Στράβων 14.1.38:
Καὶ δούλων ἐπ’ ἐλευθερίᾳ κατακεκλημένων, οὓς Ἡλιοπολίτας ἐκάλεσε. Πρῶτον μὲν οὖν παρεισέπεσεν εἰς Θυάτειρα, εἶτ’ Ἀπολλωνίδα ἔσχεν, εἶτ’ ἄλλων ἐφίετο φρουρίων οὐ πολὺν δὲ διεγένετο χρόνον, ἀλλ’ εὐθὺς αἵ τε πόλεις ἔπεμψαν πλῆθος, καὶ Νικομήδης ὁ Βιθυνὸς ἐπεκούρησε καὶ οἱ τῶν Καππαδόκων βασιλεῖς. ἔπειτα πρέσβεις Ρωμαίων πέντε ἦκον, καὶ μετὰ ταῦτα στρατιὰ καὶ ὕπατος Πόπλιος Κράσσος, καὶ μετὰ ταῦτα Μάρκος Περπέρνας, ὃς καὶ κατέλυσε τὸν πόλεμον ζωγρία λαβὼν τὸν Ἀριστόνικον καὶ ἀναπέμψας εἰς Ρώμην ἐκεῖνος μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατέστρεψε τὸν βίον, Περπέρναν δὲ νόσος διέφθειρε, Κράσσος δὲ περὶ Λεύκας ἐπιθεμένων τινῶν ἔπεσεν ἐν μάχηι. Μάνιος δ’ Ἀκύλλιος ἐπελθὼν ὕπατος μετὰ δέκα πρεσβευτῶν διέταξε τὴν ἐπαρχίαν εἰς τὸ νῦν ἔτι συμμένον τῆς πολιτείας σχῆμα. Μετὰ δὲ Σμύρναν αἱ Λαῦκαι πολίχνιον, ὃ ἀπέκτησεν Ἀριστόνικος μετὰ τὴν Ἀττάλου τοῦ Φιλομήτορος τελευτήν, δοκῶν τοῦ γένους εἶναι τοῦ τῶν βασιλέων καὶ διανοούμενος εἰς ἑαυτὸν ποεῖσθαι τὴν ἀρχήν. ἐντεῦθεν μὲν οὖν ἐξέπεσεν ἡττηθεὶς ναυμαχίᾳ περὶ τὴν Κυμαίαν ὑπό Ἐφεσίων, εἰς δὲ τὴν μεσόγαιαν ἀνίων ἤθροισε διὰ ταχέων πλῆθος ἀπόρων τε ἀνθρώπων.