|
|
|
|
|
Παραθέματα
|
|
Ο σεισμός του 967 μέσα από την περιγραφή του Λέοντα Διακόνου, ιστορικού της εποχής
Κατὰ δὲ τὸν αὐτὸν χρόνον, ἄρτι τῆς θερινῆς τροπῆς μεταβαλλούσης ἐπὶ τὸ μετόπωρον, ἔσεισεν ὁ Θεὸς μέγα, ὡς καὶ οἰκίας καὶ ἄστη ἀνατραπῆναι. Κλαυδιούπολίν τε, τὸ εὐδαιμονέστατον χωρίον τῶν Γαλατῶν, τότε συνέβη, κατεριπωθεῖσαν ἐκ τῆς ἀνυποστάτου κινήσεως καὶ ἐνόσεως, αἰφνίδιον τῶν οἰκητόρων τάφον γενέσθαι, καὶ πολλοὺς τῶν ἐπηλύδων παρατυχόντας ἐν ἀκαρεῖ διαφθαρῆναι.
Λέων Διάκονος, Ιστορία, Hase, C. B. (επιμ.), Leonis Diaconi Caloensis Historie libri decem et liber de velitatione bellica Nicephori Augusti (Corpus Scriptorum Historiae Byzantinae, Bonn 1828), σελ. 68, 3-9.
Ο Βυζαντινός ιστορικός Νικήτας Χωνιάτης περιγράφει την άρση του αποκλεισμού της Κλαυδιουπόλεως το 1179-1180
Οὐ πολλῷ δὲ ὕστερον χρόνῳ τὴν ἐκ Κλαυδίου Καίσαρος παρώνυμον πόλιν οἱ Τοῦρκοι περικαθίσαντες πρῶτα μὲν οὐδὲ προελθεῖν ὅλως εἴων τοὺς ἀποτεταγμένους εἰς τὴν ταύτης φρουράν, ἔπειτα δὲ καὶ πολιορκεῖν ἐπεβάλοντο. ὅθεν οἱ ἔσωθεν, εἰ μή τις αὐτοῖς ἐπαρήξειεν ἔξωθεν, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν καταπροδώσειν ἠπείλουν ὡς μὴ χρόνια λιμώττειν στέγοντες, ἔτι καὶ τοὺς πολεμίους ἀποτρέψασθαι ὅλως οὐκ ἔχοντες. Μὴ ἀναμείνας οὖν τὴν τελείαν τοῦ κακοῦ ἀγγελίαν ὁ Μανουὴλ ἀναστὰς τὴν ὑστεραίαν ᾗ τάχους εἶχεν ἐπὶ τὴν Κλαυδίου διὰ τῆς Νικομήδους ἤλαυνε πόλιν, μὴ αὐλαίαν ἀνακτορικήν, μὴ κλίνην, μὴ στιβάδα, μήτε τινὰ ἄλλην σκευὴν τρυφῶσαν ἀρχικὴν ἐπαγόμενος, μόνα δὲ τὰ ἱππάσιμα φέρων καὶ στολὰς φολίσι σιδηραῖς ὑφαντάς. ἐπέτεινεν οὖν τοὺς σταθμούς. τοσοῦτον δ’ ἦν ἐκείνῳ τὸ πρόθυμον φθάσαι τοὺς πολιορκοῦντας ποθοῦντι πρὸ τοῦ παθεῖν τι τοὺς ἔνδον δεινόν, ὁποῖον οὐκ ἔστι λόγῳ περιηγήσασθαι. οὐκοῦν τὰς νύκτας ἴαυνεν ἀΰπνους καὶ πρὸς τὴν πορείαν ἐχρᾶτο φωτὶ ποιητῷ βαδίζων διὰ τῆς Βιθυνῶν· ἡ δὲ ὡς ἐπίπαν ταῖς ξυναγκείαις πεπύκνωται καὶ ἄπορός ἐστι πολλαχῇ τῷ τῆς ὕλης συνηρεφεῖ. εἰ δέ που καὶ χρείας ἱκανούσης ἐδεῖτο διαναπαύεσθαι, γήϊνον εἶχε τὴν καθέδραν καὶ κάρφη ὑποβεβλημένη καὶ φορυτὸς ὑποκείμενος ἐκείνῳ τὴν στρωμνὴν ἐσχεδίαζεν· ὁτὲ δὲ ὑετοῦ κατενεχθέντος καὶ τοῦ σταθμοῦ γενομένου κατὰ φάραγγα τεναγώδη ἄνωθέν τε ταῖς σταγόσιν ἐτέγγετο καὶ τὸν ὕπνον διεσπᾶτο τῷ τὴν στιβάδα ὑποτρέχοντι νάματι. κἀπὶ τοῖς τοιούτοις ἠγαπᾶτο μᾶλλον καὶ ἠγᾶτο ἢ ὅτε διαδήματι ἐταινιοῦτο καὶ περιέκειτο τὴν ἁλουργίδα καὶ τὸν ἵππον ἀνέβαινε τὸν χρυσοφάλαρον. Ὡς δὲ ἤγγισεν οὗ ἐπορεύετο καὶ ὦπτο τοῖς περὶ τὴν Κλαυδιούπολιν ἐσκηνωκόσι βαρβάροις, οἱ μὲν ἐς φυγὴν αὐτίκα ἐκεῖθεν ὥρμησαν ἐγνωκότες τὴν αὐτοῦ ἔλευσιν ἔκ τε τῶν σημείων τῶν ταγμάτων καὶ τῆς τῶν ὅπλων λαμπρότητος, αὐτὸς δ’ ἐπέκειτο διώκων ἐς ὅσον ἦν ἐφικτὸν ὡς προσωτάτω τῆς μάχης.
Νικήτας Χωνιάτης, Χρονική Διήγησις, van Dieten, J. A. (επιμ.), Nicetae Choniatae Historia (Corpus Fontium Historiae Byzantinae 11, Berlin-New York 1975), σελ. 197, 7-198, 36.
|
|
|
|
|
|