exile of Bardas Phokas (autumn 970):
Οὔπω τέλος εἶχε τῷ Σκληρῷ τὰ τοῦ Σκυθικοῦ πολέμου, οὐδὲ προσεγένετο τοῖς ῾Ρωμαίοις τὸν ἐκ τῆς μάχης ἀποπλύνασθαι λύθρον, καὶ γράμματα ἐφοίτων βασιλικὰ μετάκλητον ποιοῦντα ἐς βασιλέα τὸν μάγιστρον. ὃν ἀφικόμενον ἐς τὴν Ἀσίαν περαιωθῆναι κελεύει τὰ πρὸς τὸν προκείμενον ἀρκοῦντα ἀγῶνα εἰληφότα στρατεύματα. ἔτυχε γὰρ Βάρδας ὁ Φωκᾶς ἀποδρὰς ἐξ Ἀμασείας, ἣν οἰκεῖν κατεκέκριτο, μετὰ συγγενῶν καὶ φίλων καὶ συνήθων, μεθ’ ὧν ἀφανῶς συνωμόσατο τὴν ἐν Καππαδοκίᾳ καταλαβεῖν Καισάρειαν, κἀκεῖσε ἑταιρικὸν οὐκ ὀλίγον ἀθροίσας, ὧν ἦσαν ἔξαρχοι οἱ τοῦ πατρικίου Θεοδούλου παῖδες τοῦ Παρσακουτηνοῦ Θεόδωρος καὶ Νικηφόρος καί τις πατρίκιος ἄλλος Συμεὼν ὁ Ἀμπελᾶς, διάδημα περιθεὶς ἑαυτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας ἀνειληφὼς γνωρίσματα ἀποστασίαν κατὰ τοῦ βασιλέως κινῆσαι, τοῦ πατρὸς αὐτοῦ Λέοντος τοῦ κουροπαλάτου τοὺς μὲν ἀναπείσαντος δώροις εἰς τοῦτο, τοὺς δὲ ὑποσχέσεσιν ἀξιωμάτων καὶ κτήσεων, ὑπηρέτῃ πρὸς τοῦτο χρησαμένου τῷ τῆς Ἀβύδου ἐπισκόπῳ. ἐβούλετο δὲ καὶ αὐτὸς ἐκ τῆς Λέσβου διαπερᾶν λάθρᾳ σὺν τῷ υἱῷ Νικηφόρῳ εἰς τὰ ἐπὶ Θρᾴκην χωρία.
John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis ScylitzaeSynopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), pp. 291, 5-292, 21.

Leo the Deacon describes John I Tzimiskes' reaction to the rebellion of Bardas Phokas:
Ὁ δὲ βασιλεὺς, τὸν τοιοῦτον γνοὺς νεωτερισμὸν, διεταράχθη μὲν, ὡς τὸ εἰκὸς, ἀπτέρῳ δὲ τάχει τὸν ἐπίσκοπον Στέφανον ἐκ τῆς Ἀβύδου ἀναγαγὼν, τοῖς δικαστηρίοις ἐκδίδωσι. τῶν δὲ πραγμάτων ἐξελεγχθέντων και καταφανοῦς γεγονότος τοῦ δράματος, τὸν μὲν τῇ συνόδῳ τῶν ἐπισκόπων παρέπεμψεν, ἔκπτωσιν τῆς ἱερωσύνης ὑποστησόμενον. Λέοντα δὲ τὸν Κουροπαλάτην, καὶ Νικηφόρον, τὸν τούτου υἱὸν, τῇ τοῦ θανάτου ὑπαγαγόντων ψήφῳ τῶν δικαστῶν, ὁ βασιλεὺς, πρὸς τὸ φιλανθρωπότερον ἀποκλίνας, οὐκ ἔκτεινε· τὰς δὲ ὄψεις ἀμφοτέρων, κατὰ τὴν Λέσβον στείλας, ἐπήρωσε. καὶ ἡ μὲν τῷ Κουροπαλάτῃ πρὸς τὴν Εὐρώπην τότε μελετηθεῖσα διάβασις ἐς τοῦτο τὸ τέλος κατέληξε, τοιαύτην μὲν αὐτῷ τὴν ποινὴν προξενήσασα, συχνοὺς δὲ τῶν φίλων χρημάτων καὶ οἴκων στερήσασα, ὅσοι τὴν ἐκείνου συμβουλὴν ἐπὶ καθαιρέσει τοῦ βασιλέως προσήκαντο. ὁ δὲ Βάρδας, ἅπαξ ἀποκλίνας εἰς τυραννίδα, ἀπρὶξ εἴχετο ταύτης, τῇ τε περὶ αὑτὸν πολυχειρίᾳ γαυρούμενος, καὶ ταῖς φάλαγξι βρενθυνόμενος, καὶ ὅσον οὔπω τὴν τῆς βασιλείας κατάσχεσιν ὀνειροπολῶν. καὶ δῆτα τὴν Ἀσίαν κατατρέχων, τῶν μὴ σπενδομένων αὑτῷ πυρπολῶν τὰς οἰκίας, λείαν ἐτίθει Μυσῶν.
Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Corpus scriptorum historiae Byzantinae, Bonn 1828), p. 114, 7-25.

The activity of Bardas Skleros against Bardas Phokas (autumn 970) in the historical work of Leo the Deacon:
τῶν οὖν τοιούτων ἀπονενοημένων λόγων ὁ αὐτοκράτωρ Ἰωάννης ἐνωτισθεὶς, καὶ γνοὺς, ἀνίατα τὸν ἄνδρα νοσεῖν, ἠπειγμένον τε πρὸς διαρπαγὰς καὶ φόνους μετὰ τῶν ἐπισπομένων συνωμοτῶν ἀπηνῶς καὶ ἀφιλανθρώπως χωρεῖν, συνεῖδε, μηκέτι διαμέλλειν ἢ ῥᾳθυμεῖν, ὡς μὴ τῇ τοιαύτῃ ῥᾳστώνῃ καιρὸν σχοίη τὸ τοῦ ἀποστάτου ἑταιρικὸν, καὶ πόλεις πορθεῖν, καὶ εἰς μείζονα ἐξολισθήσοι ἀπόνοιαν· ἀλλ’ ἐκ τῶν ἐνόντων, ὅποι παρείκοι, ἀντικαθίστασθαι κραταιῶς, καὶ τοὺς πελάτας ἀμύνεσθαι. Βάρδαν οὖν, τὸν κατ’ ἐπωνυμίαν Σκληρὸν, ἄνδρα λίαν ἐκτόπως νεανικὸν καὶ δραστήριον, οὗ τὴν σύναιμον Μαρίαν κοινωνὸν ἔσχε βίου τὸ πρόσθεν ὁ Ἰωάννης, κάλλει καὶ σωφροσύνῃ ἐς μέγα κλέους ἥκουσαν (ἔφθη δὲ ταύτην ὁ πικρὸς κατεργασάμενος θάνατος)· τοῦτον ἐν Μαγίστροις τελοῦντα καὶ τῶν ἐπὶ Θρᾴκης στρατευμάτων ἐπιστατοῦντα, καὶ τὴν τῶν ῾Ρῶς σφαδάζουσαν κατὰ τῶν ῾Ρωμαίων ἐπήλυσιν γενναίως ἀποτειχίζοντα, μετὰ τὴν ἀριστείαν, ἣν ἔναγχος ἀνεδήσατο τοὺς Σκύθας τρεψάμενος, ᾗπέρ μοι ἤδη δεδήλωται, μεταπεμψάμενος ὁ βασιλεὺς καὶ στρατηλάτην ἀνακηρύξας κατὰ τῶν στασιωτῶν, ἐς τὴν Ἀσίαν ἐξέπεμψεν· ἐντειλάμενος, εἰ οἷόν τε εἶναι, μὴ μιᾶναι τὴν γῆν, ὅτι μὴ πᾶσα ἀνάγκη, τῷ τῶν ὁμοφύλων αἵματι· ἀλλὰ τιμῶν ὑποσχέσεσι καὶ χρημάτων διανομαῖς καὶ πίστεσιν ἀπαθείας ὑπαγάγεσθαι τοὺς τῷ ἀποστάτῃ συναπαχθέντας. ἐνεχείριζε δὲ αὐτῷ καὶ τόμους, κατασεσημασμένους ἐκ χρυσοῦ σφραγῖσι βασιλικαῖς, οἷς ἐνεγέγραπτο ταξιάρχων καὶ στρατηγῶν καὶ Πατρικίων τιμαί. τούτοις ἐγκελευσάμενος δεξιοῦσθαι τοὺς γνωσιμαχοῦντας, καὶ ἀθετοῦντας τὴν τοῦ τυράννου αυθεντίαν, καὶ πρὸς τὴν τοῦ βασιλέως ἀποκλίνοντας δούλωσιν. ὁ δὲ Σκληρὸς, τὸν Βόσπορον περαιωθεὶς καὶ κατειληφὼς τὸ Δορύλαιον, ἐνταῦθα τὸν στρατὸν ἀνεκαλεῖτο, καὶ ἐς φάλαγγα καθίστη, καὶ ταῖς καθ’ ἡμέραν μελέταις ἐγύμναζεν. ἤδη δὲ καὶ ἀποχρῶσαν ὁρῶν τὴν ἐπισυναχθεῖσαν στρατιὰν, ὡς εἶναι ἱκανὴν ἐξ ἀντιπάλου παρατυχὸν τοῖς ἐναντίοις συμπλέκεσθαι, τῷ Δουκὶ Βάρδᾳ καὶ συγκηδεστῇ (ἀδελφὴν γὰρ τοῦ Φωκᾶ Κωνσταντῖνος Πατρίκιος, ὁ τοῦ Σκληροῦ σύναιμος, σύζυγον εἶχε) δηλοῖ ταῦτα.
Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Corpus scriptorum historiae Byzantinae, Bonn 1828), pp. 116, 16-118, 3.

John Scylitzes describes the activities of Bardas Skleros against Bardas Phokas (autumn 970):
διαβὰς δὲ ὁ Σκληρὸς τὴν Ἀσίαν κἀν τῷ Δορυλαίῳ γενόμενος πρῶτον μὲν ἀπεπειρᾶτο τοῦ Φωκᾶ και τῶν τούτῳ συναιρομένων, εἴ πως δυνηθείη αὐτοὺς ἀγαθῶν ὑποσχέσεσιν ἀποστῆναι πεῖσαι τῶν βεβουλευμένων (καὶ γὰρ δὴ καὶ παραγγελίαν εἶχεν ἐκ βασιλέως, ὡς ἀνυστὸν ἀγωνίσασθαι ἐμφυλίου αἵματος καθαρὰς διατηρῆσαι τὰς χεῖρας)· ὡς δ’ ἀνηνύτοις ἔγνω ἐπιχειρῶν (ἐθρασύνοντο γὰρ μᾶλλον, ἢ ἐχαυνοῦντο ταῖς πρεσβείαις οἱ ἀποστάται), ἔργου ἤδη ἅπτεσθαι ἔκρινε, καὶ τὸν στρατὸν ἀγείρας ἀπῄει πρὸς τὴν Καισάρειαν. ὅπερ οἱ σὺν τῷ Φωκᾷ ἐγνωκότες, καὶ τὸ ἐπ’ ἀδήλοις ἐλπίσιν ὀχεῖσθαι ἐάσαντες καὶ τὰ ἐν χερσὶ προτιμήσαντες, τὰς ἐκ τοῦ βασιλέως διδομένας αὐτοῖς δωρεὰς δεξάμενοι νυκτὸς ἐπιγενομένης αὐτομολοῦσι πρὸς τὸν Σκληρόν, πρῶτος μὲν ὁ Διογένης Ἀδράλεστος, εἶτα καὶ ὁ Ἀμπελᾶς καὶ οἱ τοῦ Θεοδούλου παῖδες, οἱ καὶ τὸ πᾶν τῆς ἀποστασίας προκαταρτύσαντες καὶ ἐφεξῆς τὸ λοιπὸν ἅπαν πλῆθος, ὡς μόνον ἀθρόον μετὰ τῶν ἑαυτοῦ θεραπόντων περιλειφθῆναι τὸν Φωκᾶν.
John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis ScylitzaeSynopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), pp. 292, 32-293, 46.

The disolution of the rebel army (end of autumn 970), as being described by Leo the Deacon:
Ταύτην ὁ Σκληρὸς Βάρδας ἀπειληφὼς τὴν γραφὴν, καὶ ἀπογνοὺς, ὡς οὐκέτι συμβουλίαις πείσει τὸν εἰς ἀπόνοιαν ἐκ προπετείας κατολισθήσαντα, τὴν στρατιὰν κατὰ ἴλας καὶ σπείρας διατάξας, τὴν ἐπὶ τὸ Διπόταμον ᾔει. ἐκεῖσε δὲ ἀφικόμενος, ἐς τὸ τοῦ Φωκᾶ Βάρδα κατασκόπους ἐξαπιναίως στέλλει στρατόπεδον, εἰς ἐπαιτούντων σχῆμα μετασκευάσας αὐτοὺς, δηλώσοντας τὰς βασιλικὰς ὑποσχέσεις καὶ ἀμνηστίαν τῶν τολμηθέντων τοῖς προηγουμένοις τῆς στρατιᾶς, καὶ προσέτι ἀπαγγελοῦντας, ὡς, εἰ μὴ τοῦ ἀποστάτου θᾶττον ἀποῤῥαγεῖεν, καὶ πρὸς βασιλέα σπείσοιντο, τὸν στρατηλάτην μετὰ τῆς ὁμαιχμίας ἐπιθήσεσθαι καιροφυλακήσαντα, καὶ ὡς ἀντιπάλοις χρήσασθαι. οἱ δὲ, τούτων ἐνωτισθέντες τῶν λόγων, καὶ τοῦ ἐπ’ ἀδήλοις σκιαμαχεῖν ταῖς τύχαις τὰς παρὰ τοῦ αὐτοκράτορος διδομένας τιμὰς ἑλέσθαι μᾶλλον συνοῖσον εἶναι σκεψάμενοι, νυκτὸς ἐπελθούσης, τῆς τοῦ Φωκᾶ διαστάντες ἑταιρίας, πρὸς τὸν στρατηλάτην ἀπηυτομόλησαν. ὧν οἱ προὔχοντες Ἀνδράλεστος ἦν ὁ Πατρίκιος, αὐτανεψιὸς τοῦ Φωκᾶ, καὶ ὁ Ἀμπελᾶς Συμεών. Βάρδας δὲ, τὸν τούτων δρασμὸν διαγνοὺς, καὶ ὅπως ἀπροφασίστως αὐτοῦ ἀπεῤῥάγησαν, ἤσχαλλεν, ὡς εἰκὸς, καὶ τοὺς ὑπολειφθέντας ἱκετείαις ἐξελιπάρει, μὴ καταπροδοῦναι λέγων αὐτὸν, καὶ ὃν συνίστορα Θεὸν καὶ ἔφορον τῶν ὅρκων πεποίηνται· ἀγωνίσασθαι δὲ μᾶλλον εἰς δύναμιν, καί οἱ δεινὰ πεπονθότι συνάρασθαι· οὐδὲ γὰρ τὸν Σκληρὸν, ἔφη, αὐτοῖς ἐξισχύειν συστάδην ἀντικαθίστασθαι, εἴγε μὴ νωθρῶς αὐτοὶ καὶ ἀνειμένως χωροῖεν ἐπὶ τὸ πολεμεῖν. καὶ ὁ μὲν ἐλιπάρει ταῦτα ποτνιώμενος· οἱ δὲ, καὶ αὖθις τοῦ στρατοπέδου ὑπεκρέοντες, τῷ στρατηλάτῃ Σκληρῷ προσετίθεντο.
Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Corpus scriptorum historiae Byzantinae, Bonn 1828), pp. 119, 21-120, 24.

Leo the Deacon describes the escape of Bardas Phokas to the Antigous stronghold:
λέγεται βαθείας ἄρτι νυκτὸς ἐνισταμένης, περιπαθῆ γενόμενον τὸν Φωκᾶν τῷ δρασμῷ τῶν συνωμοτῶν, ἀγρυπνεῖν καὶ ἀλύειν, εὐχαῖς τε τὸ θεῖον ἐξιλεοῦσθαι, τὸ Δαβιδικὸν ἐκεῖνο κατεπᾴδοντα λόγιον· Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με. αἰφνίδιον δὲ φωνὴν ἐξ ἀέρος ἐνηνεγμένην αὐτοῦ τὰ ὦτα περιβομβεῖν, μὴ περαιτέρω τοῦ ψαλμοῦ χωρεῖν διακελεύουσαν· ὡς τοῦ στρατηλάτου Βάρδα κατ’ αὐτοῦ τὰ τοιαῦτα τοῦ ψαλμοῦ προεξαιτήσαντος λόγια. ἐπιτρὶς δὲ αὐτῷ τῆς τοιαύτης ἐνηχηθείσης φωνῆς, θαμβηθῆναί τε τῷ καινῷ τοῦ χρησμοῦ, καὶ τῆς εὐνῆς διαναστῆναι περιδεῶς, καὶ τὴν τῆς ἕω φαῦσιν ἐκδέχεσθαι. Ἤδη δὲ τῆς ἡμέρας σταθερῶς διαυγαζούσης, τοῦ ἵππου ἐπιβῆναι καὶ διϊέναι τὸ στράτευμα, ἐρεῖσαί τε τοῖς πεδίλοις τὸν ὀφθαλμόν. ἐρείσαντι δὲ φαντασίαν γενέσθαι ἀλλόκοτον. δόξαι γὰρ οὐκ ἐρυθρὰ ταῦτα τυγχάνειν, ἀκραιφνῶς δὲ μελεμβαφῆ. ἐρέσθαι τε τοὺς ἀμφ’ αὐτὸν, ἀνθ’ ὅτου τὸν τοσοῦτον πλάνον καθυποσταῖεν, καὶ μὴ τὰ τῆς βασιλείας, ἀλλ’ ἰδιωτικὰ, αὐτῷ ἐπορέξειεν πέδιλα. τοὺς δὲ ἀποκρίνασθαι, τὰ κοκκοβαφῆ πέλειν, αὐτῷ δὲ ταῦτα κατανοεῖν ἀκριβῶς συνεβούλευον. τὸν δὲ ἐπιβαλεῖν τούτοις τὸν ὀφθαλμὸν, καὶ ἐρυθρὰ ταῦτα καταμαθεῖν, καθάπερ ἐτέλουν ἀνέκαθεν. τοῦτο δεύτερον ἀπαίσιον οἰωνὸν ὁ Φωκᾶς λογισάμενος τὸ τεράστιον, ὁρῶν δὲ καὶ τὴν στρατιὰν αὑτοῦ διίσταμένην καὶ ἀφηνιάζουσαν, ἔγνω παντὶ τρόπῳ διασώζειν ἑαυτόν. μέσων οὖν τῶν νυκτῶν τῶν οἰκειοτάτων τριακοσίους ἐς τὸ ἀσφαλὲς ὡπλισμένους ἀνειληφώς, λάθρα τοῦ χάρακος ἔξεισι, καὶ τὴν ἐπὶ τὸ τῶν Τυράννων φρούριον ἄγουσαν, ὃ Ἀντιγοὺς κέκληται, ᾔει· ὅπερ, τὸ τῆς τύχης παλίμβολον ὑφορώμενος, ἐκ πολλοῦ ἐκρατύνετο, σῖτον ἐν αὐτῷ καὶ παντοδαπὴν χιλὸν ἐπιδαψιλευσάμενος. ὁ δὲ χῶρος, ἵνα τῷ Φωκᾷ Βάρδᾳ ὁ συνασπισμὸς διαλέλυτο, Βαρδάηττα ἐκαλεῖτο ἀνέκαθεν. Βάρδας δὲ ὁ στρατηλάτης, τὸν δρασμὸν διαγνοὺς τοῦ Φωκᾶ, συνάμα λογάσιν ἐξιππασάμενος, ἔθει διώκων. ἀλλ’ αὐτοῦ μὲν διήμαρτεν, ἤδη τῷ φρουρίῳ ἀνασωθέντος· τῶν δὲ τούτου συνωμοτῶν ὅσους ζωγρίας εἴληφε, τῶν ὀφθαλμῶν ἀπεστέρησε, προστεταγμένον πρὸς βασιλέως ἔχων αὐτό. λέγεται δὲ τὸ χωρίον, ἵνα τοῖς ἀθλίοις τὸ τοιοῦτον συνέβη ἀτύχημα, Τυφλοβιβάρια ὀνομάζεσθαι.
Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Corpus scriptorum historiae Byzantinae, Bonn 1828), pp. 120, 24-122, 12.

The surrender of Bardas Phokas (end of autumn 970), as being described by Leo the Deacon:
Φωκᾷ δὲ ἐπειγομένῳ τηνικαῦτα ἐπὶ τὸ φρούριον, καὶ οὐραγοῦντι τῶν ἀμφ’ αὑτὸν, τῶν ἐπιτιθεμένων αὐτῷ τις ἐξιππασάμενος, θρασὺς καὶ ἀγέρωχος, ἐπῄει, ἐπανατείνων τὸ ξίφος μετ’ ἀπειλῶν, καὶ πλήττειν ἐπιχειρῶν. ὁ δὲ ἀπαλλάττεσθαι τὴν ταχίστην παρῄνει, τὰς κατασχούσας αὐτὸν τύχας εὐλαβηθέντα. δεῖν δὲ, θνητὸν ὄντα, τὸ ἄστατον πάντων ὑφορᾶσθαι τῶν πραγμάτων καὶ ἄπιστον, καὶ μὴ προστιθέναι κακοδαιμονοῦντος ἀνδρὸς τοῖς ἀλγήμασιν ἄλγημα. ἀρκεῖν γὰρ τὰ περιστοιχήσαντα τοῦτον δεινὰ, ἅτινα εἰς τοῦτο δυσπραγίας αὐτὸν περιήλασαν, ὡς φυγάδα νῦν καθορᾶσθαι τὸν τῆς ῾Ρωμαϊκῆς κατάρξαντα στρατιᾶς. ὁ δὲ, ὕθλον τηνάλλως τοὺς τοιούτους λόγους τιθέμενος, πλησιέστερον ᾔει, πλήττειν πειρώμενος. ὁ δὲ Βάρδας, τὴν παρῃωρημένην κορύνην μεταχειρισάμενος, αἰφνίδιόν τε συστραφεὶς, κατὰ τῆς κόρυθος παίει τὸν ἄνθρωπον· ὁ δὲ, αὐτῇ κυνῇ κατεαγεὶς τὸ κρανίον, ἄναυδος τῇ γῇ προσαράσσεται· καὶ οὕτως ἐς τὸ φρούριον ὁ Φωκᾶς διασώζεται. Βάρδας δὲ, ὁ στρατηλάτης καὶ Μάγιστρος, τὸ φρούριον κυκλωσάμενος, παρῄνει τῷ Φωκᾷ Βάρδᾳ τὴν εὐμένειαν τοῦ κρατοῦντος αἰτήσασθαι, καὶ τοῦ τειχίου κατιέναι ὡς τάχιστα. ὁ δὲ, ἐπεὶ ἐς ἀμηχανίαν ἐσχάτην καὶ δεινὴν ἀπορίαν συνείληπτο, πολλὰ γνωματεύσας καὶ λογισάμενος, ἔγνω ἐνδοῦναι τῇ τύχῃ, καὶ εἶξαι τοῖς κρατοῦσιν, εἰ ἀπάθειαν αὑτοῦ τε καὶ τῶν φιλτάτων λήψοιτο. παραυτίκα οὖν πίστεις ἐξαιτησάμενος, ὡς οὐδέν τι τῶν ἀηδῶν πείσεται, καὶ ταύτας πρὸς τοῦ Σκληροῦ εἰληφώς, κάτεισι τοῦ φρουρίου σὺν γυναικὶ καὶ τέκνοις. ὁ δὲ τούτους δεξάμενος ἀλύπως ἐφρούρει, ἀναφέρει τὰ ξυναχθέντα πρὸς βασιλέα, ἐρόμενος ὅ,τι δεῖ καὶ ποιεῖν. ὁ δὲ αὐτοκράτωρ Ἰωάννης ἐδήλου, τὸν μὲν τοῦ Φωκᾶ Βάρδαν, κληρικὸν ἀποκαρέντα, ἅμα συζύγῳ καὶ τέκνοις ἐν τῇ νήσῳ Χίῳ περιορίσαι.
Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Corpus scriptorum historiae Byzantinae, Bonn 1828), pp. 124, 22-126, 4.

Scylitzes describes the supression of Bardas Phokas' revolt (970):
πάσης δὲ βοηθείας ἔρημος οὗτος ἀπολειφθεὶς καὶ ἀνίᾳ βαπτισθεὶς καὶ λύπῃ κατὰ τῶν παρακινησάντων, εἶτα προδεδωκότων, κατηνέχθη πρὸς ὕπνον ἤδη νυκτὸς ἐπιστάσης. ἔδοξεν οὖν ὑπνώττων ἀγανακτεῖν καὶ ἀλύειν καὶ περὶ τῶν ἀδικησάντων διαλέγεσθαι τῷ θεῷ· «δίκασον κύριε», λέγων, «τοὺς ἀδικοῦντάς με». ἐν ᾧ δὲ ἔμελλε καὶ τὰ ἑπόμενα εἰπεῖν τοῦ ψαλμοῦ, ἤκουσε φωνῆς λεγούσης μὴ περαιτέρω προβῆναι. ἔφθασε γὰρ ὁ Σκληρὸς προειληφέναι τὸ ἐπίλοιπον τῆς ᾠδῆς. διαναστὰς οὖν σύντρομος, ὡς ἔγνω πάσης ἐλπίδος ὠλισθηκώς ὡς εἶχεν ἐξιππασάμενος μετὰ τῶν περὶ αὐτὸν πρὸς τὸ φρούριον ἔφευγε τὸν Τυροποιόν. γνωσθέντος δὲ τοῦ δρασμοῦ τῷ μαγίστρῳ Βάρδᾳ τῷ Σκληρῷ, ἱππεῖς ἀπεστέλλοντο εὔζωνοι καταταχῆσαι καὶ καταλαβεῖν αὐτὸν πρὸ τοῦ εἰς τὸ φρούριον εἰσελθεῖν. οἵτινες συντόνῳ χρησάμενοι τῇ διώξει καταλαμβάνουσιν αὐτὸν κατὰ τὸ πεδίον καὶ μέλλοντα ὅσον οὐδέπω ταῖς τοῦ φρουρίου προσεγγίζειν ὑπωρείαις. εἷς δὲ τούτων τόλμῃ προφέρων τῶν ἄλλων καὶ γενναιότητι, τοὔνομα Κωνσταντῖνος, Χάρων τὴν προσηγορίαν, τοὺς ἄλλους κατόπιν λιπὼν μετὰ συντονίας ἐπήρχετο τῷ Φωκᾷ, ὄπισθεν οὐραγοῦντι τῶν ἑαυτοῦ, καὶ ἤν τις ἐπίῃ δέξασθαι προθύμως παρεσκευασμένῳ. τοῦτον πόρρωθεν ἰδὼν καὶ γνωρίσας ὁ Χάρων ὕβρεσιν ἀσέμνοις καὶ ἀπρεπέσιν ἔβαλλεν, ἀγεννῆ καὶ ἄνανδρον ἀποκαλῶν, καὶ προσμένειν κελεύων μικρόν, ὥστε τὰ γέρα τῆς ἀποστασίας λαβεῖν. ὁ δὲ τῶν ὕβρεων ἐπακούων, καὶ ὅστις ὁ λέγων μὴ ἀγνοήσας, ἐπισχὼν τὸν χαλινὸν καὶ πρὸς ἐκεῖνον ἐπιστραφείς· «ἔδει σε, ὦ ἄνθρωπε,» ἔφη, «τὸ ἀστάθμητον λογισάμενον τῆς τῶν ἀνθρώπων τύχης μὴ προσονειδίζειν, μηδ’ ἐπεμβαίνειν ἀνθρώπῳ ταῖς ἐξ αὐτῆς ἐπηρείαις ἠναγκασμένῳ, ἀλλ’ οἰκτείρειν μᾶλλον καὶ ἐλεεῖν τὸν δυστυχοῦντα ἐμέ, πατέρα μὲν ἐσχηκότα κουροπαλάτην, πάππον καίσαρα, θεῖον βασιλέα, δοῦκα δὲ καὶ αὐτὸν γεγονότα καὶ τοῖς ἀνωτάτω συναριθμηθέντα, νυνὶ δὲ ἐσχάτοις κακοῖς ὑποβεβλημένον καὶ ἀκληρήμασι.» τοῦ δέ· «καλὰ ταῦτα, ὦ κακὴ κεφαλή, λέγεσθαι πρὸς παῖδας τοὺς δυναμένους ἀπατηθῆναι, ἐμὲ δὲ οὐ φενακίσεις τοῖς τοιούτοις σου λογυδρίοις,» καὶ τὸν ἵππον μυωπίζοντος καὶ θρασύτερον προσιόντος, σπασάμενος ὁ Φωκᾶς τὴν ἐν τῇ ἐφεστρίδι παρῃωρημένην κορύνην καὶ ὑπαντιάσας παίει τοῦτον κατὰ τοῦ κράνους. καὶ αὐτὸν μὲν ἀποδείκνυσι νεκρὸν παραυτίκα, ἐμποδίσαι μὴ δυνηθείσης τῆς κόρυθος τῇ βίᾳ τῆς πληγῆς, ἐκεῖνος δὲ ἀποστρέψας τὸν χαλινὸν εἴχετο τῆς ὁδοῦ. οἱ δὲ διώκοντες κατόπιν ἐρχόμενοι καὶ ἔνθα ὁ Χάρων τεθνηκὼς ἔκειτο γενόμενοι, καὶ τῷ ἀνυποστάτῳ τοῦ πτώματος ἐκπληττόμενοι πάντες ἵστων τὴν δίωξιν, μηδενὸς τολμῶντος προσωτέρω ἰέναι, καὶ οὕτως ἀδείας λαβόμενος ὁ Φωκᾶς ἄνεισιν εἰς τὸ φρούριον. παρεγένετο μετὰ ταῦτα καὶ ὁ Σκληρός, συνεχῶς πρὸς ἐκεῖνον πέμπων, καὶ κήδεσθαι μεθ’ ὅρκων γράφων ὡς κηδεστοῦ (νύμφην γὰρ ἐπὶ τἀδελφῷ Κωνσταντίνῳ τὴν ἐκείνου εἶχεν ἀδελφὴν Σοφίαν) καὶ συμβουλεύων προσχωρῆσαι τῷ βασιλεῖ καὶ τὴν ἑαυτοῦ διὰ τῆς αὐτομολίας συμπάθειαν ἐπισπάσασθαι. ὅρκους λαβών, ὡς οὐδέν τι πείσεται φλαῦρον, παραδίδωσιν ἑαυτὸν τῷ Σκληρῷ σὺν τοῖς συνοῦσιν αὐτῷ. ὃν μηδὲν ἄλλο παθόντα κακόν, μόνον δὲ γενόμενον κληρικὸν ἐν τῇ νήσῳ Χίῳ ὑπερορίζει ὁ βασιλεύς.
John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis ScylitzaeSynopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), pp. 293, 46, 9-294, 91.

11th c. scholar Michael Psellos analyses Bardas Phokas' decisive role in the supression of Bardas Skleros rebellion (978-979):

Διὰ ταῦτα οἱ ἐκείνων ἀνεψιαδεῖς πολέμους κατ’ αὐτοῦ σφοδροὺς ἀνερρίπισαν· καὶ πρῶτός γε ὁ Σκληρὸς, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, πλοῦτόν τε περιβεβλημένος, μέγα ἀρκοῦντα τυρράνῳ, καὶ δυναστείας ἔχων ἰσχὺν, πολέμους τε μεγάλους κατωρθωκὼς, καὶ τὸ στρατιωτικὸν ἅπαν συννεῦον ἔχων πρὸς τὸ ἐκείνου βούλημα. Οὗτος τοιγαροῦν πολλοὺς συναιρομένους ἔχων τῇ τυρρανίδι, πρῶτος τὸν κατὰ τοῦ Βασιλείου τεθάρηκε πόλεμον, καὶ πᾶσαν ἐπ’ αὐτῷ ἱππικήν τε καὶ πεζικὴν παρήλαυνε δύναμιν, καὶ ὡς ἐπὶ προκειμένῳ πράγματι τῇ βασιλείᾳ προῄει τεθαρρηκώς. Τὰ πρῶτα μὲν οὖν ἀπεγνώκεισαν οἱ περὶ τὸν βασιλέα τὰς σῳζούσας ἐλπίδας, τὴν ὁπλιτικὴν πᾶσαν ἰσχὺν τῷ Σκληρῷ ἐγνωκότες συρρεύσασαν· ἔπειτα δὲ συλλεξάμενοι ἑαυτοὺς καὶ περὶ τῶν ὅλων γνωσιμαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν, καὶ Βάρδαν τινὰ, εὐγενέστατον ἄνδρα καὶ γενναιότατον, τοῦ βασιλέως Νικηφόρου ἀδελφιδοῦν, ἀξιόμαχον περὶ τὸν τυραννήσαντα Σκληρὸν κρίναντες, τὰς καταλελειμμένας δυνάμεις φέροντες τούτῳ παρέδωσαν, καὶ τοῦ στρατοπέδου παντὸς ἡγεμόνα πεποιηκότες, ἀντιστησόμενον τῷ Σκληρῷ ἐκπεπόμφασιν. Ἐπεὶ δὲ καὶ περὶ τούτῳ οὐδὲν ἔλαττον τοῦ Σκληροῦ ἐδεδοίκεσαν, ἅτε βασιλείου τυγχάνοντι γένους, καὶ οὐδὲν σμικροπρεπῶς ἐννοησομένῳ περὶ αὑτοῦ, περιδύουσι μὲν τὸ πολιτικὸν τῆς περιβολῆς σχῆμα καὶ ὅσον οἶδεν ἡ τυραννὶς, τῷ δὲ τῆς ἐκκλησίας κλήρῳ ἐγκαταλέγουσιν, εἶτα δὴ καὶ φρικώδεσιν ὅρκοις καταλαμβάνουσιν τοῦ μὴ ἀποστασίας ἁλῶναί ποτε ἢ παραβάσεως τῶν ὠμοσμένων· οὕτω γοῦν αὐτὸν ἐξεγγυησάμενοι μετὰ πασῶν ἐκπεπόμφασι τῶν δυνάμεων. Ἦν δ’ ὁ ἀνὴρ οὗτος, ὡς ὁ λόγος ἔχει, τὴν μὲν γνώμην ἐς τὸν θεῖον ἀναφέρων καὶ βασιλέα, συννενεφὼς ἀεὶ καὶ ἐγρηγορὼς, καὶ πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανὸς, πολεμικῶν τε τεχνασμάτων οὐδενὸς ἀδαὴς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχίσεσι καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθὰς, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικώτερος ἐκείνου καὶ γενναιότερος· ὁ γάρ τοι πληγὴν παρ’ ἐκείνου δεξάμενος εὐθέως ἀφῄρητο τὴν ψυχήν· κἂν πόρρωθεν ἐπεβόησεν, ὅλην συνετάραττε φάλαγγα. Οὗτος τοιγαροῦν τὰς υπ’ αὐτὸν διελὼν δυνάμεις καὶ εἰς λόχους ἐγκατατάξας, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις τὴν ἀντικειμένην εἰς φυγὴν ἔτρεψε φάλαγγα, καὶ τοῦτο πλήθει τῶν ἀντιτεταγμένων· τοσοῦτον <δὲ> τῶν ἐναντίων ἐλάσσων ἐτύγχανεν ὢν, ὅσῳ τῇ τέχνῃ καὶ τοῖς στρατηγήμασι κρείττων ἐδόκει καὶ γενναιότερος. Ἐθάρρησαν γοῦν ποτε πρὸς ἀλλήλους καὶ οἱ τῶν ἀντικειμένων ἡγεμόνες ταγμάτων καὶ μονομαχῆσαι ἐκ συνθήματος εἵλοντο· καὶ μέντοιγε συνελάσαντες εἴς τι μεταίχμιον, εἶδόν τε ἀλλήλους καὶ ἐν συμβολαῖς εὐθὺς ἐγεγόνεισαν. Καὶ πρῶτός γε ὁ τυραννεύων Σκληρὸς, οὐκ ἐπισχὼν ἑαυτὸν τῆς ὁρμῆς, ἀλλ’ εὐθὺς νόμους ἀγωνίας παραβεβηκὼς, ὁμοῦ τε ἀγχοῦ τῷ Φωκᾷ ἐγεγόνει καὶ παίει τοῦτον ὡς εἶχε κατὰ κεφαλῆς, δυναμώσας τὴν χεῖρα τῇ φορᾷ τῆς ὁρμῆς· καὶ ὁ πεπληγὼς πρὸς τὸ ἀδόκητον τῆς πληγῆς βραχύ τι τοῦ χαλινοῦ γεγονὼς ἀκρατὴς, αὖθις συνηθροίκει τοὺς λογισμοὺς, καὶ κατὰ ταὐτοῦ μέλους τὸν πλήξαντα παίσας, τῆς πολεμικῆς ὁρμῆς ἔπαυσε καὶ φυγεῖν παρεσκεύασεν. Αὕτη τελεωτέρα κρίσις καὶ δημοτελεστέρα ἀμφοῖν ἔδοξε· καὶ ὁ Σκληρὸς τοῖς ὅλοις ἐξαπορηθεὶς, καὶ μήτε πρὸς τὸν Φωκᾶν ἀντιστῆναι ἔτι δυνάμενος, προσδραμεῖν τε τῷ βασιλεῖ αἰσχυνόμενος, βουλὴν βουλεύεται οὔτε συνετωτάτην οὔτε ἀσφαλεστάτην· ἀπάρας γὰρ ἐκ τῶν ῾Ρωμαϊκῶν ὁρίων εἰς τὴν τῶν Ἀσσυρίων μετὰ πασῶν αὐτοῦ τῶν δυνάμεων συνήλασε γῆν, καὶ δῆλον αὑτὸν καταστήσας Χοσρόῃ τῷ βασιλεῖ, εἰς ὑποψίαν ἐκίνησεν· οὗτος γὰρ τό τε πλῆθος φοβηθεὶς τῶν ἀνδρῶν, ἴσως δὲ καὶ ὑποπτεύσας τὴν ἀθρόαν ἔφοδον, δεσμώτας πεποιηκὼς ἐν ἀσφαλεῖ κατεῖχε φρουρᾷ.
Μιχαήλ Ψελλός, Χρονογραφία, Renauld, É. (ed.), Michel Psellos, Chronographie ou histoire dun siècle de Byzance (976-1077) 1 (Paris 1926), pp. 5, 1-9, 10.

John Scylitzes describes the recall from exile of Bardas Phokas and his operations against Bardas Skleros (978):

Ὁ δὲ παρακοιμώμενος τοῖς ὅλοις ἀπορηθείς (ἤδη γὰρ καὶ ὁ Σκληρὸς ἐπλησίαζε τῇ βασιλίδι) μίαν ἐγνώκει βοήθειαν ἀποχρῶσαν, Βάρδαν τὸν Φωκᾶν μεταπέμψασθαι τῆς ὑπερορίας, μόνον ἀξιόμαχον οἰηθεὶς τοῦτον ἀντίπαλον ἔσεσθαι τῷ Σκληρῷ. λόγου δὲ θᾶττον μεταπεμψάμενος καὶ ὅρκοις ἀσφαλισάμενος καὶ πλοῦτον παρεσχηκὼς δαψιλῆ καὶ τῷ τῶν μαγίστρων ἀξιώματι τιμήσας, δομέστικον προχειρίζεται τῶν σχολῶν καὶ κατὰ τοῦ Σκληροῦ ἐξίησιν. ὁ δὲ τὸν ὑπὲρ τῶν ὅλων ἀναδεξάμενος ἀγῶνα πρῶτον μὲν ἐπεχείρησεν ἀπὸ Θρᾴκης περαιωθῆναι εἰς Ἄβυδον. φυλάττοντος δὲ τὰ ἐν Ἑλλησπόντῳ χωρία ῾Ρωμανοῦ τοῦ υἱοῦ τοῦ Σκληροῦ, ἀποκρουσθεὶς ἐκεῖθεν ἐπάνεισιν εἰς τὴν βασιλίδα, ἐκεῖθέν τε πλοίου ἐπιβὰς καὶ τοὺς ἐναντίους λαθὼν πρὸς τὴν ἀντίπορθμον γίνεται γῆν, καὶ νυκτοπορίαις χρησάμενος ἄπεισιν εἰς Καισάρειαν, ἐκεῖσέ τε Εὐσταθίῳ μαγίστρῳ τῷ Μαλεΐνῳ καὶ Μιχαὴλ τῷ Βούρτζῃ συμπαίξας (ἔφθασε γὰρ καὶ αὐτὸς ἐκ μετανοίας τὰ τοῦ βασιλέως πάλιν ἑλέσθαι) μετ’ αὐτῶν πρὸς πόλεμον ἐξηρτύετο. καὶ δὴ λαόν, ὡς ὁ καιρὸς ἐδίδου, ἀθροίσας, καὶ τοὺς ἐκ τῆς φυγῆς ἐσκεδασμένους ἁλίσας, πρὸς τὸ Ἀμώριον γίνεται. καὶ ὁ Σκληρὸς δὲ τὴν τούτου ἔξοδον ἀκηκοώς, καὶ νῦν πρῶτον οἰηθεὶς τὸν ἀγῶνα ἔσεσθαι αὐτῷ πρὸς ἄνδρα πολεμιστὴν καὶ φέρειν εἰδότα γενναίως καὶ τακτικῶς τὰς πολέμου στροφάς, καὶ οὐχ, ὡς τὸ πρότερον, πρὸς ἀνδράρια ἐκτετμημένα θαλαμευόμενα καὶ σκιατραφῆ, ἄρας ἀπὸ Νικαίας πρὸς τὸ Ἀμώριον ἄπεισι, καὶ συναντήσας συμπλέκεται τῷ Φωκᾷ. οὐχ ὑποστάντων δὲ τῶν περὶ τὸν Φωκᾶν διὰ τὸ ταῖς προηγησαμέναις ἥτταις χαυνωθῆναι τὸν τῆς ἀνδρείας αὐτοῖς καὶ τόλμης τόνον, ἐπικρατέστερος γίνεται ὁ Σκληρός. οὐ μέντοι καὶ παντάπασιν ἐς ὑπαγωγὴν ἄκοσμον ἐσκέδαστο ἡ στρατιὰ τῷ Φωκᾷ, ἀλλ’ ὑποκλίνασα μὲν ἐνέδωκε, σχολαίαν δ’ ἐποιεῖτο τὴν ὑποχώρησιν, ὡς μὴ ὑπὸ δειλίας δοκεῖν ἐλαύνεσθαι, ἀλλ’ ἐξ ἐπιτάγματος ὑπείκειν στρατηγικοῦ μετ’ εὐκοσμίας καὶ τάξεως. καὶ γὰρ δὴ καὶ νῶτα δόντας τοὺς στρατιώτας καὶ πρὸς φυγὴν ὡρμημένους, ὄπισθεν οὐραγῶν ὁ Φωκᾶς τοὺς ἐπιόντας ἠμύνετο καὶ οὐ μετὰ σφοδροτάτης εἴα καὶ ῥύμης καὶ βίας προσφέρεσθαι. ἔνθα καὶ λέγεται Κωνσταντῖνον τὸν Γαυρᾶν μετὰ τῶν ἀμφ’ αὐτὸν τὸ φεῦγον διώκοντα φιλοτιμίᾳ χρησάμενον ἀκαίρῳ, καὶ μεγάλην εὔκλειαν ἕξειν οἰηθέντα, εἰ αἰχμάλωτος ὑπ’ αὐτοῦ γένοιτο ὁ Φωκᾶς, μυωπίσαντα τὸν ᾧ ἐπωχεῖτο ἵππον, μετὰ μεγίστης ὁρμῆς προσενεχθῆναι τῷ Φωκᾷ. ὃν οὗτος ἰδὼν καὶ ὅστις εἴη κατανοήσας, ἠρέμα τὸν ἵππον παρενεγκὼν καὶ ὑπαντιάσας παίει κορύνῃ κατὰ τῆς κόρυθος. καὶ ὁ μὲν λειποθυμήσας τῇ ἀνυποστάτῳ φορᾷ τῆς πληγῆς πίπτει παραυτίκα τοῦ ἵππου, ὁ δὲ Φωκᾶς ἀδείας μείζονος τυχὼν τῆς ἐπὶ τὰ πρόσω πορείας εἴχετο, σχολῇ καὶ βάδην ἰών, ἀλλ’ οὐκ ἀνειμένοις τοῖς χαλινοῖς. οἱ γὰρ σὺν τῷ Γαυρᾷ τὸν οἰκεῖον πεπτωκότα θεασάμενοι στρατηγὸν καὶ ἐπιμέλειαν τούτου τιθέμενοι ἀνῆκαν τὸν διωγμόν. ὁ δὲ Φωκᾶς ἅμα τοῖς σὺν αὐτῷ τὸν λεγόμενον Χαρσιανὸν κατειληφὼς κἀκεῖσε αὐλισάμενος ἐσκόπει τὸ μέλλον, τιμαῖς τε ταῖς ἐκ βασιλέως δεξιούμενος πολλοὺς προσφοιτῶντας καὶ τῶν συνόντων εὐεργεσίαις παραθερμαίνων τὰς προθυμίας. ἑπόμενος δὲ τούτῳ καὶ ὁ Σκληρός, καὶ περί τινα τόπον Βασιλικὰ θέρμα καλούμενον κατασκηνώσας, εἰς μάχην τὸν ὁμώνυμον ἐξεκαλεῖτο, ἀσπασίως δὲ καὶ τούτου δεξαμένου τὴν πρόκλησιν αὖθις ἑτέρα συνίσταται μάχη. καὶ χρόνον μέν τινα ἀντέσχον οἱ περὶ τὸν Φωκᾶν, αὐτοῦ τούτου παριππεύοντος ἁπανταχοῦ καὶ τῇ σιδηραίᾳ κορύνῃ τὰς τῶν ἐναντίων ῥηγνύντος φάλαγγας καὶ μύριον ἐργαζομένου φόνον. ὅμως δὲ καὶ πάλιν νῶτα δεδωκότες οἱ περὶ τοῦτον ἐτράπησαν.
John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis ScylitzaeSynopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), pp. 324, 32-325, 82.

Bardas Phokas supress Bardas Skleros' rebellion (979):

Ἐκεῖθεν οὖν ὁ Φωκᾶς, ὡς εἶχε, διὰ ταχέων ἄνεισιν εἰς τὴν Ἰβηρίαν, καὶ Δαβὶδ τῷ τῶν Ἰβήρων ἄρχοντι προσελθὼν εἰς ἐπικουρίαν ᾔτει στρατόν. τοῦ δὲ μετὰ προθυμίας ὑπηρετοῦντος (ἐφιλίωτο γὰρ τῷ Φωκᾷ, ἐξ ὅτου δοὺξ ἦν ἐν Χαλδίᾳ) λαὸν ἐκεῖθεν εἰληφὼς οὐκ ὀλίγον, ἀθροίσας δὲ καὶ τοὺς μετ’ αὐτοῦ ἐσκεδασμένους ὄντας ἐκ τῆς τροπῆς, κάτεισιν εἰς Παγκάλειαν, ἔνθα στρατοπεδευσάμενος ἦν ὁ Σκληρός. Τόπος δὲ ἡ Παγκάλεια πεδίον ἀναπεπταμένον τε καὶ ἱππήλατον, ἔγγιστά που τοῦ ποταμοῦ Ἅλυος κείμενος. καὶ γίνεται πάλιν καρτερὸς ἀγών. ἐνταῦθα τὸν ἑαυτοῦ λαὸν θεασάμενος ὁ Φωκᾶς κατὰ μικρὸν ἐνδιδόντα καὶ πρὸς φυγὴν βλέποντα, βέλτιον εἶναι κρίνας τὸν εὐκλεῆ θάνατον τῆς ἀγεννοῦς καὶ ἐπονειδίστου ζωῆς, τὰς τῶν ἐναντίων συγκόψας φάλαγγας πρὸς αὐτὸν μετὰ σφοδρότητος ἵεται τὸν Σκληρόν. εὐρώστως δὲ κἀκείνου τὴν αὐτοῦ ὑποδεξαμένου ὁρμήν, καὶ μηδενὸς τῶν στρατιωτῶν ἐπιβοηθοῦντος, ἀλλὰ τῷ τῶν ἀρχηγῶν ἀγῶνι βουλομένων κριθῆναι τὰ πράγματα (καὶ γὰρ δὴ καὶ ἐφαίνετο πάγκαλόν τι θέαμα καὶ κατάπληξιν τοῖς ὁρῶσιν ἐπάγον ἀνδρῶν δύο μονομαχία επ’ εὐτολμίᾳ καὶ ῥώμῃ ψυχῆς μέγα φρονούντων), ὑποστάντες ἀλλήλους συστάδην ἐμάχοντο. καὶ ὁ μὲν Σκληρὸς τοῦ ἵππου τοῦ Φωκᾶ τὸ δεξιὸν οὖς σὺν τῷ χαλινῷ παίσας ἀποκόπτει τῷ ξίφει. ὁ δὲ Φωκᾶς τῇ κορύνῃ πατάξας αὐτὸν κατὰ τῆς κεφαλῆς τοῦτον μὲν ἐπὶ τοῦ τραχήλου τοῦ ἵππου ῥιπτεῖ τῷ βάρει τῆς πληγῆς κατενεχθέντα, αὐτὸς δὲ τὸν ἵππον κεντρίσας καὶ τὰς τῶν ἐναντίων διατεμὼν φάλαγγας ἔξεισι, καὶ πρός τινα λόφον ἀνελθὼν τοὺς ἐκ τῆς τροπῆς ἀνεκαλεῖτο. οἱ δὲ περὶ τὸν Σκληρὸν κακῶς ἔχοντα τοῦτον θεασάμενοι ἐκ τῆς πληγῆς καὶ ἤδη λειποψυχοῦντα τῷ τραύματι ἐπί τινα πηγὴν ἄγουσι τὸν λύθρον ἀπονιψόμενον. ὑπώπτευον γὰρ καὶ τὸν Φωκᾶν τελείῳ ἤδη παραδοθῆναι ἀφανισμῷ. τοῦ ἵππου δὲ ἀποσκιρτήσαντος καὶ τὸν κατέχοντα ἀποδράντος καὶ διὰ τῶν στρατευμάτων ἐπιβάτου χωρὶς θέοντος ἀτάκτῳ ῥύμῃ, καὶ τῷ αἵματι πεφυρμένου (Αἰγύπτιον τὸν ἵππον ἐκάλουν), καὶ καταμαθόντες, οὗ τινος ὁ ἵππος, καὶ νομίσαντες τὸν ἑαυτῶν ἄρχοντα πεπτωκέναι, ἀκόσμως τρέπονται πρὸς φυγήν, κρημνοῖς καὶ Ἅλυϊ τῷ ποταμῷ ῥιπτοῦντες ἑαυτοὺς καὶ ἀκλεῶς ἀπολλύμενοι, μηδενὸς ὄντος τοῦ διώκοντος. τοῦτο κατιδὼν ὁ Φωκᾶς ἀπὸ τοῦ λόφου, καὶ θεῖον ἔργον εἶναι τὸ πράγμα, ὥσπερ ἦν εἰκός, ὑποτοπάσας, κάτεισι μετὰ τῶν συνόντων ἐπιδιώκων τοὺς φεύγοντας ὑπ’ ἀλλήλων συμπατουμένους καὶ ἀλκῆς ὅλως μὴ μεμνημένους, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ χειρούμενος. ὁ δὲ Σκληρὸς μετ’ ὀλίγων διασωθεὶς φεύγει πρὸς Μαρτυρόπολιν. ἐκεῖθεν δὲ πρεσβευτὴν ἐκπέμπει τὸν ἑαυτοῦ ἀδελφὸν Κωνσταντῖνον πρὸς Χοσρόην τὸν τῆς Βαβυλῶνος ἄρχοντα, ἐπικουρίαν καὶ συμμαχίαν αἰτῶν. παρέλκοντος δ’ ἐκείνου καὶ μήτε τῇ δόσει συντιθεμένου, μήτ’ ἀπαναινομένου, καὶ τοῦ Κωνσταντίνου χρονοτριβοῦντος, ἠναγκάσθη καὶ αὐτὸς ὁ Σκληρὸς μετὰ τῶν συνόντων ἁπάντων πρὸς Χοσρόην φοιτῆσαι.
John Skylitzes, Synopsis Historiarum, Thurn, I. (ed.), Ioannis ScylitzaeSynopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), pp. 326, 83-327, 29.

Leo the Deacon narrates the suppression of Bardas Skleros' revolt by Bardas Phokas (978-979):
Μετὰ γὰρ τὴν τοῦ αὐτοκράτορος Ἰωάννου ἐκδημίαν ἀπὸ τοῦ σώματος, Βάρδας Μάγιστρος ὁ κατ’ ἐπωνυμίαν Σκληρὸς, φιλαρχίαν καὶ ἀπληστίαν νοσῶν, ἀπάτῃ τε μετελθὼν καὶ φενακίσας τὸν πολὺν ὄχλον καὶ εὔκολον, ἀποστασίαν δεινὴν κατὰ τῶν κρατοῦντων ἐμελέτησεν· ἐπὶ τετραετῆ τε ἐνιαυτὸν τὴν Ἀσίαν κατέδραμε, χώρας πυρπολῶν καὶ πόλεις καταστρεφόμενος, τήν τε ῾Ρωμαϊκὴν δύναμιν, ἐξ ἀντιπάλου παρατάξεως ἀντιτασσομένην αὑτῷ, τρεπόμενος καὶ κατακαίων ὠμῶς· τοῦτο μὲν ὑπὸ τοῦ Πατρικίου Πέτρου καὶ στρατοπεδάρχου δημαγωγουμένην, ὅτε κατὰ τὴν Λάπαραν τὸ πεδίον (μεθόριον δὲ τοῦτο τῆς χώρας τῶν Ἀρμενίων) ἡ μάχη συνεκροτεῖτο, ὁπηνίκα καὶ αὐτὸς ὁ Πατρίκιος Πέτρος, δορατίῳ βληθεὶς καὶ τοῦ ἵππου κατενεχθεὶς, παρ’ αὐτὴν ἐξέπνευσε τὴν παράταξιν, πλείστων ὅτι τῶν ὑπασπιστῶν συναναιρεθέντων αὐτῷ· τοῦτο δὲ ὑπὸ Βάρδα Μαγίστρου τοῦ Φωκᾶ, ὃς πρὸς τῶν κρατοῦντων τὸ τοῦ Δομεστίκου τῶν Σχολῶν ὑποζωσάμενος ἀξίωμα, ἀντίπαλος τῷ Σκληρῷ κατὰ τὴν Παγκάλειαν παρετάξατο. ἱππήλατον τοῦτο πεδίον, τῷ Ἀμωρίῳ προσέγγιον. ὅπου δὴ καὶ παρὰ τὸ μεταίχμιον ῥάβδῳ κατὰ τοῦ κρανίου πληγεὶς ὁ Φωκᾶς, τοῦ ἵππου τε κατηνέχθη καὶ εἰς γῆν κατεβλήθη· καὶ κἂν ἥλω τῶν ἐναντίων καὶ ἀκλεῶς παραπώλετο, εἰ μὴ ὡς εἷς τῶν πολλῶν παρώφθη παρὰ τῶν δυσμενῶν, ἠγνοηκότων αὐτὸν, ἐπελθοῦσα δὲ ἡ νῦξ τοῦτον διέσωσεν. ὁ δὲ Σκληρὸς, ταῖς τοιαύταις νίκαις ἐπαρθείς τε καὶ φρενωθεὶς, ἀνυπόστατός τις καὶ ἀκαταγώνιστος ἐνομίζετο. ἐντεῦθεν τήν τε Νίκαιαν, καὶ Ἄβυδον, καὶ Ἀττάλειαν τῷ πολεμεῖν παρεστήσατο, καὶ τὴν τῆς Ἀσίας ἐπεποιήσατο ῾Ρωμαϊκὴν ἐπικράτειαν· καὶ πλείστας τριήρεις προσείληφε, καὶ θαλασσοκρατῶν μεγάλα τοὺς ἐμπόρους ἐσίνετο, καὶ αὐτὴν ἤδη τὴν βασιλεύουσαν, τὰς σιτηγοὺς φορτίδας οὐκ ἐῶν ἐς αὐτὴν ἀναπλέειν κατὰ τὸ πρότερον· ἕως οὗ ἐκ Βυζαντίου πυρφόροι νῆες πρὸς τῶν κρατοῦντων λαθραίως ἐξαπεστάλησαν. ἃς Βάρδας Μάγιστρος ὁ Παρσακουτηνὸς ἄγων, αἰφνίδιον τῇ Ἀβύδῳ προσορμισθεὶς, τάς τε τριήρεις τοῦ τυράννου κατέφλεξε, καὶ τὴν τῶν στρατιωτῶν κατηκόντισε φάλαγγα, καὶ τὸ φρούριον εἴληφεν. αὖθις τε ὁ Φωκᾶς, χεῖρα περὶ αὑτὸν πλείστην στρατιωτῶν ἠθροικὼς, τῷ Σκληρῷ ἐπιτίθεται, καὶ τοῦτον τρεψάμενος ἐν Ἐκβατάνοις πρὸς τοὺς Ἀγαρηνοὺς φυγεῖν παρεσκεύασεν.
Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Corpus scriptorum historiae Byzantinae, Bonn 1828), pp. 169, 14-170, 24.

Bardas Phokas' rebellion (978-979), as being described in the historical work of Leo the Deacon:
Μήπω δὲ τοῦ τοιούτου πάθους τελευταίως ὑπολωφήσαντος, Βάρδας Μάγιστρος ὁ Φωκᾶς κατὰ τῶν κρατοῦντων ἐτραχηλίασε, καὶ τὴν τῆς Ἀσίας ῾Ρωμαϊκὴν ὑπεποιήσατο δύναμιν, καὶ κατὰ θάλασσαν ἐπίνεια καὶ πτολίσματα πλὴν Ἀβύδου εἶλε· καὶ τριήρεις συχνὰς νεολκήσας, ἐφρούρει τὸν τοῦ Ἑλλησπόντου πορθμὸν, οὐκ ἐῶν τὰς φορτίδας ἀνάγεσθαι πρὸς τὴν βασιλεύουσαν· στρατιάν τε πλείστην, ἧς Λέων Μάγιστρος ὁ Μελισσηνὸς ἡγεῖτο, παρὰ τὴν ἤπειρον τῆς Ἀβύδου καθίδρυσε, τάς τε σφετέρας τριήρεις φρουροῦσαν, καὶ πολιορκοῦσαν τὴν Ἄβυδον. αὖθίς τε χάρακα καρτερὸν πρὸ τοῦ Βυζαντίου ἐπὶ τοῦ τῆς Χρυσῆς πόλεως λόφου ἔπηξεν, ἱππικὴν ὅτι πλείστην καὶ πεζικὴν στειλάμενος δύναμιν· ἀρχηγοὺς δὲ τῆς στρατιᾶς ταύτης τόν τε σύναιμον αὑτοῦ τὸν Πατρίκιον Νικηφόρον, καὶ Καλοκύρην Πατρίκιον, ᾧ ἐπίκλησις Δελφινᾶς προεστήσατο. τούτους ὁ αὐτοκράτωρ αὖθις Βασίλειος, μετὰ δυνάμεως ἀποχρώσης τὸν Βόσπορον περαιωθεὶς, ἐξ ἀντιπάλου μάχης ἐτρέψατο· καὶ ζωγρίας συνειληφὼς, τὸν μὲν Νικηφόρον καὶ ὁμαίμονα τοῦ Φωκᾶ πεδήτην ἀποφήνας, εἱρκτῇ συνέκλεισε· τὸν δέ γε Καλοκύρην τὸν Δελφινᾶν αὐτοῦ που παρὰ τὸν τῆς Χρυσοπόλεως λόφον, ἵνα καὶ ἡ σκηνὴ αὐτῷ ἐπήγνυτο, ἀνεσκολόπισε. Βάρδας δὲ ὁ Φωκᾶς, τὴν ἐν Χρυσοπόλει πανολεθρίαν τῆς στρατιᾶς διενηχηθεὶς, τήν τε τοῦ ὁμαίμονος σύλληψίν τε καὶ κάθειρξιν, καὶ τὴν τοῦ Δελφινᾶ ἐπὶ τοῦ ξύλου προσπαττάλευσιν, τὰς περὶ αὑτὸν δυνάμεις συνηθροικὼς, εἰς Ἄβυδον κάτεισι, τό, τε φρούριον τὸ ἐκεῖσε πειρώμενος πολιορκῆσαι, καὶ πρὸς τὴν Εὐρώπην διαπεράσαι, ὡς καὶ ταύτην ὑποποιήσαιτο. ὁ δὲ αὐτοκράτωρ Βασίλειος, τὴν ἐν Ἀβύδῳ κάθοδον τοῦ τυράννου ἐνωτισθεὶς, τὴν περὶ αὑτὸν στρατιὰν συναγηοχὼς, καὶ τὰς πυρφόρους τριήρεις ἐξαρτυσάμενος, ἀντίπαλος τούτῳ καθίσταται· καὶ, περαιωθεὶς τὸν Ἑλλήσποντον, ἐν τῷ πρὸ τῆς Ἀβύδου πεδίῳ τὴν βασίλειον σκηνὴν ἐπήξατο, ὁσημέραι τὰς φάλαγγας συντάττων καὶ ἐξασκῶν, καὶ γνωματεύων ὅτῳ τρόπῳ τῷ ἀποστάτῃ ἐπέλθοι. μιᾷ γὰρ τοιγαροῦν τῶν νυκτῶν ἐς λόχους συντάξας τὸ στράτευμα, διὰ τῆς παρὰ θάλασσαν ἀταρπιτοῦ τοῖς ἐναντίοις ἐπέθετο, καὶ, ἤδη τῆς ἡμέρας διαφαυούσης, τάς τε τριήρεις πάσας ἐνέπρησε, καὶ τοὺς ἐναντίους κατακαίνων οὐκ ἀνίει. Βάρδας δὲ ὁ Φωκᾶς, τῷ αἰφνιδίῳ τῆς ἀφίξεως καὶ ἐπιθέσεως τοῦ αὐτοκράτορος ἐκπλαγεὶς, ἀντιμέτωπος τοῦ χάρακος ἔξεισι· καὶ δῆτα κατὰ τὸ μεταίχμιον ἀντικαταστὰς, καὶ τοῦ ἵππου ἀθρόον κατενεχθεὶς, ξίφει τὸν αὐχένα ἐκκόπτεται. καὶ τὸ μὲν γιγαντῶδες τούτου σῶμα κατὰ τὴν Ἄβυδον τῇ γῇ κατορύττεται· ἡ δὲ κεφαλὴ, πρὸς τὴν βασιλεύουσαν ἐκπεμφθεῖσα καὶ τῷ δορατίῳ περιπαρεῖσα, κατὰ τὰς ἀγυιὰς θριαμβεύεται, καὶ τοῖς κατὰ τὴν Ἀσίαν ἐκπέμπεται στασιάζουσι. καὶ οὕτω τὰ τῆς ἀποστασίας εἰς σταθηρὰν γαλήνην μετεσκευάζετο.
Leo the Deacon, Historia, Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Corpus scriptorum historiae Byzantinae, Bonn 1828), pp. 173, 12-175, 5.

Michael Psellos describes the rebellion of Bardas Phokas (978-979) and its supression:
Ὁ δέ γε Φωκᾶς Βάρδας τῷ βασιλεῖ ῾Ρωμαίων ἐπαναζεύγνυσι, καὶ τῆς τε τροπαιοφόρου ἐτετυχήκει πομπῆς, τοῖς τε περὶ τὸν βασιλέα συναρίθμιος ἐτύγχανεν ὤν. Οὕτω μὲν οὖν ἡ πρώτη τυραννὶς καταλέλυται, καὶ ὁ βασιλεὺς Βασίλειος ἀπηλλάχθαι πραγμάτων ἔδοξε· ἡ δὲ δόξασα αὕτη κατάλυσις ἀρχὴ πολλῶν ὠδίνων οὖσα ἐτύγχανεν. Ὁ γάρ τοι Φωκᾶς πρῶτα μὲν μειζόνων ἀξιωθεὶς, ἔπειτα ἐλαττόνων, καὶ αὖθις ὑπορρεούσας αὐτῷ τὰς ἐλπίδας ὁρῶν, ἅμα δὲ καὶ μὴ προδεδωκέναι τὴν πίστιν οἰόμενος, ἐπὶ ῥητοῖς προσβᾶσαν καὶ φυλαχθεῖσαν, σὺν τῷ κρατίστῳ μέρει τοῦ στρατοπέδου βαρυτέραν τε καὶ χαλεπωτέραν κατὰ τοῦ Βασιλείου τυραννίδα ἀνίστησι· καὶ τὰ πρῶτα γένη τῶν τότε δυναμένων ἀναρτησάμενος, καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθεὶς, στράτευμά τε Ἰβηρικὸν ἀπολεξάμενος ἑαυτῷ (ἄνδρες δὲ οὗτοι τό τε μέγεθος εἰς δέκατον πόδα ἀνεστηκότες καὶ τὴν ὀφρὺν σοβαρὰν ἕλκοντες), οὐκ ἔτι ἐν ὑπονοίαις, ἀλλὰ μετὰ τῆς βασιλικῆς τιάρας καὶ τοῦ ἐπισήμου χρώματος τὴν τυραννικὴν στολὴν ἀμφιέννυται. Εἶτα γίνεταί τι τοιοῦτον· πόλεμός τις ἀλλόφυλος καταλαμβάνει τὸν Βαβυλώνιον, ᾧ προσπεφυγότες οἱ περὶ τὸν Σκληρὸν, ὥσπερ δήπου ὁ λόγος ἐγνώρισε, ἀντιστρόφους εὕροντο τὰς ἐλπίδας, καὶ ὁ πόλεμος βαρὺς καὶ δεινὸς καὶ πολλῶν δεόμενος τῶν ἀντιστησομένων χειρῶν καὶ δυνάμεων· καὶ ἐπειδὴ οὐκ εἶχεν οὗτος τῷ οἰκείῳ μόνῳ στρατοπέδῳ θαρρεῖν, ἐπὶ τοὺς φυγάδας τίθεται τὰς ἐλπίδας, καὶ λύει μὲν εὐθὺς τῶν δεσμῶν, ἐξάγει δὲ τῆς φρουρᾶς, ὁπλίζει τε καρτερῶς, καὶ κατ’ εὐθὺ τῆς ἐναντίας ἵστησι φάλαγγος. Οἱ δὲ, ἅτε γενναῖοι ἄνδρες καὶ μάχιμοι, καὶ τάξεις εἰδότες ὁπλιτικὰς, ἑκατέρωθεν διαστάντες, εἶτα δὴ ἀθρόον ἐξιππασάμενοι καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, τοὺς μὲν αὐτοῦ κτείνουσι, τοὺς δὲ τρέψαντες εἰς φυγὴν, εἶτ’ ἄχρι τοῦ χάρακος ἐξελάσαντες, ἄρδην ἅπαντας ἀνῃρήκασιν· ἀναζευγνύντες δὲ, ὥσπερ ἐκ ταὐτοῦ συνθήματος τῆς ψυχῆς, πρὸς φυγὴν ἐτρέψαντο ἑαυτούς· ἐδεδοίκεσαν γὰρ αὖθις τὸν βάρβαρον, ὡς οὐ δεξιῶς τούτοις προσενεχθησόμενον, ἀλλὰ πάλιν ἐν πέδαις καθείρξοντα. Κοινῇ γοῦν ἀνὰ κράτος φεύγοντες, ἐπειδὴ πλεῖστον τῆς Ἀσσυρίων ἀπεληλύθεισαν γῆς, καὶ ἡ φυγὴ καταφανὴς τῷ βαρβάρῳ ἐγένετο, τοῖς ἐπιτυχοῦσι τότε τοῦ συνηθροισμένου στρατεύματος τὴν ἐπιδίωξιν αὐτῶν ἐγκελεύεται· καὶ πολύ τι πλῆθος κατὰ νώτου τούτοις συνεισπεσόντες, ἔγνωσαν ὅσῳ τῷ μέτρῳ τῆς τῶν ῾Ρωμαίων ὑστεροῦσι χειρός· οἱ γάρ τοι φυγάδες ἀθρόον τοὺς χαλινοὺς στρέψαντες, καὶ ἐλάττους πρὸς πολλαπλασίους ἀγωνιζόμενοι, βραχυτέρους ἑαυτῶν τοὺς καταλελειμμένους πρὸς τὴν φυγὴν πεποιήκασιν. Ὁ μὲν οὖν Σκληρὸς τυραννεύειν τε αὖθις ᾤετο καὶ τὰς ὅλας καθέξειν δυνάμεις, ἀνακεχωρηκότος τε τοῦ Φωκᾶ ἤδη καὶ πάσης τῆς βασιλείου διασκεδασθείσης δυνάμεως· ἐπεὶ δὲ πρὸς τοῖς ῾Ρωμαϊκοῖς ὁρίοις γενόμενος, τὸν Φωκᾶν ἐμεμαθήκει βασιλειῶντα, ἐπειδὴ οὐχ οἷός τε ἦν καὶ τῷ βασιλεῖ μάχεσθαι, τὸν μὲν καὶ αὖθις ὑβρίσας, τῷ δὲ μετὰ τοῦ ἐλάττονος προσεληλυθὼς σχήματος, ἐκεῖνον μὲν τῶν πρωτείων ἠξίωσε, αὐτὸς δὲ μετ’ ἐκεῖνον ὡμολόγησε τάττεσθαι· εἶτα δὴ διχῇ διελόμενοι τὰς δυνάμεις, μακρῷ τὴν τυραννίδα εὐσθενεστέραν εἰργάσαντο. Οἳ μὲν οὖν τάξεσι καὶ παρεμβολαῖς ἐπεποίθεσαν, καὶ μέχρι τῆς Προποντίδος καὶ τῶν παραλίων ἐν ταύτῃ χωρίων κατεληλύθεσαν, ἐπ’ ἀσφαλοῦς τοὺς χάρακας θέμενοι, καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ αὐτὴν ἐπιχειροῦντες τὴν θάλασσαν. Ὁ δὲ βασιλεὺς Βασίλειος τῆς τῶν ῾Ρωμαίων ἀγνωμοσύνης κατεγνωκὼς, ἐπειδήπερ οὐ πρὸ πολλοῦ ἀπὸ τῶν ἐν Ταύρῳ Σκυθῶν λογὰς πρὸς αὐτὸν ἐφοίτησεν ἀξιόμαχος, τούτους δὴ συγκροτήσας, καὶ ξενικὴν ἑτέραν ξυλλοχισάμενος δύναμιν, κατὰ τῆς ἀντικειμένης ἐκπέμπει φάλαγγος· οἳ δὴ καὶ ἐκ τοῦ παρ’ ἐλπίδας ἐπιφανέντες αὐτοῖς, οὐ πρὸς μάχην διεγηγερμένοις, ἀλλὰ πρὸς μέθην κατακεκλιμένοις, οὐκ ὀλίγους τε αὐτῶν ἀνῃρήκασι καὶ τους καταλελειμμένους ἄλλους ἀλλαχόσε διέσπειραν· συνίσταται δὲ καὶ πρὸς αὐτὸν τὸν Φωκᾶν στάσις αὐτοῖς καρτερά. Συμπαρῆν δὲ τῷ τῶν ῾Ρωμαίων στρατῷ καὶ ὁ βασιλεὺς Βασίλειος ἄρτι γενειάζων καὶ τὴν πρὸς τοὺς πολέμους ἐμπειρίαν λαμβάνων· ἀλλ’ οὐδὲ ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος ἀπῆν τῆς παρεμβολῆς· ἀλλὰ καὶ οὗτος θώρακά τε περιβαλλόμενος καὶ δόρυ μακρὸν ἐπισείων, μέρος τῆς φάλαγγος ἦν. Αἱ μὲν οὖν τάξεις εἱστήκεσαν ἑκατέρωθεν, ἀπὸ μὲν τῶν παραλίων μερῶν ἡ βασιλικὴ, ἀπὸ δὲ τῶν ὑψηλοτέρων ἡ τυραννικὴ, καὶ πολὺ μεταξὺ τὸ μεταίχμιον. Ὁ τοίνυν Φωκᾶς, ὡς καὶ τοὺς βασιλεῖς διατεταγμένους ἐμεμαθήκει εἰς τὴν παράταξιν, οὐκ ἔτι <ἐν> ἀναβολαῖς τοῦ μάχεσθαι ἦν, ἀλλὰ τὴν ἡμέραν ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ ἔθετο, καὶ τῷ τῆς τύχης ἑαυτὸν ἐπέτρεψε πνεύματι· οὐ μὴ κατὰ σκοπὸν τοῖς περὶ αὐτὸν ἐποιεῖτο μάντεσιν· οἳ μὲν γὰρ ἀπεῖργον τοῦ μάχεσθαι, τῶν θυμάτων αὐτοῖς τοῦτο διασαφούντων, ὁ δὲ ἀντεπεχείρει ὅλην ἀφεὶς τὴν ἡνίαν τῷ ἵππῳ. Λέγεται μέντοι καὶ σημεῖα φανῆναί οἱ ἀπαίσια· ὡς γὰρ ἱππάσατο, εὐθὺς αὐτῷ διωλισθήκει ὁ ἵππος, καὶ ἐπεὶ μετέβη εἰς ἕτερον, καὶ οὗτος βραχύ τι προεληλυθὼς ταὐτὸ ἐπεπόνθει· ὅ τε χρὼς αὐτῷ ἐτέτραπτο, καὶ ἀχλὺς μὲν τὴν γνώμην, δῖναι δὲ τὴν κεφαλὴν διετάραξαν. Ὡς δὲ πρὸς οὐδὲν ἐνδόσιμος ἦν, ἅπαξ ἑαυτὸν καταστήσας εἰς τὸν ἀγῶνα, ἐπειδὴ ἐνεβεβήκει τῷ μετώπῳ τῆς φάλαγγος, καὶ ἤδη που πλησίον τῆς βασιλείου ἐγεγόνει δυνάμεως, πεζήν τινα περὶ αὑτὸν συλλεξάμενος δύναμιν, Ἰβήρων τοὺς μαχιμωτάτους φημὶ, ἀρτιφυεῖς πάντας τὸ γένειον καὶ αὐτὸ δὴ τὸ νεοτήσιον ἀποφύοντας ἄνθος, ὑψηλοὺς καὶ ἰσομέτρους ὥσπερ ὑπὸ κανόνα τὸ μέγεθος, ξίφει καθωπλισμένους τὴν δεξιὰν καὶ τὴν ὁρμὴν ἀνυποστάτους τυγχάνοντας, τούτους δὴ μεθ’ ἑαυτοῦ ὑφ’ ἑνὶ κινήσας συνθήματι, τῆς φάλαγγος προπηδᾷ, καὶ τὸν χαλινὸν ἐνδοὺς σὺν ἀλαλαγμῷ εὐθὺ τοῦ βασιλέως χωρεῖ, τῷ δεξιῷ βραχίονι μετέωρον τὴν τοῦ ξίφους ἐπέχων λαβὴν, ὡς αὐτίκα τούτῳ τὸν βασιλέα διαχειρισόμενος. Ὁ μὲν οὖν οὕτως καὶ μετὰ τοσούτου θάρσους ἐπὶ τὸν Βασίλειον ᾔει· ὁ δὲ προβέβλητο μὲν τῆς οἰκείας δυνάμεως, καὶ ξιφηφόρος εἱστήκει, θατέρᾳ δὲ τῶν χειρῶν τὴν εἰκόνα τῆς τοῦ Λόγου μητρὸς διηγκάλιστο, καρτερώτατον πρόβλημα τῆς ἀκαθέκτου ἐκείνου ὁρμῆς ταύτην ποιούμενος. Ὁ μὲν οὖν, οἷα δή τι νέφος ἀνέμοις σφοδροῖς ἐλαυνόμενον, τὸ πεδίον διακυμαίνων διῄει· ἐσηκόντιζον δὲ ἐς αὐτὸν οἱ ἐφ’ ἑκατέροις ἑστηκότες τοῖς κέρασι, βραχὺ δέ τι καὶ ὁ βασιλεὺς Κωνσταντῖνος δόρυ μακρὸν ἐπισείων προῄει τῆς φάλαγγος. Ὡς δ’ οὐ πολύ τι ἀποσπασθεὶς τῶν οἰκείων δυνάμεων, ἀθρόον τῆς ἕδρας ἐξολισθήσας κατὰ γῆς ἔρριπτο, ἐπὶ τούτῳ ἄλλος ἄλλῳ λόγος συμφύρεται· οἳ μὲν γὰρ αὐτὸν ὑπὸ τῶν ἀκοντιζόντων βεβλῆσθαί φασι καὶ κατὰ τῶν καιρίων τὴν πληγὴν ὑποστάντα πεσεῖν, οἳ δὲ σκότους φασὶν ἀθρόως ὑποπλησθέντα τὴν κεφαλὴν ἔκ τινος περὶ τὴν γαστέρα ταραχῆς καὶ κινήσεως, τό τε φρονοῦν ἀπολωλεκέναι καὶ τοῦ ἵππου καταπεσεῖν. Ὁ μέντοιγε βασιλεὺς Κωνσταντῖνος ἑαυτῷ τὴν τοῦ τυράννου ἐμεγαλαύχει ἀναίρεσιν· ὡς δὲ πολὺς κεκράτηκε λόγος, ἐπιβουλῇ τὸ πᾶν ἐγεγόνει, καὶ φάρμακον αὐτῷ κερασθὲν καὶ ποθὲν, περὶ τὴν κίνησιν ἀθρόον ἀναρραγὲν, τόν τε φρονοῦντα τοῦ ἐγκεφάλου τόπον κατέλαβεν, καὶ τὴν δίνησιν ἐπεποιήκει καὶ τὴν κατάπτωσιν. Ἦν δὲ τὸ μὲν σύνθημα Βασιλείου, ἡ δὲ ἐπίβουλος χεὶρ τοῦ τῷ τυράννῳ οἰνοχοοῦντος· ἐγὼ δὲ ταῦτα μὲν ἐν ἀδήλοις τίθημι, τῇ δὲ μητρὶ τοῦ Λόγου τὸ πᾶν ἀνατίθημι. Πίπτει γοῦν ὁ τέως ἄτρωτος καὶ ἀνάλωτος, θέαμα ἐλεεινὸν καὶ δακρύων ἄξιον. Εὐθὺς δ’ οὖν ὡς εἶδον αἱ φάλαγγες ἑκατέρωθεν, ἡ μὲν εὐθὺς διαιρεθεῖσα καὶ τὸ τῆς ὁμαιχμίας συνεχὲς διακόψασα, ὀπίσω τε ἐγεγόνει, καὶ φυγάδες ἅπαντες ὤφθησαν· οἱ δὲ περὶ τὸν βασιλέα, εὐθὺς πεσόντι τῷ τυράννῳ ἐπεισπηδήσαντες, τῶν Ἰβήρων διασκεδασθέντων, πολλαῖς κοπίσι διαμελίζουσι, καὶ τὴν κεφαλὴν ἐκτεμόντες τῷ Βασιλείῳ προσάγουσιν.
Michael Psellos, Chronographia, Renauld, É. (ed.), Michel Psellos, Chronographie ou histoire d'un siècle de Byzance (976-1077) 1 (Paris 1926), pp. 10, 1-17, 8.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>