| |
|
|
|
|
|
Παραθέματα
|
| |
Τhe end of Romanos I's reign
52 Ὀ δὲ βασιλεὺς Ῥωμανὸς μακρῷ γήρει καὶ νόσῳ τρυχόμενος τὰ τῆς βασιλείας κατὰ διαθήκας τὸν πορφυρογέννητον Κωνσταντῖνον προσδιορίζεται, ἐν ἔτει ἑξάκις χιλιοστῷ τετρακοσιοστῷ πεντηκοστῷ τρίτῳ, καὶ καθεξῆς ἐν δευτέρῳ και τρίτῳ τοὺς τούτου υἱούς, τὰ πρὸς αὐτοὺς ῥητῶς διασφαλισάμενος, ὡς εἴπερ τῷ πρώτῳ βασιλεῖ κατά τι προσπταίσειαν, καθαιρεῖσθαι παραυτίκα τῆς βασιλείας. 53 Ἐπεὶ δὲ πολλοῖς τρόποις ὁ θεὸς βούλεται σώζειν τὸν ἄνθρωπον, συνεχώρησε Ῥωμανὸν βασιλέα συμφορᾷ ἀδοκήτῳ προσπεσεῖν, ἵνα δι΄ αὐτῆς σωφρονισθεὶς καὶ τῶν οἰκείων ἐν συναισθήσει παραπτωμάτων γενόμενος σωτηρίας ἀξιωθῇ. συνεχώρησε γὰρ ἐπαναστῆναι αὐτῷ τὸν υἱὸν αὐτοῦ Στέφανον, ὥσπερ ποτὲ Ἀβεσσαλὼμ ἐπανέστη Δαβίδ τῷ οἰκείῳ πατρί. συμβούλοις οὖν οὗτος πρὸς τοῦτο χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ τῷ Ἀργυρῷ καὶ Βασιλείῳ τῷ πρωτοσπαθαρίῳ τῷ Πετεινῷ και Μανουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν ἄλλων βασιλέων, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγεν καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξορίσας ἀπέκειρεν μοναχόν.
Bekker, Ι. (ed.), Theophanes Continuatus (Bonn 1838), pp. 435.
|
| |
|
|
|
|