An account of the battle of Mavropotamos by Symeon Magistros:
ὡς γὰρ ἐξελθὼν τότε κατὰ ῾Ρωμανίας ὁ Ἄμερ ἐληΐζετο πᾶν τὸ ἐν ποσὶ καὶ κατέστρεφεν, τὸν αὐτὸν πάλιν Θεόκτιστον ὡς πιστότατον καὶ οἰκειότατον μετὰ δυνάμεως πολλῆς κατὰ τοῦ Ἄμερ Θεοδώρα καὶ Μιχαὴλ ἀπεστάλκασι. καὶ παραγεγονὼς οὗτος καὶ πόλεμον προσβαλὼν τῷ Ἄμερ εἰς τὸ λεγόμενον Μαυροπόταμον ἡττήθη τε καὶ ὑπέστρεψε, πολλῶν μὲν ἀναιρεθέντων, τινῶν δὲ καὶ προσφυγόντων τῷ Ἄμερ διὰ τὴν τοῦ λογοθέτου βαρύτητα καὶ ἐπάχθειαν· ὧν εἷς ἦν Θεοφάνης ὁ ἐκ Φαργάνων, ἀνδρείᾳ τε καὶ ῥώμῃ διαφέρων πολλῶν, ὃς ὕστερον χρόνοις τισὶν λόγον ἀπαθείας λαβὼν προσφεύγει τοῖς Χριστιανοῖς. Θεόκτιστος δὲ ἐκεῖθεν ὑποστραφεὶς πρὸς τὴν πόλιν εἴχετο τῆς αὐτῆς οἰκειότητος καὶ τῷ τῆς αὐγούστης ἀδελφῷ Βάρδᾳ εἴς τινας λόγους ἐλθὼν τὴν ἧτταν τούτῳ προσῆπτε καὶ ἀνετίθετο, ὡς τῇ παραινέσει τούτου καὶ τῇ βουλῇ τὸ ῥωμαϊκὸν ἐτράπη στρατόπεδον, καὶ τοῦτον τῆς πόλεως ἐξωθεῖ βουλῇ Θεοδώρας αὐγούστης.
S. Wahlgren (ed.), Symeonis Magistri et Logothetae Chronicon. Corpus Fontium Historiae Byzantinae 44/1 (Berlin - New York 2006), p. 233.21-35.