Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Battle of Dazimon, 838

Συγγραφή : Kiapidou Irini-Sofia (17/1/2003)
Μετάφραση : Koutras Nikolaos

Για παραπομπή: Kiapidou Irini-Sofia, "Battle of Dazimon, 838",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=7921>

Μάχη Δαζιμώνος, 838 (14/3/2008 v.1) Battle of Dazimon, 838 (28/8/2009 v.1) 

Παραθέματα

 

Account of the battle of Dazimon by John Scylitzes

ὁ δ’ ἀμερμουμνῆς τοσοῦτον ἐτρώθη τὴν ψυχὴν ἐπὶ τῇ καταλήψει τῆς ἐκπορθηθείσης πατρίδος αὐτοῦ, ὡς πανταχοῦ θεσπίσαι πᾶσαν ἡλικίαν ἔκ τε Βαβυλῶνος καὶ Φοινίκης καὶ Παλαιστίνης καὶ Συρίας, ἔτι δὲ καὶ τῆς πορρωτέρω Λιβύης ἀθροίζεσθαι. πάντα δὲ τὸν στρατευόμενον γράφειν ἐπὶ τῆς οἰκείας ἀσπίδος Ἀμώριον, τὴν κατ’ αὐτοῦ ὁρμὴν αἰνιττόμενος. συνήχθη γοῦν αὐτῷ πᾶς ὁ στρατὸς ἀνὰ τὴν Ταρσόν. ἐπεξῄει δὲ καὶ ὁ Θεόφιλος κατὰ τὸ Δορύλαιον, τριῶν ἡμερῶν ὁδὸν Ἀμωρίου ἀπέχον. πολλῶν οὖν συμβουλευόντων μετοικίσαι τὸν ἐν Ἀμωρίῳ οἰκοῦντα λαὸν καὶ ὑπενδοῦναι τῇ ἀσχέτῳ φορᾷ τῶν Σαρακηνῶν, τοῦτο μὲν ἄδοξον ἐδόκει τῷ Θεοφίλῳ καὶ ἄνανδρον, καλὸν δὲ καὶ πρὸς ἀνδρείαν εὔοδον τὸ μᾶλλον ἐποχυρῶσαι αὐτὸ καὶ στρατηγοῦ γενναίου διασῶσαι βουλαῖς. ἐξαπέστειλε γοῦν Ἀέτιον τὸν πατρίκιον καὶ τῶν Ἀνατολικῶν στρατηγόν, δοὺς αὐτῷ καὶ χεῖρα ἀρκοῦσαν εἰς ἀποτροπὴν τῶν ἐχθρῶν. ἐδίδου δὲ καὶ ἡγεμόνας τοῦ λαοῦ τοὺς μετὰ βραχὺ μαρτυρήσαντας, Θεόδωρον τὸν Κρατερὸν καὶ Θεόφιλον καὶ τὸν Βαβούτζικον καὶ τοὺς λοιπούς, οἵτινες οὐ μόνον τοῦ πεμφθέντος τότε λαοῦ, ἀλλὰ καὶ τῆς φάλαγγος τῶν τεσσαρακονταδύο μαρτύρων γεγόνασιν ἀρχηγοί. ὡς δὲ κατὰ τὴν Ταρσὸν ἐπέστη μετὰ παντὸς τοῦ λαοῦ ὁ τῶν Σαρακηνῶν ἡγεμών, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ καὶ μαντευσάμενος δέον ἔκρινε, μὴ εὐθέως χωρεῖν πρὸς Ἀμώριον, ἀποπειράσασθαι δὲ πρότερον τῆς τοῦ βασιλέως δυνάμεως διὰ τοῦ υἱοῦ αὐτοῦ, μέρος λαβόντος <τοῦ στρατοῦ>, τοῦτο λογισάμενος, ὡς εἰ περιγένηται τοῦ βασιλέως οὗτος, ἕψεται πάντως ἡ νίκη καὶ τῷ πατρί, εἰ δὲ μή, βέλτιον ἡσυχάζειν. ταῦτα βουλευσάμενός τε καὶ κρίνας ἐξέπεμψε τὸν υἱόν, λαβόντα μεθ’ ἑαυτοῦ καὶ Ἄμερα τὸν τηνικαῦτα διέποντα τὴν Μελιτηνὴν καὶ Τούρκους ὡσεὶ χιλιάδας δέκα καὶ πᾶσαν τὴν ἐξ Ἀρμενίων στρατιὰν καὶ τὸν ἄρχοντα τῶν ἀρχόντων. ὃς κατὰ τὸν λεγόμενον Δαζιμῶνα γενόμενος παρεμβολὴν ἐπήξατο. ἀπῄει γοῦν καὶ ὁ Θεόφιλος κατ’ αὐτοῦ στρατόπεδον ἐπαγόμενος οὐκ ἀγεννές, ἔκ τε Περσῶν καὶ τῶν δυτικῶν καὶ τῶν πρὸς ἀνίσχοντα ἥλιον συνιστάμενον. γενόμενος δὲ κατὰ τὸν οὕτω καλούμενον χῶρον Ἀνζῆν ἐπεθύμει κατασκοπεῦσαι πρὸ τοῦ πολέμου καὶ τῆς προσβολῆς τὸ τῶν ἐναντίων ἄθροισμα. εἴς τινα δὲ ὑψηλοτάτην περιωπὴν ὑπὸ τοῦ δομεστίκου τῶν σχολῶν ἀνενεχθεὶς Μανουὴλ κατεσκόπει τὸ πλῆθος τῶν ἐναντίων καί πως ἐκ στοχασμοῦ βαρύτερον ἐδόκει τὸ τῶν Σαρακηνῶν πλῆθος. ἀλλ’ ὁ Μανουὴλ· «μὴ πρὸς τὸ πλῆθος, ὦ βασιλεῦ, ἀπόβλεπε, πρὸς δὲ τὸν ἐκ τῶν δοράτων καλαμῶνα τῶν ἀμφοτέρων.» ἐπεὶ δὲ ἰσχυρότερος ἐδόκει ὁ τῶν ἐναντίων στρατός, ἐβουλεύετο, ὅπως ἂν αὐτοῖς ἐπίθηται μετὰ δόλου. ὁ μὲν οὖν Μανουὴλ ἅμα τῷ Θεοφόβῳ νυκτὸς ἐπιθέσθαι τούτοις παρῄνει, οἱ δ’ ἄλλοι τῶν στρατηγῶν ἡμέρας τὴν συμβολὴν γενέσθαι προέτρεπον, οἷς ἐπέπειστο καὶ ὁ βασιλεύς. ταύτης δὲ ἐπικρατεστέρας γενομένης τῆς γνώμης, ὡς ἤδη ἡ ἡμέρα ἐπέλαμπε, μάχη συρρήγνυται φοβερά. καὶ τῶν βασιλικῶν ταγμάτων ἐκθύμως ἀγωνισαμένων οἱ Ἰσμαηλῖται ἐνέκλιναν εἰς φυγήν. τῶν δὲ Τούρκων ἐπιμόνῳ χρωμένων τῇ τοξείᾳ, καὶ τὸ καταδιῶκον τῶν ῾Ρωμαίων ἀνακεκρουκότων, παλίντροπον συνέβη γενέσθαι τὴν μάχην. μὴ δυνάμενοι γὰρ οἱ ῾Ρωμαίοι τὰ Τούρκων φέρειν τοξεύματα τῷ βάλλεσθαι καρτερῶς νῶτα δόντες τὸν βασιλέα κατέλιπον. οὐ μὴν οἱ τῶν ταγμάτων ἔξαρχοι, οὐδ’ οἱ Πέρσαι τοῦτο δρᾶσαι ἠνέσχοντο, ἀλλὰ περιστάντες τὸν βασιλέα εὐρώστως σῴζειν ἠπείγοντο. καὶ κἂν ἀπώλοντο πανδημεί, εἰ μὴ νὺξ ἐπῆλθε καὶ βραχὺς ἐξ οὐρανοῦ κατενεχθεὶς ὑετὸς τὰς μὲν νευρὰς τῶν τόξων χαλαρὰς εἰργάσατο, τοῖς δὲ ῾Ρωμαίοις ἄνεσιν τὴν ἐκ τῶν βελῶν περιεποίησε καὶ σωτηρίας ἐνέδωσεν ἀφορμάς. βαθείας δὲ νυκτὸς γενομένης, ὡς ἠσχόλητο περὶ τὰς φυλακὰς ὁ Μανουήλ, γλώττῃ πως ᾔσθετο τῇ Σαρακηνῶν τοὺς Πέρσας τοῖς Σαρακηνοῖς σπενδομένους καὶ τὸ στράτευμα τῶν ῾Ρωμαίων προδοῦναι καὶ πρὸς τὴν ἐνεγκοῦσαν παλινδρομῆσαι. δῆλα γοῦν εὐθὺς ταῦτα ποιεὶ τῷ βασιλεῖ καὶ σῴζειν ἑαυτὸν μετὰ τῶν λογάδων ἠξίου, καὶ μὴ περιμένειν τὴν ἅλωσιν. τοῦ δὲ βασιλέως «καὶ πῶς τοῦτο ἔσεται» ἐπερωτήσαντος, «τῶν δι’ ἐμὲ προσμεινάντων ἀπολομένων;» ὑπολαβὼν ὁ Μανουὴλ «σοὶ μόνον ἔστω, βασιλεῦ;» ἔφη, «τὸ σῴζεσθαι ἐκ θεοῦ, οὗτοι δὲ ταχέως τὰ κατ’ αὐτοὺς διοικήσουσιν.» ὀψὲ γοῦν κατὰ τὸ περίορθρον τοῦ βασιλέως φυγῇ χρησαμένου καὶ πρὸς τὸ λεγόμενον Χιλιόκωμον διασωθέντος οἱ λειποτάκται ὑπήντων αὐτῷ καὶ ἀναξίους ἑαυτοὺς ἔφασκον τῆς ζωῆς, βασιλέα ἐν πολέμῳ καταπροέντες, καὶ ἅμα τοῖς ἑαυτῶν ἐγυμνοῦντο ξίφεσιν. ἀλλ’ ὁ Θεόφιλος τῷ θεάματι τρωθεὶς τὴν ψυχήν, «εἰ ἐγώ», φησί, «σέσῳσμαι ἐκ θεοῦ, σώθητε καὶ ὑμεῖς.» αὕτη ἡ τῶν Περσῶν πρὸς τοὺς ἐξ Ἄγαρ κοινολογία τοῖς Θεοφόβου ἐχθροῖς καὶ θάνατον αὐτοῦ ψηφιζομένοις δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὴ εὔκαιρος εἰς διαβολήν. τῷ δ’ ἀμερμουμνῇ ἀκηκοότι τὴν νίκην ἔδοξε μὴ μέλλειν, ἀλλ’ ἀπιέναι πρὸς τὸ Ἀμώριον.

Thurn I. (ed), Ioannis Scylitzae Synopsis Historiarum. Corpus Fontium Historiae Byzantinae 5 (Berlin-New York 1973), pp. 74.24 - 77.94.

The Byzantine historian Joseph Genesios relates the battle of Dazimon

τὸν δὲ ἴδιον υἱὸν ὁ ἀμεραμνουνῆ προεξέπεμψεν κατὰ τὸ πρὸς ἀνατολὴν σὺν τοῖς ἀνατολικωτάτοις τῶν ἀνδρικῶν Τούρκων, καὶ αὐτοῖς γειτνιάζουσιν, ἄχρι χιλιάδων ι΄, μετὰ πάσης τῆς ἐξ Ἀρμενίων στρατιᾶς, τοῦ τε Βεσπαρακανίτου, καὶ αὐτοῦ τοῦ ἄρχοντος τῶν ἀρχόντων, καὶ Ἄμερ τηνικαῦτα τὴν Μελιτηνὴν διέποντος, οἳ κατὰ τὸν Δαζυμῶνα συνήχθησαν στρατοπεδευσάμενοι. οὕτως γὰρ τοῦ ἀμεραμνουνῆ οἱ ὑπὸ χεῖρα βουλὴν συντιθέασιν, τὸν μὲν αὐτοῦ υἱὸν μετὰ προσηκούσης προεξιέναι δυνάμεως· «καὶ εἰ μὲν οὗτος νικήσειεν, ἔσται καὶ σοὶ νικητήριον· εἰ δέ γε τὸ ἐναντίον, κἂν τὸ σωτήριον.» Ταῦτα Θεόφιλος διακηκοὼς ἔκ τε τῶν <ἐξ> ἀνατολῆς ἀγηγερμένων καὶ δύσεως καὶ Περσῶν ἐπαγείρει στρατόπεδον· ἦν δὲ ἀπὸ Συρίας ὁ Μανουὴλ νεωστὶ ἐξεληλυθὼς καὶ τῆς πρὸ τῆς φυγῆς στρατηγήσεως τότε τῶν σχολῶν προστασίας μεταποιούμενος· προϊόντος οὖν τοῦ στρατοπέδου κατὰ τὸν Ἀνζῆν, οὕτω χωρίον καλούμενον, προῃρέθη ὁ βασιλεὺς τὸ τῶν ἐναντίων θεάσασθαι στράτευμα· ὃν κατά τινα τῶν ὑπερκειμένων τόπων τοῦ Μανουὴλ προβιβάσαντος, στοχαστικῶς κατεῖδεν στρατὸν τὸν Σαρακηνικὸν τῶν ῾Ρωμαίων ἐλάττονα. πρὸς ὃν στοχασμὸν συντίθεται Μανουήλ, ἀλλ’ ὅμως αὐτῷ ἀντειρήκει· «ὦ δέσποτα, τὸν ἐπ’ ἀμφοῖν ἐκ δοράτων καλαμῶνα στοχάσθητι, ἐξ οὗ γνώσῃ τὸ καρτερώτερον.» συμβεβουλευκότες οὖν ὅ τε Θεόφιλος καὶ οἱ περὶ αὐτὸν μεγιστᾶνες, ὁ μὲν Μανουὴλ καὶ ὁ Θεόφοβος ὑπετίθοντο συνιστᾶν ἐν νυκτὶ πόλεμον, κατὰ τὴν ἡμέραν δὲ ἕτεροι· οἳ μᾶλλον καὶ προετίμηνται. κατὰ γοῦν τὸ πρὸς αὔριον γεγονυίας προσβολῆς οἱ Ἰσμαηλῖται τροπῇ συνεσχέθησαν, ὅθεν οἱ Τοῦρκοι ἐπιμόνως τοξείᾳ χρησάμενοι τοὺς Ἰσμαηλίτας θαρσαλεότητος καὶ ἰσχύος ἐπλήρωσαν, τοὺς δὲ ῾Ρωμαίους πρὸς φυγαδείαν ἐτρέψαντο· καὶ μόνοι τῷ βασιλεῖ οἱ ἀρχηγοὶ τῶν ταγμάτων προσεκαρτέρησαν μετὰ Μανουὴλ καὶ Περσῶν, οὓς κύκλῳ περιστοιχήσαντες οἱ ἐξ Ἄγαρ βιαίως συνεῖχον, κἂν οἱ Τοῦρκοι τὸ τοξάζειν κεκώλυντο ὑετοῦ γε συμβάντος τῶν τε νευρῶν τῶν τόξων χαυνωθεισῶν τῇ ὑγρότητι. ἀμέλει τῶν ῾Ρωμαϊκῶν στρατευμάτων πημαινομένων ὁ Μανουὴλ διηκούτιστο τῇ Σαρακηνικῇ γλώττῃ πρὸς αὐτοὺς τῶν Περσῶν καθ’ ὁμιλίαν οἱονεὶ σπενδομένων, καὶ τῷ Θεοφίλῳ φησίν· «οἶμαι, ὦ βασιλεῦ, ὅτι ἡ ῾Ρωμαϊκὴ νῦν δυσφορία τῷ ἀμεραμνουνῇ τοὺς Πέρσας περιποιήσεται εἰς τὸ προδοῦναί σε αὐτῷ, τὸ πρὶν ἀποστάντας αὐτοῦ. οὐκοῦν καλῶς συμβουλευομένῳ μοι σύνθοιο. συναγερῶ ἐκ τοῦ καθ’ ἡμᾶς στρατεύματος τὸ κατ’ ἐκλογὴν σύστημα, δι’ οὗ τὸ σὸν κράτος ἐκ τῶν πολεμίων ἐξοίσομαι.» ὁ δὲ βασιλεύς· «καὶ τούτου γινομένου, ὦ Μανουήλ, τῷ λαῷ τί συμβήσεται;» ὦ βασιλεῦ, σοὶ μὲν θεόθεν παρέσται τὸ σῴζεσθαι, ὁ δέ γε λαὸς καὶ αὐτὸς ὑψόθεν, οἶμαι, προνοηθήσεται.» τοῦ γοῦν βασιλέως μόγις τῶν πολεμίων ἐκστάντος, κατὰ δὲ τὸν Χιλιόκωμον παραγεναμένου, οἱ τῶν στρατηγετῶν τὸ συνειδὸς λιποταξίᾳ πιέζοντες ἐκεῖσε τῷ Θεοφίλῳ γονυπετοῦσι καὶ τὰς σπάθας αὐτῶν ἀποθέμενοι ἑαυτοὺς θανάτῳ ψηφίζονται· πρὸς οὓς ὁ βασιλεὺς φιλοικτιρμόνως διατεθεὶς ἐν ὀδυρμῷ δικαίῳ ἀπολελόγητο· «ἐπεὶ ἐγώ, ὦ ἄνδρες, κἂν <ἐκ> λιποταξίας ἐνεκλίνασθε, παρὰ θεοῦ τοῦ οἰκτίρμονος ἠλέημαι, καὶ ὑμᾶς οἰκτερῶ.» ὁ οὖν πρωτοσύμβουλος τὸ κατὰ ῾Ρωμαίων μαθὼν ἀνδραγάθημα εὐθέως κατὰ τοῦ Ἀμορίου συντίθεται <στράτευμα>· ὁ δὲ βασιλεὺς πρός τε Νίκαιαν καὶ τὸ Δορύλαον διεκαρτέρει, τῇ αὐτοῦ πατρίδι τὸ μέλλον ἀπεκδεχόμενος· τὰ γὰρ δύο στρατόπεδα τοῦ τε ἀμεραμνουνῆ καὶ τοῦ υἱοῦ αὐτοῦ κατὰ τὸ Ἀμόριον ἥνωντο. ὡς δὲ τὸ περὶ ταύτης δυστύχημα διενώτιστο, ἐγκαρδίῳ φλογώσει κάτοχος γίνεται, ὥστε ταύτῃ τοῦ χιονώδους ὕδατος προσιόντος χλιαρὸν τοῦτο λογίζεσθαι· οὗ γ’ ἐ<κ> τῆς πόσεως ἀφορμὴ τοῦ δυσεντεριάσαι αὐτῷ γέγονεν.

Lesmüller-Werner, A. – Thurn, I. (eds), Iosephi Genesii Regum Libri Quattuor. Corpus Fontium Historiae Byzantinae 14 (Berlin-New York 1978), pp. 47.21 - 49.73.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>