| |
|
|
|
|
|
Παραθέματα
|
| |
The 11th c. historian Michael Attaleiates depicts the career of the patriarch John Xiphilinos:
ἦν γὰρ τῆς συνόδου προεξάρχων καὶ τὴν πατριαρχίαν κοσμῶν Ἰωάννης ὁ ἐπικεκλημένος Ξιφιλῖνος, ἐκ Τραπεζοῦντος μὲν ὡρμημένος, ἀνὴρ δὲ σοφὸς καὶ παιδεύσεως εἰς ἄκρον ἐληλακὼς κἀν τοῖς πολιτικοῖς περίβλεπτος γεγονὼς καὶ ἀρετῆς εὐφρόνως ἐπιμελούμενος, ὥστε τοῖς βασιλείοις ἔτι ἐμφιλοχωρῶν καὶ πρῶτα φέρων παρὰ τῷ βασιλεῖ τὴν μοναχικὴν πολιτείαν ἐν ἀκμῇ τῆς εὐημερίας καὶ τῆς ἡλικίας ἀσπάσασθαι. καὶ τὸν ἀναχωρητικὸν βίον περὶ τὸ Ὀλύμπιον ὄρος ἑλόμενος, χρόνον ἐπὶ συχνὸν ἦν διαλάμπων ἐπ’ ἀρετῇ καὶ φόβῳ θεοῦ. καὶ διὰ τοῦτο τοῦ πατριάρχου θανόντος καὶ πολλῶν ἀνευρεθέντων οὐδεὶς ἄξιος πλὴν αὐτοῦ πρὸς τὸν τοιοῦτον ἐλογίσθη βαθμόν. καὶ ἀπαναινόμενος ἐδιώχθη πρὸς τῆς τιμῆς, καὶ λαμπτὴρ τῆς μεγάλης ἐκκλησίας καὶ πατριάρχης οἰκουμενικὸς ἐχρημάτισε.
Bekker, I. (ed.), Michaelis Attaliotae Historia (Bonn 1853), pp. 92.14-93.4.
|
| |
|
|
|
|