|
|
|
|
|
Παραθέματα
|
|
John II's reign according to the Chronicle of Michael Panaretos
Τῷ γοῦν αὐτῷ ἔτει διεδέξατο τὰ σκῆπτρα ὁ βος ἀδελφὸς αὐτοῦ, ὁ κῦρ Ἰωάννης ὁ μέγας Κομνηνός. Καὶ μετὰ ἐνιαυτὸν ἕνα ἐπῆλθεν αὐτῷ ἡ ἀποστασία τοῦ Παπαδοπούλου· ἀλλ’ ἐλευθερωθεὶς ἀπῆλθεν εἰς τὴν Πόλιν καὶ συνεζεύχθη τῇ θυγατρὶ μὲν κῦρ Μιχαὴλ βασιλέως τοῦ Παλαιολόγου, ἀδελφῇ δὲ κῦρ Ἀνδρονίκου βασιλέως τοῦ Παλαιολόγου, κυρᾷ Εὐδοκία Κομνηνῇ τῇ Παλαιολογίνῃ, τῇ πορφυρογεννήτῳ Ἰστέον δὲ ὅτι, ἔτι ζῶν ὁ κῦρ Μιχαὴλ ὁ βασιλεύς, ἐγένετο ὁ γάμος τοῦ μεγάλου Κομνηνοῦ Ἰωάννου μετὰ τῆς Παλαιολογίνης. [...] Μετὰ δὲ τὸ ͵ςʹʹψʹʹϰʹʹ ἔτος, Ἀπριλίου μηνός, ἦλθεν ὁ βασιλεὺς Ἰβηρίας Δαβὶδ καὶ ἐπεριώρισε τὴν Τραπεζοῦντα, ἀλλὰ ἀπεστράφη κενός. Ἐν δὲ τῷ ͵ςψϰαʹ ἔτει, μηνὶ Ἀπριλίῳ εἰκοστῇ πέμπτῃ, ἰνδικτιῶνος ιαης, κατέλαβεν ἐκ τῆς Κωνσταντινουπόλεως ἐν Τραπεζοῦντι ὁ μέγας Κομνηνὸς κῦρ Ἰωάννης σὺν τῇ Παλαιολογίνῃ, οὔσῃ ἐγκύῳ, καὶ ἐγεννήθη ὁ μέγας Κομνηνός, ὁ κῦρ Ἀλέξιος, τῷ ͵ςψϰβʹ ἔτει. Εἶτα ἐγένετο ἡ τοῦ Κομνηνοῦ κῦρ Γεωργίου ἐπιδρομὴ καὶ κατάσχεσις, ὃν καὶ Πλάνον ἔλεγον, καὶ μετ’ αὐτοῦ ἡ ἐπίθεσις καὶ τὸ βασίλειον καὶ ἡ ἐξαίφνης φυγὴ κυρᾶς Θεοδώρας τῆς Κομνηνῆς, θυγατρὸς πρώτης τοῦ μεγάλου Κομνηνοῦ κῦρ Μανουὴλ ἐκ τῆς ἐξ Ἰβηρίας Ρουσουντάνας. Καὶ πάλιν ἀπεκατέστη εἰς τὸ σκαμνὶν ὁ Καλοϊωάννης ὁ Κομνηνὸς καὶ βασιλεύσας τὰ πάντα ἔτη ὀκτωκαίδεκα ἐκοιμήθη ἐν τοῖς Λιμνίοις μηνὶ Αὐγούστῳ εἰς τὰς ιςʹ, ἡμέρᾳ ςʹ, ἰνδικτιῶνος ιης, ἔτους ͵ςωεʹ. Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ παρέλαβον οἱ Τοῦρκοι τὴν Χαλυβίαν καὶ γέγονε παρ’ αὐτῶν μεγάλη ἐπιδρομή, ὥστε ἀοίκους γενέσθαι τὰς χώρας ὅλας. Ἐπεὶ καὶ ζῶν ἔτι ἐκομίσθη τὸ λείψανον αὐτοῦ ἐν Τραπεζοῦντι καὶ ἐτάφη ἐν τῷ ναῷ τῆς Χρυσοκεφάλου.
Lampsides, O. (ed.), «Μιχαήλ του Παναρέτου περί των Μεγάλων Κομνηνών», Aρχείον Πόντου 22 (1958), p. 62.
|
|
|
|
|
|