Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Rebellion of Thomas the Slav, 821-23

Συγγραφή : Kiapidou Irini-Sofia (28/4/2003)
Μετάφραση : Koutras Nikolaos

Για παραπομπή: Kiapidou Irini-Sofia, "Rebellion of Thomas the Slav, 821-23",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=9984>

Στάση Θωμά Σλάβου, 821-823 (15/2/2010 v.1) Rebellion of Thomas the Slav, 821-23 (21/2/2006 v.1) 

Παραθέματα

 

Theophanes Continuatus critisism on the rebellion of Thomas the Slav

Κατὰ γὰρ τὸν καιρὸν τοῦτον ἀρχὴν λαβὼν ἐμφύλιος πόλεμος ἐξ Ἀνατολῆς παντοίων ἐνέπλησε τὴν οἰκουμένην κακῶν καὶ ἐκ πολλῶν ὀλίγους τοὺς ἀνθρώπους εἰργάσατο, πατέρων δηλονότι τὰς δεξιὰς κατὰ τῶν υἱῶν ὁπλισάντων, καὶ ἀδελφῶν κατὰ τῶν ἐκ τῆς αὐτῆς φύντων γαστρός, καὶ φίλου τὸ τέλος κατὰ τοῦ φιλοῦντος τὰ μάλιστα.

Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), pp. 49.20-50.3.

Symeon Magistros' account of the rebellion of Thomas the Slav

ἐφ’ οὗ Θωμᾶς ὁ ἀντάρτης ἐκ τῶν Ἀνατολικῶν μερῶν ἀπάρας ἤδη καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικτον ἐπισυρόμενος ἐπὶ τὸ Βυζάντιον ἐκίνησεν, τῆς βασιλείας παρ’ ἀξίαν ἐφιέμενος. ἐκ γὰρ τῆς ῾Ρωμαίων γῆς ὁρμώμενος, δυσγενής τε καὶ ἀφανὴς ὤν, πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο, Κωνσταντῖνον ἑαυτὸν μετονομάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης, κἀντεῦθεν πολλοὺς τῶν βαρβάρων καὶ Χριστιανῶν ἀπατήσας καὶ λαὸν ἄπειρον συναθροίσας, ἐπῄει τῇ Κωνσταντινουπόλει μεγαλαυχῶν ἐπὶ τῷ πλήθει τοῦ λαοῦ, μὴ ἐννοήσας, ὡς οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. ἐπόρθει τοίνυν τὴν Κωνσταντινούπολιν ἐφ’ ἕνα χρόνον, τῶν πολιτῶν γενναίως ἀντιταττομένων καὶ τειχομαχούντων καὶ ναυμαχούντων. τὰς γὰρ πλείστους ναῦς ἐπυρπόλησαν καὶ τοὺς λογάδας τῶν πολεμίων ἐτροπώσαντο. ὁ δὲ ἀμηχανίᾳ περιεχόμενος, τὴν πόλιν ἀφεὶς ἐπὶ τὴν Θρᾴκην ἐχώρει ταύτην ληϊζόμενος. ὁ δὲ Μιχαὴλ τῆς πόλεως ὑπεξελθών μετὰ πλείστης δυνάμεως πρὸς αὐτὸν ἐξώρμησε καὶ δὴ παρακαθίσας βραχύν τινα καιρὸν καὶ τοῦτον ἀμογητὶ χειρωσάμενος καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας καὶ οὕτως ἀνασκολοπίσας κατέπαυσε τὸν ἐν τρισὶν ἔτεσι δι’ αὐτοῦ κατάρξαντα καὶ διαρκέσαντα χαλεπὸν καὶ ἐμφύλιον πόλεμον.

Wahlgren, S. (ed.), Symeonis Magistri et Logothetae Chronicon (Corpus Fontium Historiae Byzantinae 44/1, Berlin – New York 2006), pp. 214.12-215.29.

The outbreak of the rebellion of Thomas the Slav in Joseph Genesios

Ἀκηκοὼς δέ, ὥς φασιν, ὁ Θωμᾶς τὸν Μιχαὴλ βασιλεύσαντα, ταχέως κατ’ αὐτοῦ νεωτερισμὸν πολυάνθρωπον ἐντυρεύεται. ἀνέκαθεν γὰρ ἀλλήλοις ἀντιπεπονθότως διΐσταντο· καὶ ὁ μὲν Μιχαὴλ παρὰ παντὸς τοῦ τῶν Ἀνατολικῶν στρατεύματος ἐτύγχανεν στυγητός, οὐχ ἧττον δὲ καὶ ἐπίμωμος ἀπό τε τῆς πατρίδος αὐτοῦ Ἀθιγγάνων πληθὺν ἐκτρεφούσης, ὡς ἔοικεν, καὶ διὰ τὸ τῆς γλώττης ἐλάττωμα καὶ τὸ μὴ ἱκανῶς ἔχειν τισὶν πρὸς ἀνδρείαν νομίζεσθαι, ὁ δὲ Θωμᾶς πᾶσι φιλοστοργούμενος διά τε τὸ ἀνδρειόφρον οὐκ ἔλαττον καὶ ἀστεῖον καὶ εὐπροσήγορον, καὶ τῶν βελτίστων οὐκ ἐλαττούμενος Λέοντος, εἰ καὶ σκυθίζων τῷ γένει, πρὸς δὲ καὶ γηραιὸς ὤν, τὸν πόδα πεπήρωτο. οὗτος οὖν κατασχὼν τοὺς τῶν δημοσίων φόρων πάντας ἀπαιτητὰς ἐγγράφως τὰς νενομισμένας ἀπεκληροῦτο εἰσπράξεις, ἐξ ὧν διανομὰς ἐν λαοῖς ποιησάμενος στρατηγεσίας κατὰ τοῦ Μιχαὴλ ἐγκρατῶς διατίθησιν. οὐδεὶς δὲ τῶν ἐξ ἀνατολῆς ὡρμημένων ἀπελιμπάνετο, οὐδὲ τῆς ἑσπέρας αὐτῆς, οὐ τῶν ἐξ ἐθνῶν ἐπηλύδων, οὐκ αὐτοχθόνων, οὐ γειτονούντων, οὐ τῆς δουλικῆς μοίρας ὅσον παρῆν μισοδέσποτον, οὐχ ὁλοκλήρων ἐθνῶν, κατὰ διαφόρους καιροὺς οἳ οὐκ αὐτῷ προσερρύησαν καὶ συνείποντο, οἱ μὲν κατὰ γῆν, οἱ δὲ κατὰ θάλασσαν, νέῳ Ξέρξῃ κἂν ἐν ὁμοπίστοις ἀναφανέντι, ὡς ἐντεῦθεν καὶ πάντα τὰ θέματα σὺν τοῖς στρατηγοῖς σπένδεσθαι τούτῳ συνέβαινεν, Ὀλβιανοῦ μόνου, τοῦ τῶν Ἀρμενιακῶν στρατηγοῦντος, τούτους περινοίαις ἐπιπειθεῖς ἄγοντος, καὶ Κατάκυλα τοῦ Ὀψικίου τῷ βασιλεῖ Μιχαήλ γε προσκειμένων.

Lesmüller-Werner, A. – Thurn, I. (eds), Iosephi Genesii Regum Libri Quattuor (Corpus Fontium Historiae Byzantinae 14, Berlin – New York 1978), pp. 23.80-24.7.

The suppression of the last islands of resistance of Thomas' followers in Asia Minor

Καὶ τὰ μὲν κατὰ Θωμᾶν συμβεβηκότα τοιοῦτον ἔσχε τέλος ἐκ τῆς εἰρημένης ἀρχῆς, καὶ οὕτω τροπαιοφόρος ὁ βασιλεὺς ἐκ τῶν κατ’ ἤπειρον ἔρχεται πόλεων, οὐδὲν ἕτερον ἀπὸ στασιωτῶν ἐννοήσας ἢ ἐπὶ τῆς ἁμιλλητηρίου θέας ἐπὶ τούτῳ γεγενημένης ὀπίσω τὼ χεῖρε δεδεμένους ποιῆσαι διελθεῖν καὶ ὑπερορίους τοὺς αἰτιωτάτους γενέσθαι. Αὐτίκα γοῦν καὶ πρὸς Χοιρέαν, ἔτι γε μὴν καὶ πρὸς Γαζαρηνὸν τὸν Κολωνιάτην, ἀνθρώπους μὲν ὄντας καὶ πιστὰ φυλάττοντας τῷ Θωμᾷ, κατέχοντας δὲ τὸν μὲν τὴν Καβάλαν τοῦ Χοιρέα, τοῦ Γαζαρηνοῦ δὲ τὴν Σανιάναν, καὶ πολλὰς ἐκεῖθεν ποιούντων καταδρομάς, καὶ λῃστρικῶς ζῶντάς τε καὶ τυρρανικῶς, χρυσοβούλλιον ἐκπέμπει ὁ Μιχαήλ, τιμὰς μεγάλας τὰς τῶν μαγίστρων καθυπισχνούμενος καὶ ἀμνηστίαν κακῶν, καὶ δῆλον τὸν τοῦ Θωμᾶ θάνατον τούτοις ποιῶν. ἀλλ’ ἐκείνους μὲν οὐκ ἔπεισεν ὁ ἀποσταλείς, ἀλαζόνας ὄντας τε καὶ ἀτίθασσον κεκτημένους ψυχήν· ἑτέρους δέ τινας τῶν ὑποβεβηκότων κλέψας καὶ πρὸς τὴν τοῦ βασιλέως πίστιν μεταθεὶς ἔπεισεν ἐξελθόντας πρὸς τὰς συνήθεις λῃστείας ἀποκλεῖσαι τούτοις τὰς τῶν τειχῶν πύλας καὶ λόγου καταλελοιπέναι χωρίς. ὅπερ καὶ γέγονεν. ἐκεῖνοι μὲν οὖν ὡς εὗρον κεκλεισμένας τὰς πύλας, τὴν ἐπὶ Συρίαν ἔσπευσαν διανύσαι ὁδόν, τῷ φόβῳ βαλλόμενοι. ζῶντες δὲ ὅμως ἁλόντες τῷ ξύλῳ ἐξήρτηνται καὶ τοῦ βίου ἔξωθεν γίνονται. ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν, ὅπως ὁ Γαζαρηνὸς προέδοτο καὶ τῶν τειχῶν ἀπεκέκλειστο. ἄνδρα τινα ἄγροικον ὁ ἀποσταλεὶς δεξιωσάμενος φωνῆς ἐπιμελούμενον καὶ ταῖς ᾠδαῖς τερπόμενον ἐμμελῶς ταῖς ἀνειμέναις ταύταις καὶ ἀγροικικαῖς, μέλος τι ἔπλεξεν πρὸς τὸν ἐκείνου οἰκονόμον ἔχον τὴν ἀναφοράν. ἦν δὲ αὐταῖς λέξεσιν οὕτω. «ἄκουσον, κῦρι οἰκονόμε, τί λέγει Γυβέριν. ἐάν μοι δῷς τὴν Σανιάναν, μητροπολίτην σε ποιήσω καὶ Νεοκαισάρειάν σοι δώσω.» τοῦτο πολλάκις ᾀδόμενον ἐν αἰσθήσει τοῦτον γενέσθαι τὸν οἰκονόμον πεποίηκεν. ὅθεν ὡς ἔγνω τὸν νοῦν τε καὶ τὴν τῶν πραγμάτων ἀναφοράν, ἐξελθόντος ποτὲ τοῦ Γαζαρηνοῦ ἔκλεισεν κατ’ αὐτοῦ τὰς πύλας καὶ τοῦτον ἔξωθεν ἐγκατέλιπεν. καὶ ταῦτα μὲν περὶ τῶν ὑπερνεφῶν τούτων πολιχνίων, καὶ οὕτω τούτων ἡ πάλιν ὑπὸ τοῦ Μιχαὴλ κατάληψις.

Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), pp. 71.15-73.4.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>