Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Battle at Bathys Ryax, 872/8

Συγγραφή : Kiapidou Irini-Sofia (17/1/2003)
Μετάφραση : Velentzas Georgios

Για παραπομπή: Kiapidou Irini-Sofia, "Battle at Bathys Ryax, 872/8",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=7934>

Μάχη στον Βαθύ Ρύακα, 872/8 (15/11/2007 v.1) Battle at Bathys Ryax, 872/8 (15/2/2008 v.1) 

Παραθέματα

 

The 872 campaign, according to accounts of that period:

“Δυσὶ δὲ χρόνοις παρελκυσθεῖσιν ὁ Χρυσόχειρ ἐξῆλθεν σὺν τοῖς ἰδίοις στρατεύμασι μέχρις Ἀγκύρας τῆς πόλεως καὶ αὐτῶν τῶν Κομμάτων, λαφυραγωγίαν ἑαυτῷ πολλὴν προσηκάμενος, καὶ ἐπάνεισιν. ὁ δὲ καθηγεμὼν τῶν σχολῶν διαστηματίζων μίλιον ἓν τὴν παραδρομὴν ἐσκευάζετο· ἐδεδοίκει γὰρ πλησιοφανῆ τὴν παραδρομὴν παραδείκνυσθαι. ὁ δὲ Χρυσόχειρ κατηντηκὼς τῷ τοῦ Χαρσιανοῦ θέματι εἰς Ἀγράνας ἐσκήνωται, εἰς τὸ Σίβορον δὲ ὁ δομέστικος· καὶ τοῖς στρατηγέταις τῶν τε Ἀρμενιακῶν καὶ τοῦ Χαρσιανοῦ προστέταχε διειπών· «ἄρατε τοὺς ὑπὸ χεῖρα τελοῦντας ὑμῶν ἄρχοντας καὶ καλλίππους τινὰς καὶ δαπάνας ὡς ἡμερῶν ιβ΄, καὶ παρατρέχοιτε τὸν Χρυσόχειρα μέχρι τοῦ Βαθυρύακος∙ καὶ εἰ μὲν διαιρήσας λαὸν εὔπληκτον παραπέμψοι τῷ τῶν Ἀρμενιακῶν ἢ τῷ τοῦ Χαρσιανοῦ θέματι, κατάδηλον ἡμῖν τοῦτο ποιήσατε∙ ὅτε δὲ ἀποκινήσοι τοῦ Βαθυρύακος, ὑποστραφέντες ἥκετε πρὸς ἡμᾶς.» ἀπελθὼν τοίνυν ἑσπέρας ὁ Χρυσόχειρ ἐσκήνωσεν κάτω, οἱ δὲ στρατηλάται εἰς τὸν ζυγὸν προσανέβησαν καὶ ηὐλίσθησαν εἴς τινα τόπον κατονομαζόμενον Ζωγολόηνον· οὗτος γάρ ἐστιν ἐκ πετρώδους συμπήξεως δυσανάβατος, ἐν ᾧ ὕλη πολύδενδρος πέφυκεν. τῶν οὖν εἰρημένων στρατηλατῶν ἐκεῖσε διαναπαυσαμένων φιλονεικία τις ἀνέκυψεν ἀνδρικὴ τῶν ἀρχόντων ἀλλήλοις ἀντεριζόντων, τίνες ἂν εἶεν κρείττους, πότερον οἱ ἀπὸ τοῦ τῶν Ἀρμενιακῶν θέματος ἢ τοῦ Χαρσιανοῦ ὡρμημένοι. τῶν οὖν Χαρσιανιτῶν φιλονεικούντων τὰ πρεσβεῖα ἑαυτοῖς τῆς ἀνδρείας ἐπιδοῦναι ἢ τοῖς ἑτέροις, οἱ Ἀρμενιακοὶ εἶπον πρὸς αὐτούς· «τί φιλονεικεῖν ἔτι περὶ ἀνδρείας ἐκ λόγων βουλόμεθα; πρακτικῶς τοῖς πολεμίοις παρεμβάλωμεν ἄμφω∙ καὶ τότε φανερωθείη ἕκαστος ἡμῶν, ὁποῖος ἑτέρου καθέστηκεν ἀνδρειότερος.» οἱ δὲ στρατηγέται διακηκοότες περὶ τῆς ἁμίλλης αὐτῶν, δι’ αὐτῶν δὲ καὶ τῆς τοῦ λαοῦ προθυμίας συνευδοκούσης αὐτοῖς, ἤγαγον καὶ εἰρήκεσαν· «προθυμεῖσθε, ὦ ἄνδρες ἀνθάμιλλοι, ἵνα τοῖς πολεμίοις, θεοῦ συνεργοῦντος, προσβάλωμεν;» πρὸς οὓς γενναιοφρόνως ἐξεῖπον∙ «ναί. καὶ διὰ τοῦτο ὅρκῳ μεγίστῳ τῆς βασιλικῆς κεφαλῆς περιδεσμοῦμεν ὑμᾶς, ὅπως συμπλακῶμεν αὐτοῖς. ὁ γὰρ τόπος ἐν ᾧ ἐρηρείσμεθα, τῶν ἐχυρωτάτων∙ ἐξ οὗ εἴπερ τι κατ’ αὐτῶν γενναίον καταπραξαίμεθα, τοῦτο ἡμῖν ἐστιν εἰς τρόπαιον· εἰ δὲ μή, κατ’ οὐδὲν παρ’ αὐτῶν πημανθείημεν.» τότε δή, τότε οἱ δύο στρατηγέται διεῖλον ἄνδρας μέχρι ἕκτης ἑκατοντάδος, τοὺς δὲ λοιποὺς παρῆκαν ἐν ταῖς σκηναῖς τῶν ἀρχηγῶν αὐτῶν σὺν φλαμμούλοις, καὶ τούτοις διησφαλίσαντο ἐπειπόντες∙ «ἡμεῖς μὲν τῷ φοσσάτῳ παρεμπελάσομεν ἐπιτρέχοντες, καὶ ὅταν τὴν ἄφιξιν πρὸς ἡμᾶς ἀπευθύνωσι, παρεμβαλοῦμεν αὐτοῖς∙ καὶ εἰ μὲν ὁρμήσουσι κατέναντι ἡμῶν, ἐξέλθετε ἄντικρυς καὶ μεγάλως κεκράξατε, πλείστου λαοῦ βοὴν ἐνσημαίνοντες, ὅπως ἐκ ταύτης εἰκάσειαν τὸν τῶν σχολῶν ἐξηγούμενον μετὰ τῶν θεμάτων ἐφεστηκέναι.» τῇ οὖν ὑφηγήσει ταύτῃ κεκινηκότων τῶν στρατηγῶν καὶ παρεμπεπτωκότων ἐκ τοῦ σύνεγγυς τοῖς ἐχθροῖς πρὸ τοῦ τὴν ἡμέραν τρανῶς ἐπιλάμψαι τοῖς τῶν τυμπάνων κρούμασιν ἐπεκίνησαν· ἀλλ’ οἱ μὲν αὐτῶν μετὰ τοῦ Χρυσόχειρος, οἱ δὲ τὰ φορτία τοῖς ὑποζυγίοις ἐκούφιζον. τούτων οὕτως μεριζομένων οἱ στρατηγέται σὺν τοῖς ὑπ’ αὐτούς ἄρχουσιν ἐπέθεντο κατ’ αὐτῶν, καὶ φωνῇ βριαρᾷ∙ «σταυρός νενίκηκεν» οἷον πολεμικῶς ἐτυμπάνισαν. οὗτοι δὲ τῇ ἀθρόᾳ προσβολῇ καταπτήξαντες ἀμεταστρεπτὶ τῆς φυγῆς εἴχοντο, μηδὲ ὁρᾶν καὶ πολυπραγμονεῖν ἀνεχόμενοι, τίνες διῶκται τούτων ὑπάρχοιεν, ἀπὸ τοῦ Βαθυρύακος διωκόμενοι ἐπὶ μιλίοις λ΄ ἕως τοῦ κατωνομασμένου Κωνσταντίνου βουνοῦ, χαλεπῶς συγκοπτόμενοι. Καὶ ὁ Χρυσόχειρ ὀλίγους τινὰς μεθ’ ἑαυτοῦ προσλαβόμενος φυγαδείαν ἠσπάσατο. ἐπιφθάνει τοίνυν αὐτὸν ὁ Πουλλάδης, ᾧ τοῦτο παρῆν ὄνομα περιβόητον, πῖλον ἐνδεδυμένος· προεκεκράτητο δὲ κατὰ Τεφρικὴν καὶ κατὰ χαριεντισμὸν τῷ Χρυσόχειρι προσῳκείωτο. ὡς οὖν ἑωράκει τοῦτον, ἐπέγνω καὶ ἐκεκράγει διαπρυσίως· «ὧδε οἱ στρατηγέται, ὧδε ὁ τῶν σχολῶν ἐξηγούμενος ἴτω.» ἄπεισιν ὁ Χρυσόχειρ, καὶ πρὸς τὸν Πουλλάδην ἐφώνησεν∙ «ἄθλιε ὦ Πουλλάδη, τί σοι φαῦλον ἐνεδειξάμην; μᾶλλον μέντοι γε πλεῖστα σοι χρηστὰ εἰργασάμην. ἄπελθε, καὶ μή μοι πρόσκομμα εἴης.» ὁ δὲ ἀντέφη αὐτῷ∙ «ἐγὼ γινώσκω, Χρυσόχειρ, ὅτι πλεῖστα καλά μοι πεποίηκας, καὶ ευελπιστῶ τῷ σωτῆρί μου θεῷ κατ’ αὐτήν γε τὴν ἡμέραν ἀποδοῦναί σοι τὰ χαριστήρια.» ἱππάζων δὲ ὁ Χρυσόχειρ εὑρίσκει τάφρον πρὸς τοῖς ἐνωπίοις αὐτοῦ, ἣν ὁ ἵππος αὐτοῦ ὑπερπηδᾶν <ἀπεδειλία καὶ ἐκ> τούτου διώκλαζεν. ὅθεν ὁ μὲν Χρυσόχειρ τοῦ λοιποῦ ὁρᾶν τὸν Πουλλάδην οὐδ’ ὅλως ἐφρόντιζεν, ἐώρα δὲ μᾶλλον κατέναντι αὐτοῦ, ἵνα μὴ τῷ τῆς τάφρου περιπέσειεν πτώματι∙ καὶ λαθραίως αὐτὸν ὁ Πουλλάδης κατὰ τὴν μασχάλην τιτρώσκει κοντῷ∙ οὗ τῇ πληγῇ ταραχθέντος ὁ ἵππος παρέσφηλέν τε καὶ αὐτὸν ἀπεκρήμνισεν. καταβὰς οὖν ὁ τῶν πρὸς θεραπείαν αὐτοῦ οἰκειότατος, ᾧ Διακονίτζης τὸ φημιζόμενον (ὃν Λέων ὁ ἀοίδιμος βασιλεὺς ἀλλοιωθέντα τὴν πρὸς τὸ κρεῖττον ἀλλοίωσιν ἐκ τῆς μυσαρᾶς θρησκείας τῶν Παυλιανιστῶν, προεχειρίσατο μηνσουράτωρα, ὅπερ φωνῇ ῾Ρωμαίων οὕτω προσαγορεύεται) καὶ τούτου τὴν κεφαλὴν βαστάξας ἠξίωσε κομιδῆς ταύτην ἐνθεὶς τοῖς αὐτοῦ γόνασιν∙ ὃν εὑρηκότες οἱ στρατηλάται κατέσχον καὶ διατεμόντες αὐτὴν σπουδαίως τῷ θεοστέπτῳ ἄνακτι Βασιλείῳ ὡς δῶρον ἀνέπεμψαν.”

Joseph Genesius, ed. Lesmüller‑Werner, A. – Thurn, I., Iosephi Genesii Regum Libri Quattuor (CFHΒ 14, Berlin 1978), p. 86.85 ‑ 88.65.

Skylitzes recounts the 872 Paulician campaign:

“Τῷ δ’ ἐπιόντι χρόνῳ τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Χρυσόχειρος εἰς τὴν τῶν ῾Ρωμαίων ἐμβαλόντος βαρεῖ στρατῷ καὶ ταύτην ληϊζομένου ἀποστέλλει κατ’ αὐτοῦ συνήθως ὁ βασιλεὺς τὸν τῶν σχολῶν ἐξηγούμενον. οὗτος δὲ πάντα τὸν ῾Ρωμαϊκὸν στρατὸν συμπαρειληφώς, ἐπειδὴ σταδαίᾳ μάχῃ κρῖναι τὸ πᾶν ἐδειλία, παρείπετο τέως αὐτῷ ἀπό τινος διαστήματος καὶ τὰς μερικὰς ἀνεῖργε καταδρομὰς καὶ οὐ συνεχώρει κατὰ τῆς χώρας ἀδεῶς διασκίδνασθαι. ὡς οὖν τὰ μὲν δρῶν, τὰ δὲ ἀπρακτῶν ὁ βάρβαρος ἤδη καὶ τῆς πρὸς τὰ οἴκοι ἐπανόδου ἐμέμνητο, καὶ μετὰ λείας συχνῆς ὑπέστρεψεν, ὁ δομέστικος τῶν σχολών δύο τῶν στρατηγῶν ἀφώρισε, τόν τε τοῦ Χαρσιανοῦ καὶ τῶν Αρμενιακῶν, μετὰ τῆς περὶ αὐτὸν δυνάμεως ἕκαστον συμπαρομαρτεῖν τῷ Χρυσόχειρι ἄχρι τοῦ λεγομένου Βαθυρρύακος, κἀκεῖθεν εἰ μὲν ἐπαφήσει, φησί, κατὰ τῶν ῾Ρωμαϊκῶν ὁρίων στρατόν, δῆλα θέσθαι αὐτῷ τὰ περὶ τούτου, εἰ δ’ οἴκαδε ἀμεταστρεπτὶ βαδίζειεν, ἐάσαντας τοῦτον αὖθις ἐπανελθεῖν πρὸς αὐτόν. ἑσπέρας οὖν καταλαβούσης, καὶ τοῦ βαρβαρικοῦ στρατεύματος γεγονότος κατὰ τὸν Βαθυρρύακα αὐλισαμένου τε κατὰ τὴν τοῦ ὄρους ὑπώρειαν, τῶν δὲ εἰρημένων στρατηγῶν κατασχόντων τὰ τούτου μετεωρότερα καὶ τὸ μέλλον ἀποσκοπούντων, ἐμπίπτει τις ἔρις περὶ πρωτείων καὶ ἅμιλλα τοῖς τῶν δύο θεμάτων στρατιώταις. οἱ μὲν γὰρ τοῦ Χαρσιανοῦ ἑαυτοῖς τὰ τῆς ἀνδρείας ἐνίσταντο ἁρμόζειν πρωτεῖα, ἔμπαλιν δὲ ἑαυτοῖς οἱ Ἀρμενιακοί. ὡς οὖν ἐπὶ πλεῖστον ἐχώρει τὰ τῆς φιλονεικίας καὶ πρὸς τὸ μεγάλαυχον ἑκάτερον ἔρρεπε τῶν ταγμάτων, ἐνταῦθα δὴ λέγεται παρά τινος λεχθῆναι τοῦ τῶν Αρμενιακῶν συστήματος, ὡς «ἵνα τί μάτην, ὦ συστρατιῶται, ἀπρεπῶς θρασυνόμεθα, ἐξὸν τοῖς ἔργοις ἀναμφισβήτητον ἀρετὴν ἐπιδείξασθαι· οἱ πολέμιοι γὰρ οὐ μακράν, καὶ ἔξεστιν ἐπὶ τῶν ἔργων φανῆναι τοὺς ἀριστεῖς.» τοὺς τοιούτους τοίνυν λόγους διενωτισθέντες οἱ στρατηγοὶ καὶ τὴν πρὸς ἀνδρείαν ὁρμὴν κατανοήσαντες τοῦ λαοῦ, καταμαθόντες δὲ καὶ τὴν ἀπὸ τοῦ τόπου βοήθειαν, ὅτι ἐξ ὑπερδεξίων μέλλουσιν ἐπιτίθεσθαι τοῖς πολεμίοις ἐν κοίλῳ κειμένοις τόπῳ, διχῇ διαιροῦσι τὴν δύναμιν. καὶ τὸ μὲν ἔκκριτον ταύτης ἄχρις ἑξακοσίων μετ’ αὐτῶν γε τῶν στρατηγών προσβαλεῖν ἐκρίθη τῷ τῶν βαρβάρων στρατῷ. τὸ δὲ λοιπὸν καὶ εὐαρίθμητον τῆς ῾Ρωμαϊκῆς στρατιᾶς εἰς δόκησιν πλήθους αὐτοῦ που συσκευάσαντες πρὸς τὰ μετέωρα καὶ σύνθημα δόντες, ἵν’ ὅταν οὗτοι προσβάλωσι τοῖς ἐχθροῖς, κἀκεῖνον σὺν ἀλαλαγμῷ μεγίστῳ καὶ σάλπιγξιν ἐκπληκτικὴν βοὴν ἀναρρήξωσι, συνεπηχούντων καὶ τῶν ὀρέων, καὶ οὕτως ἀφανῶς διὰ τῆς νυκτὸς τῇ στρατοπεδείᾳ τῶν ἐχθρῶν πλησιάζωσι. καὶ τοιούτου δοθέντος συνθήματος, οὔπω τοῦ ἡλίου τὰς ἀκρωρείας αὐγάζοντος, βοῇ στιβαρᾷ παιανίσαντες καὶ τὸ «σταυρὸς νενίκηκε» συμβοήσαντες ἐπιτίθενται τοῖς ἐχθροῖς, συνεπαλαλαξάντων ἀπὸ τοῦ ὄρους καὶ τῶν λοιπῶν. εὐθὺς οὖν οἱ βάρβαροι τῷ ἀνελπίστῳ καταπλαγέντες καὶ μήτε συστῆναι, μήτε τὸ ἐπιὸν πλῆθος, ὅσον ἐστί, λαβόντες καιρὸν κατιδεῖν, μήτ’ ἄλλο τι σωτήριον ἑαυτοῖς ἐκ τοῦ παραχρῆμα βουλεύσασθαι, ὥρμησαν πρὸς φυγήν. τῶν οὖν διωκόντων ῾Ρωμαίων καὶ τοὺς μὴ συνόντας ἐπιβοωμένων στρατηγούς καὶ τὰ τάγματα καὶ τὸν τῶν σχολῶν ἀφηγούμενον, καθάπερ αὐτοῖς συνετέτακτο, καὶ τῶν φευγόντων εἰς πλείονα συνελαυνομένων φόβον καὶ ταραχήν, συνέβη μέχρι μιλίων τριάκοντα γενέσθαι τὴν δίωξιν καὶ τὸν μεταξὺ χῶρον ἀπείροις καταστρωθῆναι νεκροῖς. τότε δὴ καὶ ὁ ἀναιδὴς Χρυσόχειρ σὺν ὀλίγοις φεύγων τῶν μετ’ αὐτοῦ, ἐπεὶ καταδιώκειν ἔγνω ῾Ρωμαῖόν τινα Πουλάδην τὴν προσηγορίαν, ὃν αἰχμάλωτον ἔλαβέ ποτε κατὰ τὴν Τεφρικὴν καὶ διὰ ἀστεϊσμὸν καὶ χάριτα καὶ συνήθη εἶχε καὶ γνώριμον, θεασάμενος αὐτὸν καὶ γνωρίσας, ἐπιστραφείς∙ «τί σοι», φησίν, «ὦ ἄθλιε, διεπραξάμην, Πουλάδη, κακόν, ὅτι με οὕτω καταδιώκεις μανιωδῶς ἐπιθυμῶν ἀνελεῖν;» ὁ δὲ συντόμως ὑπολαβών∙ «τῶν εὐεργεσιῶν σου, πάτρων, τὴν ἀμοιβήν», ἔφη, «ἀποδοῦναί σοι κατὰ τὴν παροῦσαν ἡμέραν πεποιθώς εἰμι ἐν θεῷ.» ὁ μὲν οὖν προῄει οἷά τις ἐμβρόντητος καὶ βεβλαμένος τὰς φρένας, ὁ δὲ ἐφείπετο μετ’ εὐτολμίας νεανικῆς. τάφρῳ δὲ βαθείᾳ ὁ διωκόμενος ἐντυχὼν καὶ ὑπερπηδῆσαι ταύτην τὸν ἵππον μὴ συγχωρῶν βάλλεται κατόπιν παρὰ τοῦ Πουλάδη φθάσαντος κοντῷ κατὰ τῆς πλευρᾶς. καὶ ὁ μὲν εὐθέως περιδινηθεὶς τῷ ἀλγήματι κατερρύη τοῦ ἵππου, τῶν δὲ σὺν αὐτῷ τις (Διακονίτζης τούτῳ ἦν τὸ ἐπώνυμον) τοῦ ἵππου ῥίψας ἑαυτὸν ἐπιμελείας ἠξίου τὸν πεσόντα, τοῖς τε οἰκείοις γόνασι τὴν ἐκείνου κεφαλὴν ἐπιθεὶς καὶ τὸ συμβὰν ὀδυρόμενος. ἐν τοσούτῳ δὲ προσγίνονται τῷ Πουλάδῃ καὶ ἕτεροι, καὶ καθαλλόμενοι τῶν ἵππων τὴν τοῦ Χρυσόχειρος ἀποτέμνουσι κεφαλὴν ἤδη θανατῶντος καὶ ἐκλιμπάνοντος. δεσμοῦσι δὲ καὶ τὸν Διακονίτζην καὶ τοῖς ἄλλοις αἰχμαλώτοις συγκαταλέγουσιν. εὐθὺς οὖν εὐαγγέλια πρὸς τὸν βασιλέα ἐκπέμπονται, μεθ’ ὧν ἦν καὶ ἡ τοῦ Χρυσόχειρος κεφαλή. πεσόντος οὖν τοῦ Χρυσόχειρος συναπεμαράνθη πᾶσα ἡ ἀνθοῦσα τῆς Τεφρικῆς εὐανδρία. καὶ τὰ μὲν κατὰ τὴν Τεφρικὴν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ ἐν ὥρᾳ μιᾷ ἡ ἐπὶ μεῖζον δόξης ἀρθεῖσα ὕψος τῶν Μανιχαίων πληθὺς ὡσεὶ καπνὸς διελύθη.”

John Skylitzes, ed. Thurn, I., Ioannis Scylitzae Synopsis Historiarum (CFHB 5, Berlin‑New York 1973), p. 138.65 ‑ 140.40.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>