Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Michael Bourtzes

Συγγραφή : Stouraitis Ioannis (10/12/2003)
Μετάφραση : Loumakis Spyridon

Για παραπομπή: Stouraitis Ioannis, "Michael Bourtzes",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=8226>

Μιχαήλ Βούρτζης (25/5/2009 v.1) Michael Bourtzes (15/2/2006 v.1) 

Παραθέματα

 

The Byzantine historian Leo the Deacon describes Michael Bourtzes’ participation in the capture of Antioch (969):

ἐν ᾧ δὲ πρὸς τὴν ἐκστρατείαν διεσκευάζετο, ἡ τῆς μεγάλης Ἀντιοχείας ἅλωσις ἐπηγγέλλετο, ἄρτι κατὰ τὰς ἐκείνου ὑποθήκας ἁλοῦσα, ἃς δὴ τοῖς καταλειφθεῖσι πρὸς αὐτοῦ εἰς τὸ ταύτην λεηλατεῖν στρατιώταις ἐπέσκηπτε. λέγεται γάρ, ὡς, ἐπείπερ ταῖς καθ’ ἡμέραν καταδρομαῖς εἰς ἀμηχανίαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐσχάτην συνηλαύνετο, τὸν Πατρίκιον Πέτρον καὶ στρατοπεδάρχην, τομίαν μὲν ὄντα, ῥέκτην δὲ τὴν ἄλλως καὶ ῥωμαλεώτατον, κατατρέχοντα Συρίαν, ἐκεῖσε μετὰ τῆς δυνάμεως ἀφίκεσθαι, καὶ Μιχαὴλ ἐκεῖνον, ἐν ταξιάρχοις τελοῦντα, ᾧ Βούρτζης ἐπώνυμον, ἐπὶ κατασκοπὴν ἐκπέμψαι τῆς πόλεως. τὸν δὲ μετὰ καὶ ἄλλων λογάδων ἀγχοῦ ταύτης γενόμενον, τὸν ἐπίβατον τοῦ τείχους περισκοπῆσαι, καὶ ὀπισθόρμητον ἀπαλλαγῆναι πρὸς τὸ στρατόπεδον, κλίμακάς τε ἀναλόγους τῷ ὕψει τῶν πύργων τεκτήνασθαι· κἀν τοῖς ἀχθοφόροις ζώοις ταύτας ἐπιφορτίσασθαι, καὶ μετὰ λεγεῶνος γενναιοτάτων στρατιωτῶν ἤδη μέσων νυκτῶν τὸν τῆς Ἀντιοχείας περίβολον αὖθις καταλαβεῖν, ἤρεμά τε ταύτας προσερεῖσαι τῷ τείχει καὶ ἀνιέναι διὰ τῶν κλιμάκων· τοὺς δὲ φύλακας τῶν Ἀγαρηνῶν, βαθεῖ τῷ ὕπνῳ καθεύδοντας, τοῖς ξίφεσι διαχρήσασθαι. ἐγκρατεῖς δὲ τῶν τειχῶν τὸν τρόπον τοῦτον ῾Ρωμαίους γεγενημένους καταβῆναί τε τῶν πύργων, καὶ τετραχῶς τὸ ἄστυ πυρπολεῖν· Ἀντιοχεῖς δέ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντας, εἰς οἰμωγὰς καὶ θρήνους τραπῆναι καὶ ἀμηχανίαν δεινήν, διενθυμουμένους ὅ,τι καὶ δράσαιεν. ἤδη δὲ πρὸς ἀλκὴν ὁρμᾷν διαλογιζομένων, καὶ ῥωμαλέως τοῖς ἐναντίοις συστάδην ἀντικαθίστασθαι, τῆς ἕω τηλαυγῶς ὑπαυγαζούσης, προέφθασε τὴν ἐκείνων ὁρμὴν ὁ στρατοπεδάρχης Πέτρος, μετὰ τῆς δυνάμεως εἰς τὴν πόλιν διὰ τῶν πυλῶν εἰσελάσας, ἃς οἱ προκατασχόντες τὸ ἄστυ ῾Ρωμαῖοι αὐτῷ ἀνεπέτασαν.

Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), pp. 81.13-82.17.

The Byzantine historian John Skylitzes describes the capture of Antioch by Michael Bourtzes:

Ὑποστρέφων δ’ ὁ Νικηφόρος ἐξ Ἀντιοχείας πρὸς τὴν βασιλίδα, ἐν τῷ διέρχεσθαι τὸν Ταῦρον, ὃ Μαῦρον ὄρος ἐπιχωρίως λέγεται, φρούριον κατὰ τὸ μέσον τοῦ ὄρους δομησάμενος ἔν τινι λόφῳ ἐρυμνοτάτῳ, Μιχαὴλ τὸν Βούρτζην πατρίκιον τιμήσας ἐν τῷ φρουρίῳ κατέλιπε, στρατηγὸν ὀνομάσας τοῦτον τοῦ Μαύρου ὄρους, ἐπισκήψας προσμένειν ἀγρύπνως καὶ τοὺς Ἀντιοχεῖς πάσῃ μηχανῇ κωλύειν ἐξιέναι καὶ τὰ πρὸς ζωὴν εἰσκομίζεσθαι ἐπιτήδεια. κατέλιπε δὲ καὶ Πέτρον ἕνα τῶν ἑαυτοῦ εὐνούχων, δοῦλον ὑπάρχοντα, δραστήριον ἄνθρωπον, ὃν δὴ καὶ στρατοπεδάρχην πεποίηκεν ἐν Κιλικίᾳ, εἰς παραχειμασίαν τὸν στρατὸν διασκορπίσαι κελεύσας καὶ τὴν αὐτοῦ μένειν εἰς τοὐπιὸν ἔτος ἔλευσιν. ἐλέγετο δ’, ὅτι δυνάμενος ἐξ ἐφόδου ἑλεῖν τὴν Ἀντιόχειαν ὁ βασιλεὺς οὐκ ἠθέλησεν, ἀλλ’ ἐξεπίτηδες παρεῖλκε καὶ παρεβίβαζε τὴν ταύτης κατάσχεσιν, δεδιὼς τὸν φημιζόμενον λόγον. καὶ γὰρ δὴ καὶ ἐν τοῖς ἁπάντων ἐφέρετο στόμασιν, ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιοχείας καὶ ὁ βασιλεὺς τεθνήξεται. ἀμέλει καὶ τῷ τοιούτῳ λόγῳ δειλαινόμενος οὔτ’ αὐτὸς προσεπέλασε τῇ Ἀντιοχείᾳ, καὶ τῷ Πέτρῳ δὲ καὶ τῷ Βούρτζῃ παρήγγειλε μηδεμίαν προσβολὴν ποιήσασθαι κατ’ αὐτῆς. ἀλλ’ ἐκεῖνος μὲν ταῦτα καταστησάμενος, ὡς εἴπομεν, εἴσεισιν εἰς τὴν βασιλεύουσαν. ὁ Βούρτζης δὲ τῇ Ἀντιοχείᾳ γειτονῶν καὶ κλέος ἑαυτῷ ἄσβεστον περιποιήσασθαι ἱμειρόμενος, μικρὰ φροντίσας τῶν τοῦ βασιλέως ὑποθηκῶν, νύκτωρ καὶ μεθ’ ἡμέραν ἐσκέπτετο, εἴ πως δυνηθείη κατασχεῖν τὴν πόλιν. ἀπῄει οὖν συνεχῶς καὶ λόγους μετὰ τῶν Ἀντιοχέων ἐκίνει συμβατικούς. ἀλαζονευομένων δ’ ἐκείνων καὶ τὰς συμβάσεις διωθουμένων, ἔλαθεν ἐκεῖνος φιλιωθῆναί τινι τῶν Σαρακηνῶν (Αὔλαξ οὗτος ἦν), ὃν ὑποκλέψας δώροις καὶ ὑποσχέσεσιν ἴσχυσε λαβεῖν τὸ μέτρον ἑνὸς τῶν πρὸς δύσιν τῆς Ἀντιοχείας πύργων Κάλλα τοὔνομα. καὶ μετὰ τούτου τεκτηνάμενος κλίμακας πρὸς τὸ ἄκρον ἐξικνουμένας τοῦ πύργου, νύκτα τε ἀφεγγῆ ἐπιτηρήσας καὶ ἔπομβρον, ἔλαθε τὰς κλίμακας προσερείσας τῷ τείχι. καὶ ἀναβὰς μετὰ τριακοσίων τῶν ὑπ’ αὐτὸν τοὺς μὲν φύλακας ἀποσφάττει τοῦ πύργου, ἔτι δὲ καὶ τοῦ γειτονοῦντος αὐτῷ. καὶ μετὰ τῶν τριακοσίων τοὺς δύο τούτους πύργους κατεσχηκὼς ἄγγελον εὐθέως ἐκπέμπει πρὸς τὸν στρατοπεδάρχην, μηνύων ἐπιταχῦναι καὶ ἐλθεῖν μετὰ παντὸς τοῦ στρατοῦ, ὡς τῆς πόλεως ἤδη κατασχεθείσης. ὁ δὲ Πέτρος τὰς ἀγγελίας δεξάμενος ὤκνει καὶ ἀνεδύετο, τὴν ἐκ τοῦ βασιλέως δεδοικὼς ἀγανάκτησιν, μή τι καὶ κακὸν ἀπολαύσῃ, ὡς παραβάτης τῶν αὐτοῦ προσταγμάτων. ἐγκειμένου δὲ τοῦ Βούρτζη καὶ ἄλλον ἐπ’ ἄλλῳ πέμποντος ἄγγελον καὶ τὴν ἔλευσιν ἐπιταχύνοντος καὶ πληροφοροῦντος, ὡς ἐπὶ πλέον ἀντέχειν οὐ δύναται πρὸς τὴν πολιορκίαν (καὶ γὰρ δὴ μαθόντες οἱ Ἀντιοχεῖς τὴν τῶν πύργων κατάσχεσιν συνέρρεον πανταχόθεν καὶ ἐκπολιορκεῖν τοὺς πύργους ἠπείγοντο, βέλη ἀφιέντες παντοδαπὰ καὶ μηχανὰς ποικίλας καὶ πῦρ ὑφῆπτον, καὶ ἄλλα ἐποίουν, ὁπόσα ποιεῖν ἔδει τοὺς κινδυνεύοντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολωλέναι, ἀποβαλεῖν δὲ καὶ πόλιν πασῶν ὑπερκειμένην τῶν ἀνὰ τὴν ἕω πόλεων) πτοηθεὶς ὁ στρατοπεδάρχης, μὴ τοσούτων ἀπολωλότων καὶ τηλικούτων ἀνδρῶν διὰ τὴν ἐκείνου ἀπείθειαν καὶ πόλεως τηλικαύτης ἡ πολιτεία ῾Ρωμαίων ὑποστῇ ζημίαν, ἄκων καὶ μὴ βουλόμενος καταταχήσας παρεγένετο σὺν παντὶ τῷ στρατῷ, εὑρὼν τοὺς περὶ τὸν Βούρτζην λίαν ἀπειρηκότας. ἐπὶ τρισὶ γὰρ νυχθημέροις ἦσαν πολιορκούμενοι. οὗ τὴν ἔφοδον ἐγνωκότες οἱ Ἀντιοχεῖς παρελύθησαν τὰς ψυχὰς καὶ τῆς συντονίας ἐνέδωκαν. ἀδείας δὲ λαβόμενος ὁ Βούρτζης κάτεισι πρὸς τὴν πύλην, καὶ σπάθῃ τὸν μοχλὸν τῆς κλειδὸς διατεμὼν ἀνοίγνυσι τὰς πύλας, καὶ τὸν Πέτρον εἰσάγει σὺν παντὶ τῷ στρατεύματι. καὶ οὕτω παρελήφθη ἡ μεγάλη καὶ περιφανὴς Ἀντιόχεια. ὅπερ πυθόμενος ὁ Νικηφόρος, εὐφρανθῆναι δέον ἐπὶ ἁλώσει τηλικαύτης πόλεως καὶ τὰ κατ’ αὐτὸν ἐπιτρέψαι θεῷ, ὁ δὲ τοὐναντίον ἤλγησε τὴν ψυχὴν τὸν στρατοπεδάρχην τε ἐν αἰτίαις εἶχε, καὶ τὸν Βούρτζην οὐ μόνον οὐκ ἀπεδέξατο τῆς προθυμίας καὶ τῆς ἀνδρείας καὶ γέρα παρέσχεν ἐπάξια τῆς αὐτοῦ ἀνδραγαθίας, ἀλλὰ καὶ ὕβρεσι πλύνας παρέλυσε τῆς ἀρχῆς καὶ οἴκοι μένειν ἐπέταξεν.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin/New York 1973), pp. 271.73-273.36.

Michael Bourtzes’ participation in the assassination of Nikephoros Phokas, as described by Leo the Deacon:

ἐπεὶ δὲ πόνον ἡ τούτων ἐπὶ κακῷ συλλαβοῦσα συμφωνία καὶ δεινὴν ἀδικίαν ὠδίνασα, τὴν πονηρὰν τεκεῖν ἀνομίαν ἠπείγετο, συνελθόντες αὖθις ἀλλήλοις κατὰ τὸ σύνηθες, τὸν αὐτοκράτορα Νικηφόρον τῆς ἀρχῆς κατασπᾶσαι διέγνωσαν. ἐκεῖθεν ἐφ’ ἑστίας ὁ Ἰωάννης ἀπαλλαγείς, Μιχαήλ τε, τὸν καλούμενον Βούρτζην, καὶ Λέοντα τὸν Πεδιάσιμον εἰσκαλέσας καὶ τὸ δωμάτιον κλείσας, τὴν τοῦ αὐτοκράτορος Νικηφόρου μετ’ αὐτῶν ἐσκαιωρεῖτο ἀναίρεσιν. μὴν ἐφειστήκει τότε Δεκέμβριος, δεκάτην ἐλαύνων ἡμέραν.

Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), pp. 85.15-23.

Michale Bourtzes appointed doux of Antioch (976):

τὸ δ’ αὐτὸ τοῦτο καὶ εἰς Μιχαὴλ τὸν Βούρτζην ὕποπτον ὄντα ἐμηχανήσατο, διαστῆσαι τοῦτον τῆς τοῦ Σκληροῦ ἑταιρείας σπουδάσας (συνῆν γὰρ καὶ οὗτος αὐτῷ τάγματός τινος κατάρχων στρατιωτικοῦ). ὅνπερ τῷ τῶν μαγίστρων τιμήσας ἀξιώματι δοῦκα τῆς παρὰ τῷ Ὀρόντῃ Ἀντιοχείας προβάλλεται.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin New York 1973), σελ. 314.72-315.76.

John Skylitzes describes Michael Bourtzes’ joining to Bardas Skleros’ movement:

καὶ ἐπὶ χρόνον μέν τινα εὐρώστως ἠμύνοντο. εἶτα ὑπερκερώσεις ποιησάμενος ὁ Βάρδας καὶ ἔνδον συναπολαμβάνειν ἤδη τοὺς πολεμίους φοβῶν, ἐπαφεὶς δὲ καὶ κατὰ νῶτα τοὺς μισθοφόρους, τρέπει τε εἰς φυγὴν καὶ πολὺν ἐργάζεται φόνον, τοῦ δουκὸς Ἀντιοχείας τοῦ Βούρτζη πρῶτον ἐγκλίναντος, εἴτε διὰ δειλίαν εἴτε διὰ κακουργίαν. ἐλέγετο γὰρ ἀμφότερα. κατέσχε δὲ καὶ τὸ στρατόπεδον ἅπαν σὺν τῇ ἀποσκευῇ, καὶ πλοῦτον ἐντεῦθεν περιεβάλετο ἄπειρον. ἐκεῖθεν αὖθις ἐπὶ τὸ λεγόμενον ἔρχεται Τζαμανδόν. πόλις δὲ ἡ Τζαμανδὸς ἐν ἀποκρήμνῳ πέτρα κειμένη, πολυάνθρωπος καὶ πλούτῳ περιβριθής. ἥντινα παρ’ ἑκόντων λαβὼν τῶν ἐγχωρίων πλοῦτον συνέλεξεν οὐκ ὀλίγον. αὕτη ἡ νίκη πολλοὺς τῶν τῷ βασιλεῖ προσκειμένων κατέσεισε καὶ αὐτομολῆσαι πρὸς τὸν Σκληρὸν ἠνάγκασεν. ὅ τε γὰρ Βούρτζης πρῶτος αὐτομολεῖ τῷ Σκληρῷ καὶ ὁ πατρίκιος Ἀνδρόνικος καὶ δοὺξ ὁ Λυδὸς σὺν τοῖς υἱέσι.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), pp. 319.6-19.

Michael Bourtzes’ defeat by the imperial troops:

τοῦτο τὸ ἔργον λίαν τοὺς περὶ τὸν Σκληρὸν ἐδειμάτωσε, δεδιότας οὐ περὶ χρημάτων καὶ κτημάτων μόνον, ἀλλὰ καὶ περὶ τῶν τιμιωτάτων αὐτῶν. πολλοὶ οὖν ἐξομνύμενοι τὴν ἀποστασίαν τῷ πρωτοβεστιαρίῳ προσέρρεον, ὡς κινδυνεύειν κονιορτοῦ δίκην διαλυθῆναι τὸ ἀποστατικόν. ὅπερ ἵνα μὴ γένηται φοβηθεὶς ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαὴλ τὸν Βούρτζην ἄρτι, ὡς εἴπομεν, προσκεχωρηκότα αὐτῷ, καὶ ῾Ρωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετ’ εὐζώνου ἐκπέμπει στρατιᾶς, ἐμποδὼν ἵστασθαι τῷ πρωτοβεστιαρίῳ κελεύσας, ἐπιτιθεμένοις ἐξ ἐφόδου καὶ τὰς ἐκδρομὰς κωλύειν ὡς δύναμις, συμπλοκῆς δὲ καθολικῆς κατὰ τὸ ἐγχωροῦν φείδεσθαι. πλησιάσαντες δὲ τῷ βασιλικῷ στρατεύματι οἱ περὶ τὸν Βούρτζην ἠναγκάσθησαν καὶ ἄκοντες πολεμῆσαι παρὰ τὴν τοῦ Σκληροῦ παραγγελίαν, ἀπὸ τοιαύτης αἰτίας. Σαρακηνοὶ ἐκ τῆς πρὸς ἕω Βερροίας τὰ ἐτήσια τέλη ῾Ρωμαίοις κομίζοντες ἠγγέλλοντο πρὸς τὴν βασιλίδα ἀπιέναι, καὶ ὡς μέλλουσι κατά τινα ῥητὴν ἡμέραν διὰ μέσων ἰέναι τῶν στρατευμάτων. καὶ ἐπειδὴ παρῆν ἡ κυρία, καὶ ἔμελλον κατὰ τὸ λεγόμενον Ὀξύλιθον φρούριον οἱ Σαρακηνοὶ διαβαίνειν, καθοπλίσαντες οἱ περὶ τὸν Βούρτζην τοὺς ἀμφ’ αὐτούς, τὸ δ’ αὐτὸ τοῦτο καὶ οἱ τοῦ πρωτοβεστιαρίου πεποιηκότες, μάλα ὁρμητικῶς πρὸς τὴν μάχην ἐχώρουν. προὔκειτο γὰρ ἑκατέροις ὥσπερ τις ἄθλος ὁ παρὰ τῶν Σαρακηνῶν κομιζόμενος χρυσός. καὶ ἐπείπερ ἤγγισαν, συμπεσόντες ἐμάχοντο. τρέπεται γοῦν ὁ Βούρτζης, καὶ πολλοὶ τῶν σὺν αὐτῷ ἀπώλοντο, καὶ μᾶλλον τῶν Ἀρμενίων.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), pp. 320.38-321.59.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>