Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Rebellion of Komentiolos, 610

Συγγραφή : Makripoulias Christos (10/10/2003)
Μετάφραση : Chrysanthopoulos Dimitrios

Για παραπομπή: Makripoulias Christos, "Rebellion of Komentiolos, 610",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=9995>

Στάση Κομεντιόλου, 610 (15/12/2009 v.1) Rebellion of Komentiolos, 610 (21/12/2009 v.1) 

Παραθέματα

 

The anonymous biographer of St. Theodore of Sykeon describes the facts regarding the rebellion of patrikios Komentiolos (610-611):

Γενομένης δὲ τῆς ἀνταρσίας ὑπὸ Κομεντιόλου τοῦ ἀδελφοῦ Φωκᾶ κατέχοντος τότε τὸν στρατὸν καὶ ἐλθόντος αὐτοῦ ἀπὸ τῆς ἀνατολῆς σὺν τῷ στρατῷ ἐν Ἀγκύρᾳ τῇ μητροπόλει ἐπὶ παραχειμαδίῳ, ἀνήρχετο πρὸς αὐτὸν ἐν Ἀγκύρᾳ ὁ θεοφιλέστατος δοῦλος τοῦ Χριστοῦ Ἡρωδιανὸς προγνωστικοῦ χαρίσματος ἠξιωμένος ἐπὶ τὸ νουθετῆσαι αὐτὸν τὰ πρὸς εἰρήνην, καὶ παρεγένετο πρὸς τὸν ὅσιον Θεόδωρον ἐπὶ τὸ λαβεῖν τὴν εὐχὴν αὐτοῦ, ἐγκεκλεισμένου αὐτοῦ ὄντος ἐν τῷ μοναστηρίῳ τῆς παναγίας Θεοτόκου. Μετὰ δὲ τὸ εὐχὴν γενέσθαι καὶ ἀσπάσασθαι ἀλλήλους ἐπηρώτα τὸν ὅσιον ὁ θεοφιλέστατος ἀνὴρ λέγων «δέομαί σου, πάτερ τίμιε, τὶ γινώσκεις καὶ λέγεις ἡμῖν περὶ τοῦ πατρικίου Κομεντιόλου, ὁποῖον τί ἐστι τὸ τῆς τοιαύτης ὁρμῆς αὐτοῦ πέρας;» Αὐτὸς δὲ ἀπεκρίθη αὐτῷ «ἐπ' ἀληθείας ματαία ἐστὶν ἡ βουλὴ αὐτοῦ καὶ κενοδρομῆσαι ἔχει διὰ τάχους.» Καὶ ὁ θεοφιλέστατος Ἡρωδιανὸς εἶπεν «οὕτω κἀγῶ λέγω, πάτερ ὅσιε.» Καὶ αἰτήσας τὴν εὐχὴν αὐτοῦ ἐξελθῶν ἐπορεύθη. Φιλιππικοῦ δὲ πάλιν τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ αὐτοῦ ἐκπεμφθέντος ὑπὸ τοῦ εὐσεβεστάτου βασιλέως Ἡρακλείου πρὸς τὸν αὐτὸν πατρίκιον Κομεντίολον λαλῆσαι αὐτῷ τὰ πρὸς εἰρήνην καὶ ἐπὶ τὰ μέρη νουμερικῶν τῆς Βιθυνίας φόβῳ περιμένοντος καὶ κανονισμῷ τινι προσκαρτεροῦντος, συνέβη ἐκ τῶν τῷ Κομεντιόλῳ συμμαχούντων στρατιωτῶν τινας ἐπιῤῥίψαντας συλλαβεῖν αὐτὸν καὶ ἀποφέρειν πρὸς αὐτόν. Καὶ ἀπαγόμενος ἐν Ἀγκύρᾳ ἀνῆλθεν πρὸς τὸν ὅσιον καὶ ἱκέτευεν αὐτὸν εὔξασθαι αὐτῷ ὡς εἰς κίνδυνον ἀπερχομένῳ. Καὶ εὐξάμενος δὲ αὐτῷ προσέττατεν μὴ δειλιᾶν, ἀλλ' ἀφόβως πορεύεσθαι, παρεγγυώμενος ὅτι «θλίψεως μὲν καὶ κινδύνου προσδοκίαν πειραθήσῃ, ὁ δὲ θεὸς μου, ᾧ παρατίθημί σε, οὐ συγχωρήσει τινὶ ἅψασθαί σου, ἀλλὰ φυλάττει σε ἀκίνδυνον καί ἐξαποστέλλει σοι βοήθειαν ἐπὶ τὸ διασκεδᾶσαι πάσαν τὴν μελετωμένην τυραννίδα.» Ἐξελθόντος δὲ αὐτοῦ καὶ ἀπαχθέντος ἐν Ἀγκύρᾳ, μετ' ὀλίγον καιρὸν ἐκελεύσθη ὁ αὐτὸς θεοφιλὴς ἀνὴρ Φιλιππικὸς μετὰ καὶ ἄλλων περιφανῶν ἀνδρῶν ξύλοις προσαναρτισθῆναι καὶ ἀποθανεῖν, καὶ οὕτως ἐξελθεῖν τὸν στρατὸν καὶ ὁρμῆσαι κατὰ τῆς βασιλείας. Εὐτυχιανὸς δὲ ὁ ἐνδοξότατος ἀνὴρ ἐπάρχων τοῦ στρατοῦ μετὰ καὶ ἄλλων ἀρχόντων ἀπέστειλαν ἀπὸ Ἀγκυρῶν ἐπιστολὴν πρὸς τὸν θεράποντα τοῦ θεοῦ δεόμενοι καὶ λέγοντες οὕτως «εὖξαι, δέσποτα ἡμῶν καὶ πάτερ πανάγιε, ἵνα διασκεδάσῃ ὁ θεὸς τὴν μελετωμένην τῶν ψυχῶν τυραννίδα, ἐπεὶ ἐάν ἀμελήσῃς περὶ τούτου πρεσβεῦσαι, ἐκ σοῦ ἀπαιτήσει ὁ θεὸς τὰς ψυχὰς τῶν μελλόντων κινδυνεύειν.» Αὐτὸς δὲ δεξάμενος τὴν τοιαύτην ἀπόκρισιν καὶ εὐξάμενος πρὸς τὸν θεὸν ἀντεδήλωσεν λέγων «μὴ φοβεῖσθε μηδὲ μικροψυχήσετε, τέκνα. πιστεύω γὰρ τῷ θεῷ ὅτι τὴν αὐτοῦ βοήθειαν ταχέως ἀποστέλλει ὑμῖν πάντα κίνδυνον καὶ ταραχήν διασκεδάζουσαν.» Καὶ οὐκ ἐχρόνισεν τοῦ γενέσθαι ὁ λόγος αὐτοῦ θεοῦ χάριτι. ἐν γὰρ αὐταῖς ταῖς ἡμέραις συνέβη τὸν πατρίκιον Κομεντίολον ἐν νυκτὶ ἀναιρεθῆναι ὑπὸ Ἰουστίνου πατρικίου τῶν Ἀρμενίων ἐξαίφνης αὐτῷ ἐπισυστρέψαντος αὐτούς.

Life of St. Theodore of Sykeon, Festugière, A.-J. (ed.), Vie de Théodore de Sykéon 1-2 (Subsidia Hagiographica 48, Bruxelles 1970), pp. 152, 19-67.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>