The tolerance of Nikephoros II Phokas towards the aberrations of his soldiers
Αὕτη ἡ αἰτία καὶ τὰ λοιπὰ τὰ ῥηθήσεσθαι μέλλοντα μισητὸν τοῖς πᾶσι καὶ βδελυκτὸν τὸν Νικηφόρον εἰργάσαντο. πρῶτον μὲν γάρ, ὅτε τὴν ἀρχὴν τὰ κατ’ αὐτὸν ἐκινήθη, μυρίαις πλημμελείαις χρωμένων τῶν σὺν αὐτῷ στρατιωτῶν ἐπιστροφὴν οὐκ ἐτίθει, λέγων· «οὐδὲν θαυμαστόν, εἰ ἐν τοσούτῳ πλήθει λαοῦ ἀτακτοῦσί τινες.» καὶ αὖθις εἰσελθὼν ἐν τῇ πόλει πολλῶν καὶ διαφανῶν ἰδιωτῶν διαρπαγέντων οὐδεμίαν ἐκδίκησιν ἐποιήσατο, ἀλλὰ παρεβλέπετο τὰς ἀτοπίας, ἐνευωχούμενος ταῖς ἀσελγείαις, αἷς οἱ ἀτακτοῦντες προσκείμενοι κακῶς τοὺς πολίτας διετίθουν, καὶ ταῦτα συνεργήσαντας αὐτῷ πρὸς τῆς βασιλείας ἀνάληψιν οὐ μικρῶς.
Thurn, J. (ed.), Ioannis Scylitzae, Synopsis Historiarum (Berlin-New York 1973), pp. 273-4.