Ο Νικηφόρος Βλεμμύδης περιγράφει την ίδρυση της μονής στην Ημαθία:
Καὶ οἱ μέν, ἐκ Νυμφαίου, πρὸς τὰ σφίσιν αὐτοῖς ἀποτεταγμένα σκηνώματα μεταβαίνουσιν, ἡμεῖς δ’ ἐξ Ἐφέσου, πρὸς Παλαιστίνην ὁρμῶμεν, καὶ πόθον ἀρχαῖον ἀποπληροῦμεν, καὶ τετανικοῦ πάθους ἀπαλλαττόμεθα. Κἀκεῖθεν ἐπανιόντες, καὶ τὴν τοῦ προεστηκότος ὁσίαν ὁσιοπρεπῶς ἐκτελέσαντες, καὶ πᾶσαν αὐτοῦ κέλευσιν περατώσαντες, καὶ πολλαῖς καὶ βαρείαις προσομιλήσαντες θλίψεσιν, ἔν τε τοῖς δυσμικωτέροις εἵνεκα βίβλων ἀναδιφήσεως καὶ διεξελεύσεως ὧν πρώην πεῖραν οὐκ ἔσχομεν ἀφιγμένοι, καὶ πολυμετρήτου παρὰ τῶν ἄρχειν ἐκεῖσε λαχόντων ἀπολελαυκότες φιλοφροσύνης (ἀντιμετρήσαι Κύριος αὐτοῖς ὡς οἷδεν οὗτος τοῖς εὖ ποιοῦσιν ἀντιμετρεῖν), καὶ τοῦ σκοποῦ τετυχηκότες ὡς οὐκ ἔδει βελτιόνως, καὶ αὖθις γεγενημένοι πρὸς τὰ κατ’ Ἔφεσον, ἡσυχίας δείμασθαι καταγώγιον προθυμούμεθα. Καὶ γῆν ἐν τοῖς Ἠμαθίοις εὑρηκότες, ἀπερρηγμένην οἷον τῆς ὁμοχώρου, ψαλμικῶς εἰπεῖν ἔρημον ἄβατον ἄνυδρον, αἰσθητῶν θηρίων καὶ νοητῶν ἐνδιαίτημα, κυκλουμένην μὲν συνοικισμοῖς ἐκ δὲ τοῦ πορρωτέρω, καὶ τὸ μὲν ἐφόδοις ληστρικαῖς, τὸ δὲ θορύβοις οὗσαν ἀπρόσιτον, ἀλλὰ καὶ λυμαντικῶν ἑρπετῶν καθαρεύουσαν, πρὸς δὲ καὶ δαψιλοῦς μετέχουσαν φωτὸς ἐκ τῆς θέσεως, τῷ συνιστᾷν ἐν ταύτῃ τὸ ἡσυχαστήριον ἐπιβάλλομεν.
Νικηφόρος Βλεμμύδης, Διήγησις μερική, Munitiz, J.A. (ed.), Nicephori Blemmydae Opera (Corpus Christianorum – Series Graeca 13, Turnhout 1984), 65.44.1-45.8.
Ο ιστορικός Γεώργιος Ακροπολίτης κρίνει τον Νικηφόρο Βλεμμύδη ως διδάσκαλο:
ἐκείνου δὲ τελευτήσαντος μετὰ τὴν εἰς ἡμᾶς τῶν ποιημάτων σαφήνειαν καὶ τὴν τῆς τῶν λόγων τέχνης διδασκαλίαν, παρὰ τὸν Βλεμμύδην Νικηφόρον, ὃν τότε πάντες οἴδαμεν τῶν ἄλλων τελεώτερον ἐν ταῖς κατὰ φιλοσοφίαν ἐπιστήμαις, ἐφοίτησά τε αὐτὸς καὶ ὅσοι σὺν ἐμοὶ ἐτελοῦντο τὰ λογικά.
Γεώργιος Ακροπολίτης, Χρονική Συγγραφή, Heisenberg, A. – Wirth, P. (eds), Georgii Acropolitae Opera 1 (Stuttgart 1978), 50.2-6.