Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Kourkouas Family

Συγγραφή : Stouraitis Ioannis (10/10/2003)
Μετάφραση : Velentzas Georgios

Για παραπομπή: Stouraitis Ioannis, "Kourkouas Family",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=9099>

Κουρκούες (16/3/2009 v.1) Kourkouas Family (15/11/2010 v.1) 

Παραθέματα

 

The Chronographer Symeon Magistros refers to the conspiracy of John Kourkouas against Basil I:

ἐγένετο δὲ συσκευὴ κατὰ τοῦ βασιλέως παρὰ Ἰωάννου τοῦ Κροκόα, δομεστίκου ὄντος τῶν ἱκανάτων, χρηματισθέντος παρὰ τοῦ ὄντος ἐν Βλαχέρναις ἐγκλείστου. εὑρέθησαν δὲ μετ’ αὐτοῦ πολλοὶ τῶν συγκλητικῶν καὶ λοιπῶν ἀρχόντων μέχρι τῶν ἑξήκοντα ἕξ. ἦν γὰρ Μιχαὴλ ὁ ἑταιριάρχης καὶ ὁ Κατουδάρης καὶ ὁ Μυξάρης καὶ ὁ Βαβούτζικος καὶ οἱ λοιποί. τῆς γοῦν τοιαύτης ἐπιβουλῆς μηνυθείσης τῷ βασιλεῖ παρὰ τοῦ πρωτοβεστιαρίου τοῦ Κροκόα κρατηθέντων τε πάντων ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ ἱπποδρόμῳ καὶ καθεσθεὶς ἐκεῖσε καὶ ἀνακρίνας τὰ κατ’ αὐτοὺς πάντας τύψας καὶ κουρεύσας τὰς ἔτι περιληφθείσας τρίχας κατέκαυσε.

Wahlgren, S. (ed.), Symeonis Magistri et Logothetae Chronicon (Corpus Fontium Historiae Byzantinae 44:1, Berlin - New York 2006), p. 269,161-170.

The Kourkouas' conspiracy against Basil I, as being described by the subsequent historian John Skylitzes:

Κατὰ τοῦτον τὸν καιρὸν ἐπιβουλὴ μηνύεται τῷ βασιλεῖ παρά τινος τῶν συνωμοτῶν, ἔξαρχον ἔχουσα τὸν πατρίκιον ῾Ρωμανὸν τὸν Κουρκούαν. καὶ δὴ συλληφθέντων τῶν ἐπιβουλευσάντων, ὁ μὲν Κουρκούας ἐπηρώθη τοὺς ὀφθαλμούς, οἱ δὲ λοιποὶ τυφθέντες καὶ καρέντες ἐξωρίσθησαν.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin - New York 1973), p. 140,43-47.

John Kourkouas, grandson of the abovementioned rebel, repels the political adversaries of Romanos I Lekapenos:

προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου, πατρικίου καὶ κόμητος τοῦ στάβλου, εἰς ἄριστον ὁ παιδαγωγὸς Κωνσταντίνου βασιλέως Θεόδωρος καὶ Συμεών, ὁ αὐτοῦ ἀδελφός. ἐσθιόντων δὲ αὐτῶν εἰσῆλθεν Ἰωάννης δρουγγάριος τῆς βίγλης, ὁ Κουρκούας λεγόμενος, μετὰ πλείστου λαοῦ καὶ τούτους ἀναρπάσας εἰς τὸ Ὀψίκιον ἐξώρισεν ἐν τοῖς αὐτῶν προαστίοις ὡς κατὰ ῾Ρωμανοῦ μελετῶντες.

Wahlgren, S. (ed.), Symeonis Magistri et Logothetae Chronicon (Corpus Fontium Historiae Byzantinae 44:1, Berlin-New York 2006), p. 313, 70-75.

John Skylitzes on the role John Kourkouas in establishing Romanos I's rule:

ἐξεβλήθη δὲ τῆς πόλεως καὶ Θεοφύλακτος πατρίκιος καὶ Θεόδωρος ὁ παιδαγωγὸς τοῦ βασιλέως καὶ ὁ τούτου ὁμαίμων Συμεών, καὶ ἐν τῷ Ὀψικίῳ διάγειν ἐτάχθησαν, ὡς τάχα κατὰ ῾Ρωμανοῦ μελετῶντες. ὑπούργησε δὲ πρὸς τὸν ἐξοστρακισμὸν τῶν τοιούτων ὁ δρουγγάριος τῆς βίγλας Ἰωάννης, ὁ Κουρκούας, αἰφνίδιον συναρπάσας αὐτοὺς καὶ πλοίοις εἰς τὴν περαίαν διαβιβάσας.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), p. 211, 34-212, 39.

John Kourkouas suppresses a revolt against Romanos I:

Ἐγένετο δὲ καὶ ἑτέρα τις ἀποστασία κατὰ τοῦ βασιλέως ἐν Χαλδίᾳ, ὑποθήκῃ τοῦ στρατηγοῦντος αὐτῆς Βάρδα πατρικίου τοῦ Βοΐλα. ἐξῆρχον δὲ τοῦ νεωτερισμοῦ Ἀδριανός τις Χάλδος καὶ Τατζάτης ὁ Ἀρμένιος, πλούσιοι σφόδρα. κατασχόντες οὖν οὗτοι φρούριον τὸ λεγόμενον Παϊπέρτε κατὰ τοῦ βασιλέως ὡπλίζοντο. ἀλλ’ ὀξὺς ἐπιφανείς (ἔτυχε γὰρ ἐνδημῶν ἐν Καισαρείᾳ ὁ τῶν σχολῶν ἐξηγούμενος Ἰωάννης ὁ Κουρκούας) τὴν σύστασιν διεσκέδασε, τοὺς ἐμφανεστέρους τῶν κατασχεθέντων ἀποτυφλώσας καὶ τὰς οὐσίας δημεύσας, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθῴους κελεύσας, ὅπῃ βούλονται, ἀπιέναι. μόνος δὲ ὁ Τατζάτης φρούριον ἐπί τινος ὑψηλοῦ λόφου κατεσκευασμένον κατεσχηκώς, καὶ λόγον τοῦ μή τι κακὸν παθεῖν δεξάμενος ἀπὸ τοῦ δομεστίκου καὶ λαβών, εἰσῆλθεν ἐν τῇ βασιλίδι καὶ τῇ τοῦ μαγγλαβίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν Μαγγάνων ἐτηρεῖτο.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), p. 217, 66-78.

The capture of Melitene by John Kourkouas, according to Theophanes Continuatus:

Τότε δὲ καὶ Ἰωάννης μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας, καλῶς διοικῶν τὸν ῾Ρωμαϊκὸν στρατὸν σχεδὸν ἀπὸ τῆς ἀναρρήσεως ῾Ρωμανοῦ βασιλέως, καὶ καταπολεμῶν καθ’ ἑκάστην τοὺς Ἀσσυρίους, καὶ πόλεις καὶ κάστρα καὶ κώμας καὶ χώρας αὐτῶν πορθήσας καὶ αἰχμαλώτους ποιήσας, μεθ’ ὧν καὶ τὸ ἐπίσημον καὶ ἐξάκουστον καὶ πάνυ ὀχυρὸν καὶ δυνατὸν κάστρον τῆς Συρίας, Μελιτινήν ὀνομαζόμενον, διαφόρως καταπολεμήσας καὶ πραιδεύσας, καὶ εἰς φροῦδον ἀπωλείας τοῦτο ποιήσας, καὶ τὰς πέριξ κώμας καὶ χώρας πυρικαύστους ἐργασάμενος, αὐτὸ τὸ ἀήττητον καὶ ἀμάχητον κάστρον παρακαθίσας καὶ ἑλεπόλεις μηχανικὰς στήσας, καὶ εἰς παντελῆ ἀπορίαν καὶ ἀμηχανίαν ἐμβαλὼν αὐτοὺς ὅ τι πράξαιεν, καὶ ἅπαξ καὶ πολλάκις πρέσβεις πρὸς τὸν δομέστικον στελλόντων καὶ λόγον αἰτούντων, ὁ συνετὸς καὶ ἐχέφρων Ἰωάννης ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας τὰ τῶν δακρύων καὶ ἐλεεινολογιῶν καὶ τὰ τῆς τύχης σκοπήσας, οἷα τὰ ἀνθρώπινα, ὑπεῖξεν, καὶ λόγον δοὺς αὐτοῖς, ὁ Ἀπόχαψ ὁ τοῦ Ἄμερ ἔκγονος ἀμηρᾶς ὢν Μελιτινῆς, καὶ ὁ Ἀποσαλὰθ στρατηγὸς εὐγενέστατος ὢν καὶ πλούσιος ἐν Μελιτινῇ παρεγένοντο. ἀποδεχθέντες οὖν παρὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου, πρὸς τὸν αὐτοκράτορα τούτους ἀπέστειλεν· καὶ σύμφωνα εἰρήνης ποιήσαντες ὑπέστρεψαν πρὸς τὰ ἴδια. ἔκτοτε δὲ συνεξεστράτευον τοῖς ῾Ρωμαίοις κατὰ τῶν ὁμοφύλων Ἀγαρηνῶν, ἔν τε τοῖς ἐπινικίοις συνεισήρχοντο τοῖς ῾Ρωμαίοις ἐν τῇ πόλει αἰχμαλώτους ἄγοντες Ἀγαρηνούς, ὅπερ ἦν θαυμαστὸν καὶ παράδοξον καὶ δεῖγμα τῆς ἀθέων Σαρακηνῶν δυστυχίας. τελευτήσαντος δὲ τοῦ Ἀπόχαψ, ἀνδρὸς φρονίμου καὶ συνετοῦ, διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτινὴν κατοικοῦντες. ἐκστρατεύουσιν οὖν κατ’ αὐτῶν πάλιν ὅ τε δομέστικος τῶν σχολῶν ὁ Κουρκούας Ἰωάννης μετὰ τῶν θεμάτων καὶ ταγμάτων καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων· καὶ πολλὰς προνομὰς καὶ πραίδας καθ’ ἑκάστην ποιούμενοι, καὶ ταῖς συνεχέσιν ἐπιδρομαῖς αἰχμαλωτίζοντες τούτους καὶ ληϊζόμενοι, εἰς τοσαύτην στένωσιν τὴν Μελιτινὴν περιέστησαν ὥστε αὐτὴν συντομώτατον ἐκπορθῆσαι καὶ ἕως ἐδάφους καταστρέψαι, οὐ μόνον δὲ ταύτην ἀλλὰ καὶ τὰς ὁμόρους αὐτῇ πόλεις καὶ χώρας πολυφόρους τε καὶ πιοτάτας οὔσας καὶ οἵας πολλὰς παρέχειν προσόδους.

Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), p. 415, 10-416, 23.

Skylitzes' account of the capture of Melitene by John Kourkouas:

Ὁ δὲ δομέστικος τῶν σχολῶν Ἰωάννης μάγιστρος ὁ Κουρκούας, ἄγων καὶ φέρων τὰ τῆς Συρίας καὶ ἅπαν ἀντίξουν καταστρεφόμενος, καὶ πλεῖστα φρούρια καὶ ὀχυρώματα καὶ πόλεις βαρβαρικὰς καθελών, ἔφθασε καὶ μέχρι τῆς περιβοήτου Μελιτηνῆς, πολιορκίᾳ δὲ τοὺς ἔνδον στενοχωρήσας ἠνάγκασε πρὸς συμβάσεις ἰδεῖν. παρεγένετο οὖν πρὸς αὐτὸν Ἀπόχαψ ὁ τοῦ Ἄμερ ἔκγονος, ἀμηρᾶς ὑπάρχων Μελιτηνῆς, καὶ Ἀποσαλὰθ ὁ τῶν ἐν αὐτῇ κατάρχων ταγμάτων. οὓς προσδεξάμενος ὁ δομέστικος ἱλαρῶς καὶ μετὰ προσηνείας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλεν. ἐντυχόντες οὖν αὐτῷ καὶ εἰρηνικὰ ποιήσαντες σύμφωνα ὑπέστρεψαν εἰς τὰ ἴδια, τοῖς φίλοις καὶ συμμάχοις ῾Ρωμαίων καταγραφέντες καὶ μετ’ αὐτῶν κατὰ τῶν ὁμοφύλων καθοπλιζόμενοι. τελευτήσαντος δὲ τοῦ Ἀπόχαψ καὶ τοῦ Ἀποσαλὰθ διελύθη τὰ τῆς εἰρήνης. ἐκστρατεύει οὖν κατ’ αὐτῶν ὁ εἰρημένος δομέστικος, ᾧ συνῆν μετὰ τῶν Ἀρμενίων καὶ ὁ μάγιστρος ὁ Μελίας. καὶ πρότερον μὲν πολέμῳ τοὺς Μελιτηνοὺς συνήλασαν εἴσω τείχους κατατολμήσαντας ἀντιποιήσασθαι τῶν ὑπαίθρων. ἔπειτα περικαθίσαντες τὴν πόλιν καὶ μετὰ συντονίας ταύτην πολιορκήσαντες πολέμου νόμῳ κατέσχον. κατέδραμον δὲ καὶ πάντα τὰ πέριξ καὶ ἐχειρώσαντο καὶ δοῦλα ῾Ρωμαίοις εἰργάσαντο.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), p. 224, 61-78.

John Kourkouas' role in repelling the Russian invasion (941):

κατῆλθε δὲ καὶ ὁ συνετώτατος καὶ ἐχέφρων Ἰωάννης ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας μετὰ παντὸς τοῦ τῆς Ἀνατολῆς στρατεύματος, καὶ πολλοὺς τούτων διέφθειρεν ἀποσπάδας τῇδε κἀκεῖσε καταλαμβάνων, ὥστε συσταλέντας αὐτοὺς δέει τῆς αὐτοῦ ἐπιθέσεως μένειν ἐπὶ τὸ αὐτὸ παρὰ τὰ οἰκεῖα πλοῖα καὶ μηδαμοῦ παρεκτρέχειν κατατολμᾶν.

Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), pp. 424, 21-425, 3.

The hostility of Romanos I's sons towards John Kourkouas:

Ἐπειδὴ δὲ ὁ ῥηθεὶς Ἰωάννης μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ἄριστος ἐγένετο εἰς τὰ πολέμια, καὶ πολλὰ καὶ μεγάλα ἀνέστησε τρόπαια, καὶ τὰ ῾Ρωμαϊκὰ ἐπέκτεινεν ὅρια, πλείστας τε πόλεις ἐπόρθησεν τῶν Ἀγαρηνῶν, καὶ διὰ τὸ περιφανὲς τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἠβουλήθη ὁ βασιλεὺς ῾Ρωμανὸς εἰς τὸν ἑαυτοῦ ἔκγονον ῾Ρωμανὸν τὸν ἐκ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ θυγατέρα ἀναλαβεῖν. ἡ οὖν θυγάτηρ τοῦ Κουρκούα ἦν ἡ Εὐφροσύνη, ὁ δὲ υἱὸς τοῦ Κωνσταντίνου ἦν ῾Ρωμανὸς ὁ εὐνουχισθεὶς παρὰ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ ἐτιμήθη πατρίκιος καὶ πραιπόσιτος. φθόνου δὲ αὐτῷ τῆς τοιαύτης ἕνεκεν ὑποθέσεως τῶν λοιπῶν βασιλέων κινηθέντος, παύει τῆς ἀρχῆς, εἴκοσι καὶ δύω χρόνους καὶ μῆνας ἑπτὰ δομέστικος ἀδιάδοχος τελέσας.

Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), p. 426, 3-14.

John Kourkouas' fall from grace:

ἐπεὶ δὲ ὁ ῥηθεὶς Ἰωάννης μάγιστρος, ὁ Κουρκούας, ἄριστός τις ἐγένετο τὰ πολεμικὰ καὶ πολλὰ ἀνέστησε τρόπαια καὶ τὰ ῥωμαϊκὰ ἐπλάτυνεν ὅρια πλείστας τε πόλεις ἐπόρθησε τῶν Ἀγαρηνῶν, διὰ τὸ περιφανὲς τῆς τοῦ ἀνδρὸς ἀρετῆς ἠβουλήθη ὁ βασιλεὺς ῾Ρωμανὸς εἰς τὸν ἑαυτοῦ ἔγγονον ῾Ρωμανὸν τὸν ἐκ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ τὴν τούτου θυγατέρα ἀναλαβεῖν. φθόνου δὲ αὐτῷ τῆς τοιαύτης ἕνεκεν ὑποθέσεως παρὰ τῶν λοιπῶν βασιλέων κινηθέντος ἐκπίπτει τῆς ἀρχῆς. δομέστικος δὲ ἀντικαθίσταται ὁ πατρίκιος Πανθήριος, συγγενὴς τοῦ βασιλέως ὢν ῾Ρωμανοῦ.

Wahlgren, S. (ed.), Symeonis Magistri et Logothetae Chronicon (Corpus Fontium Historiae Byzantinae 44:1, Berlin-New York 2006), p. 337, 585-593.

Skylitzes' account of John Kourkouas' fall from grace:

φθόνου δὲ κινηθέντος κατὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ Κουρκούα παρὰ τῶν ἄλλων βασιλέων (ἐβούλετο γὰρ ῾Ρωμανὸς ὁ βασιλεὺς Εὐφροσύνην τὴν τοῦ δομεστίκου θυγατέρα νύμφην ἀγάγεσθαι τῷ οἰκείῳ ἐκγόνῳ ῾Ρωμανῷ <τῷ υἱῷ> τοῦ ἐσχάτου παιδὸς αὐτοῦ Κωνσταντίνου) ἠναγκάσθη τῆς ἀρχῆς αὐτὸν παραλῦσαι, ἐπὶ δυσὶ καὶ εἴκοσι χρόνοις καὶ μησὶν ἑπτὰ ἀδιαδόχως τὴν τοῦ δομεστίκου ἀρχὴν ἰθύναντα, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν Συρίαν καταδραμόντα καὶ ταπεινώσαντα. ὅτῳ δὲ βουλητὸν τὰ ἐκείνου μαθεῖν ἀριστείας, ζητησάτω τὴν πονηθεῖσαν βίβλον παρά τινος Μανουὴλ πρωτοσπαθαρίου καὶ κριτοῦ (ἐν ὀκτὼ γὰρ βίβλοις ἐκεῖνος τὰ τούτου ἀνδραγαθήματα συνεγράψατο), καὶ ἐξ αὐτῆς εἴσεται, οἷος ἦν ὁ ἀνὴρ τὰ πολεμικά.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), p. 230, 26-37.

Theophanes Continuatus praises John Kourkouas' descent and career:

πλὴν οὖν ἄξιον εἰπεῖν τό τε γένος καὶ τὴν ἀγωγὴν αὐτοῦ καὶ τὸ ἐπιτήδευμα καὶ τὸ φύσει τῆς ψυχῆς καὶ τοῦ σώματος αὐτοῦ καὶ τὴν πρᾶξιν, καὶ ὁποῖος πιστὸς καὶ ὀρθὸς ἀνεφάνη τῇ γενεᾷ ἡμῶν. οὗτος ἐκ γένους τῶν Ἀρμενιακῶν ἦν ἀπὸ Δόκιαν χωρίου Δαρβιδοῦν, πατρὸς μὲν τῶν οὐκ ἀσήμων, παλατίνου πάνυ πλουσίου υἱοῦ Ἰωάννου δομεστίκου τῶν ἱκανάτων. λέγεται δὲ καὶ τὰ ἱερὰ γράμματα ἐκπεπαιδεῦσθαι παρὰ Χριστοφόρου μητροπολίτου Γαγγρῶν τοῦ συγγενοῦς αὐτοῦ. ὡς ᾄδεται δὲ ὁ λόγος, ὅτι ἔφη ο ἀρχιερεὺς «οὗτος ὁ Ἰωάννης εἰς λύτρωσιν καὶ ἄνεσιν τῶν ῾Ρωμαίων γενήσεται» πολλὰς γὰρ καὶ πλείστας πόλεις καὶ κάστρα καὶ χώρας καὶ καστέλλια καὶ τόπια τῶν Ἀγαρηνῶν ἐχειρώσατο, καὶ τὴν ῾Ρωμανίαν διπλῆν κατεστήσατο, πρότερον οὖσαν καὶ κατεχομένην ὑπὸ τῶν ἀρνητῶν τοῦ Χριστοῦ μέχρι τοῦ Χαρσιανοῦ κάστρου καὶ τῆς Ὑψηλῆς καὶ τοῦ Ἅλυ ποταμοῦ. ὁ δὲ πιστὸς καὶ σπουδαῖος πρὸς ῾Ρωμανὸν αὐτοκράτορα Ἰωάννης δομέστικος τῶν σχολῶν μέχρι τοῦ Εὐφράτου καὶ τοῦ Τίγρη τὰ ὅρια τῶν ῾Ρωμαίων ἐστήσατο καὶ προῖκα καὶ δῶρα τῇ ῾Ρωμανίᾳ προσήνεγκεν, καὶ λαὸν καὶ στρατὸν ὁ βασιλεὺς ἐκεῖθεν προσεκτήσατο, καὶ φόρους πολλοὺς ἐτησίως λαμβάνειν ἐτύπωσεν, καὶ πολλῶν λαφύρων καὶ ἁρμάτων καὶ αἰχμαλώτων Ἀγαρηνῶν ἐκεῖθεν ἀπήνεγκεν. μεγίστοις γὰρ ἀγῶσιν ἑαυτὸν παραθεὶς τὰς πόλεις τῶν ἀρνητῶν Χριστοῦ ἐπόρθησεν· καὶ τίς ἂν ἐξείπῃ κατ’ ὄνομα ταύτας ἃς χειρωσάμενος ὑποφόρους τοῖς ῾Ρωμαίοις Ἰωάννης ὁ Κουρκούας καὶ δομέστικος τῶν σχολῶν [ἐποιήσατο;] τοῖς εἴκοσι καὶ δύο χρόνοις πόλεις χιλίας σχεδὸν καὶ πλέον κατεστήσατο καὶ τῇ ῾Ρωμανίᾳ προσήγαγεν· καὶ ἦν ἰδεῖν τὸν ἄγρυπνον Ἰωάννην τὸν Κουρκούαν ἐπὶ παρατάξεως πολεμικῆς διαλαλιαῖς καὶ παραινέσεσι πιθαναῖς τοῖς ῾Ρωμαίοις χρώμενον, καὶ ἄλλον Τραϊανὸν ἢ Βελισάριον εἰκάσαι καὶ ὀνομάσαι τοῦτον. καὶ εἴ τις πρὸς τούτους παραθήσει τὸν ἄνδρα, εὑρήσεις πλείονας τὰς τοῦ Κουρκούα ἀνδραγαθίας καὶ ἀριστείας. οἱ δὲ λαμπρῶς ποθοῦντες καὶ θέλοντες μαθεῖν τὰς τοῦ Ἰωάννου Κουρκούα ἀριστείας καὶ συγγραφὰς εὑρήσουσιν ἐν ὀκτὼ βιβλίοις ἐκτεθείσας παρὰ Μανουὴλ πρωτοσπαθαρίου καὶ κριτοῦ.

Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), pp. 426, 15-428, 2.

Theophanes Continuatus praises Theophilos and Romanos Kourkouas:

Ἄξιον δὲ διηγήσασθαι καὶ τὰς τοῦ αὐταδέλφου μαγίστρου καὶ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ πατρικίου καὶ στρατηγοῦ Χαλδίας Θεοφίλου ἀριστείας καὶ ἀνδραγαθίας. οὗτος εἰς Χαλδίαν μονοστράτηγος γεγονὼς οὐκ ἐνέδωκεν αὐτόν, οἷα οἱ πολλοὶ τῇ τρυφῇ καὶ σπατάλῃ καὶ ἡδυπαθείᾳ χρῶνται· ἀλλ’ ἑαυτὸν ἐκδοὺς πρὸς κόπους καὶ σκληρότητας, πρὸς τὸ τὰς κώμας καὶ χώρας τῶν Ἀγαρηνῶν ληΐζεσθαι, ὥστε καὶ τοὺς οἰκοῦντας Ἀγαρηνοὺς εἰς τὸ κάστρον τὸ ἀνδρειότατον καὶ πανθαύμαστον Θεοδοσιόπολιν καὶ τὰ πέριξ αὐτοῦ κάστρα αἰχμαλώτους ἀγάγεσθαι καὶ τῷ μαγίστρῳ Ἰωάννῃ φορολογῆσαι καὶ ὑποτάξαι ἐποίησεν. ἀλλὰ καὶ ἐν τῇ Μεσοποταμίᾳ ἄριστος στρατηγὸς ἀνεφαίνετο, καὶ οὐκ ἐφαίνετο μόνον ἀλλὰ καὶ ἐδείκνυτο καὶ ἄλλος Σολομὼν ὁ ἐπὶ Ἰουστινιανοῦ ἀνεφαίνετο καὶ ἐγνωρίζετο. ὃς καὶ τοῖς μετέπειτα καταλιπὼν τὸν ἔκγονον αὐτοῦ Ἰωάννην τὸν λεγόμενον Τζιμισκήν· καὶ τῇ εὐφυΐᾳ καὶ ἀνδρίᾳ καὶ ἀοκνίᾳ τοῦ ἀνδρὸς πατρίκιος καὶ στρατηγὸς διαφόρων θεμάτων τιμηθείς, ἔπειτα καὶ ἐπὶ Νικηφόρου τοῦ Νικητοῦ βασιλέως τοῦ λεγομένου Φωκᾶ μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ἀνεφάνη. ὡσαύτως καὶ περὶ ῾Ρωμανοῦ πατρικίου καὶ στρατηγοῦ διαφόρων θεμάτων, τοῦ υἱοῦ τοῦ μαγίστρου Ἰωάννου τοῦ λεγομένου Κουρκούα, ὃς καὶ αὐτὸς ἄριστος καὶ ἀνδρεῖος ἀνεφαίνετο.

Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), pp. 428, 3-429, 2.

Skylitzes on Theophilos and Romanos Kourkouas:

παραπλησίως τούτῳ καὶ Θεόφιλος ὁ τούτου ὁμαίμων, ὁ πάππος Ἰωάννου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὰς ἐν Μεσοποταμίᾳ τῶν Σαρακηνῶν πόλεις διέθετο, στρατηγὸς ἐν αὐτῇ γεγονὼς καὶ ταπεινώσας καὶ τελέως ἀφανίσας τοὺς ἐκ τῆς Ἄγαρ. καὶ ῾Ρωμανὸς δὲ ὁ πατρίκιος, ὁ τοῦ δομεστίκου Ἰωάννου υἱός, στρατηγὸς καταστὰς πολλά τε φρούρια παρεστήσατο καὶ πλείστων λαφύρων αἴτιος ὑπῆρξε τοῖς ῾Ρωμαίοις.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), p. 230, 37-43.

Skylitzes on Joseph Vringas failed attempt to win Romanos Kourkouas on his side (963):

ἔδοξεν οὖν αὐτῷ λυσιτελέστατον εἶναι πρὸς Ἰωάννην μάγιστρον γράψαι τὸν Τζιμισκήν, ἄνδρα θυμοειδῆ καὶ δραστήριον ὄντα, καὶ μετὰ τὸν Φωκᾶν ἐν τοῖς ῾Ρωμαίων ἐπισημότατον στρατηγοῖς, στρατηγὸν τηνικαῦτα τῶν Ἀνατολικῶν ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς τὸν μάγιστρον ῾Ρωμανὸν τὸν Κουρκούαν, φανερώτατον καὶ ἐπίσημον καὶ αὐτὸν στρατηλάτην ὄντα τῆς ἀνατολῆς, γράμματα πέμψαι, καὶ φιλοτιμιῶν ὑποσχέσεσι καὶ δωρεῶν καὶ τιμῶν διεγεῖραι τούτους πρὸς καθαίρεσιν τοῦ Φωκᾶ. ἐγένοντο τὰ γράμματα, καὶ ὁ νοῦς τῶν γεγραμμένων ὑπῆρχεν οὗτος. εἰ διαναστάντες καθαιρήσουσι τὸν Φωκᾶν καὶ μοναχὸν ἀποκείρουσιν, ἢ τρόπον ἄλλον ἐκ μέσου ποιήσουσι, τὴν μὲν τοῦ δομεστίκου τῶν σχολῶν τῆς ἀνατολῆς μεγίστην ἀρχὴν λήψεται ὁ Ἰωάννης, τὴν δὲ τοῦ δομεστίκου τῆς δύσεως ὁ ῾Ρωμανός. κομισθέντων οὖν τῶν γραμμάτων τοῖς δηλωθεῖσιν ἀνδράσιν, ἐπείπερ σχετικῶς ἐκεῖνοι εἶχον πρὸς τὸν Φωκᾶν, ὑπαναγινώσκουσί τε αὐτῷ εὐθέως τὰ γράμματα, καὶ διαναστῆναι πρὸς ἀλκὴν καὶ γενναῖόν τι καὶ νεανικὸν ἐννοήσασθαι παρεκάλουν. ὀκνοῦντα δὲ καὶ ἀναδυόμενον καὶ αὐτοχείρως ἠπείλουν διαχειρίσασθαι.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), p. 256, 86-6.

Leo Deacon critisizes his contemporary strategos of Macedonia, John Kourkouas:

Οὗτοι γὰρ, τὴν ἀπὸ τῆς Εὐρώπης τοῦ στρατηλάτου Βάρδα διαγνόντες ἄπαρσιν, ἐς τὴν Ἀσίαν παρὰ βασιλέως σταλέντος διὰ τὸν ἔναγχος ἀναῤῥιπισθέντα πρὸς τοῦ Φωκᾶ Βάρδα νεωτερισμὸν, καθάπερ μοι ἤδη ἐῤῥήθη, τὰ μέγιστα ῾Ρωμαίους ἐσίνοντο, αἰφνιδίους ἐπεξελάσεις ποιούμενοι, καὶ τὴν τῶν Μακεδόνων ληϊζόμενοι καὶ δῃοῦντες ἀφειδῶς· τοῦ τὴν ἐπιστασίαν τῆς ἐνταῦθα στρατιᾶς ἐγχειρισθέντος Ἰωάννου Μαγίστρου, ᾧ Κουρκούας ἐπώνυμον, ἐς ῥᾳστώνην καὶ πότους, παρὰ τὸ εἰκὸς, ἀποκλίναντος, ἀπείρως τε καὶ ἀμαθῶς κεχρημένου τοῖς πράγμασι.

Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), p. 126, 10-19.

Leo Deacon's account of John Kourkouas' (the strategos of Macedonia) death (971):

οἱ δὲ ῾Ρῶς συνασπίσαντες (αὖθις γὰρ ὁ λόγος, ὅθεν ἐξέβη, ἐπάνεισιν), ἐπὶ τὸ πεδίον ἐξῄεσαν, παντὶ σθένει πειρώμενοι, τὰς τῶν ῾Ρωμαίων πυρπολεῖν μηχανάς. οὐ γὰρ τὰς τούτων μετὰ ῥοίζου ἔστεγον ἐκπεμπομένας βολὰς, πλείστων ὁσημέραι ὑπὸ τῶν ἀφιεμένων λίθων ἀναιρουμένων Σκυθῶν. Ἰωάννης δὲ ὁ Κουρκούας καὶ Μάγιστρος, ἐκ γένους προσήκων τῷ βασιλεῖ, τὴν τῶν τοιούτων μηχανημάτων ποιούμενος φυλακὴν, τὴν μετὰ θράσους ὁρμὴν τῶν ἐναντίων ἰδὼν, καὶ ἄλλως οἴνῳ καρηβαρῶν καὶ νευστάζων (μετ’ ἄριστον γὰρ ἦν), ἵππου ἐπιβὰς, σὺν τοῖς ἐφεπομένοις λογάσιν ἤλαυνε κατ’ αὐτῶν. βόθρῳ δὲ ὁ ἵππος κατενεχθεὶς ἀποβάλλει τῶν νώτων τὸν Μάγιστρον. οἱ δὲ Σκύθαι, ἀριπρεπῆ πανοπλίαν ἰδόντες, καὶ φάλαρα τοῦ ἵππου καὶ τὴν ἄλλην σκευὴν ἐξειργασμένα λαμπρῶς (ἐτύγχανον γὰρ κατακόρως ἀληλιμμένα χρυσῷ), δόξαντες αὐτὸν ἐκεῖνον εἶναι τὸν αὐτοκράτορα, ἀθρόως περιδραμόντες αὐτοῖς ὅπλοις τοῦτον τοῖς ξίφεσι καὶ πελέκεσι κατεμέλισαν ἀπηνῶς· δορατίῳ τε τὴν κεφαλὴν περιπείραντες, ἐπὶ τῶν πύργων κατέπηξαν, ῾Ρωμαίους τωθάζοντες, ὡς τὸν σφῶν βασιλέα δίκην βοσκήματος κρεουργήσαντες. ἀλλὰ τοιαῦτα μὲν Ἰωάννης ὁ Μάγιστρος ἀπηνέγκατο τὰ ἐπίχειρα, ὧν εἰς τοὺς θείους πεπαρῳνήκει σηκοὺς, θυμοῦ βαρβαρικοῦ γεγονὼς παρανάλωμα. λέγεται γὰρ πολλοὺς τῶν κατὰ Μυσίαν κεραΐσαι, καὶ τὰ τούτων ἔπιπλα καὶ σκεύη τὰ ἱερὰ εἰς ἰδιωτικὰ μετασκευάσαι κειμήλια.

Hase, C.B. (ed.), Leonis Diaconi Caloensis Historiae libri decem (Bonn 1828), pp. 147, 24-148, 22.

Skylitzes on Romanos Kourkouas being blinded by Emperor Constantine VIII:

ἐτύφλωσε δὲ καὶ ῾Ρωμανὸν τὸν Κουρκούαν, ἐπ’ ἀδελφῇ ὄντα γαμβρὸν τοῦ Προυσιάνου καὶ τὸν Βογδάνον καὶ τὸν Γλαβᾶν καὶ τὸν Γουδέλιον. ἐγλωσσοτόμησε δὲ καὶ τὸν μοναχὸν Ζαχαρίαν τὸν συγγενῆ τοῦ βέστου Θευδάτου, συσκευάζεσθαι τούτους πλασάμενος κατ’ αὐτοῦ.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), p. 372, 87-91.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>