The position of Nestongoi among the aristocratic families of the state of Nicaea around 1259, as it is described by the historian George Pachymeres:
Σὺν οἷς καὶ Βατάτζαι καὶ οἱ τοῦ Φιλῆ, ὧν ὁ πατὴρ Θεόδωρος τετύφλωτο καὶ αὐτὸς σὺν τῷ Στρατηγοπούλῳ τῆς αὐτῆς ἐκείνῳ χάριν αἰτίας, σὺν Καβαλλαρίοις τε οἱ Νοστόγγοι καὶ οἱ Καμύτζαι, σύν τε Ἀπρηνοῖς και Ἀγγέλοις οἱ Λιβαδάριοι, Ταρχανειῶται, Φιλανθρωπηνοὶ καὶ οἱ εὐγενεῖς Καντακουζηνοί, καὶ ὅσοι ἄλλοι οἷς ἡ μεγαλογενὴς σειρὰ καὶ χρυσῆ συγκεκρότητο. Ὁ μέντοι γε Νοστόγγος Γεώργιος καὶ προσεφιλοτιμεῖτο· ἐκυδροῦτο γὰρ τῶν ἄλλων εἰς κῆδος βασιλικὸν προτιμώμενος. Καὶ γὰρ ἔτι ζῶν ὁ κρατῶν, ἁρμόζειν εἰς γάμον αὐτῷ τὴν παῖδα διὰ βουλῆς ἔχων, πολλοῖς καὶ ἄλλοις ἐπίστευε τὴν βουλὴν κἂν ἐπλήρου καὶ τὸ συνάλλαγμα, εἰ μή γε θάνατος, τῷ βασιλεῖ ἐπελθών, ἐμποδὼν ἔστη τῇ πράξει. Τότε δ’ αὖθις ἐπιθαρροῦντα τοῖς ἐγνωσμένοις, ὡς καὶ πάλιν τυχεῖν ἔσται οἱ τοῦ κήδους, μέγα φρονεῖν ἡ ἐλπὶς ἐποίει, καὶ κατηλαζονεύετο πρὸς τοὺς ἄλλους, καὶ μᾶλλον τὸν αὐτανέψιον, ὃς ἦν ὁ μέγας κονοσταῦλος, διαφιλοτιμούμενος· ὅθεν κἀν τοῖς βασιλικοῖς προαυλίοις ἀνέδην ἐσκήνει καὶ καθ’ ἡδονὴν διατριβῆς ἱππαζομένοις τοῖς ἄρχουσιν ἐπὶ κοντῶν συντριβῇ ἢ καὶ κατὰ παίγνιον σύνηθες σφίσι τῆς σφαίρας, ἐκ μεγάλου τοῦ θάρρους συνιππάζετο καὶ συνέπαιζεν, ἐγγὺς ἱσταμέναις καὶ ὁρώσαις ταῖς βασιλίσιν ἐπιδεικνύμενος.
Failler, A. (ed.), Georges Pachymérès, Relations historiques (Corpus Fontium Historiae Byzantinae 24/1-2, Paris 1984), p. 93.10-95.12.
The Nestongos family engage in the dispute over patriarch Arsenios:
Συνῆν δὲ τούτοις, τὰ αὐτὰ φρονοῦσα, καὶ ἡ Νοστογγόνισα μοναχή, ἣν ἑτεροθαλῆ ὁ λόγος ἐδείκνυ, ὅτι ἐκ προτέρας γυναικὸς τῷ Ταρχανειώτῃ γεγέννητο. Ἦσαν οὖν οὗτοι πάντες τῷ Ὑακίνθῳ συνόντες καὶ ζηλοῦντες ἐκτόπως ὑπὲρ τοῦ πατριάρχου, κακῶς, ὦ Δίκη καὶ νόμοι θεῖοι, ἐξορισθέντος.
Failler, A. (ed.), Georges Pachymérès, Relations historiques (Corpus Fontium Historiae Byzantinae 24/1-2, Paris 1984), p. 385.16-20.